Ad Autolycum

Theophilus

Theophilus. Ad Autolycum libri tres (Corpus apologetarum christianorum saeculi secundi, Volume 8). Otto, Johann Carl Theodor, editor. Jena: Mauke, 1861.

Μαναιθὼς δέ, ὁ κατ᾿ Αἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Αἰγύπτου, οὐχ εὗρεν τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. Ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Αἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Αἰγύπτῳ, ἀλλ᾿ οὐ λεπροί. Παραγενόμενοι γὰρ εἰς τὴν γῆν τὴν καλουμένην Ἱεροσόλυμα, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται ᾧ τρόπῳ οἱ ἱερεῖς αὐτῶν, διὰ προστάγματος θεοῦ προσκαρτεροῦντες τῷ ναῷ,

v.2.p.242
τότε ἐθεράπευον πᾶσαν νόσον, ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. Ναὸν ᾠκοδόμησεν Σολομὼν ὁ βασιλεὺς τῆς Ἰουδαίας. Περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων ἐκ τῶν ὑπ᾿ αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτούς, Φαραὼ τοὔνομα. Οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσεν· καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. Ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι τοὺς Αἰγυπτίους ψεύδεται· πρὸ ἐτῶν γὰρ τριακοσίων δεκατριῶν ἐξῆλθον ἐκ τῆς Αἰγύπτου καὶ ᾤκησαν ἔκτοτε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι. Ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν. Ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν διὰ τῶν αὐτοῦ γραμμάτων, πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν
v.2.p.244
δείκνυσθαι προγενέστερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ ἐνακοσίους ἢ καὶ χιλίους [ἐνιαυτοὺς] πρὸ τοῦ Ἰλιακοῦ πολέμου.

Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν τῇ Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομὼν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Αἰγύπτου ἐξοδίας τῶν Ἰουδαίων, παρὰ Τυρίοις ἀναγέγραπται ὡς ὁ ναὸς ᾠκοδόμηται, καὶ ἐν τοῖς ἀρχείοις αὐτῶν πεφύλακται τὰ γράμματα, ἐν αἷς ἀναγραφαῖς εὑρίσκεται γεγονὼς ὁ ναὸς πρὸ τοῦ τοὺς Τυρίους τὴν Καρχηδόνα κτίσαι θᾶττον ἔτεσιν ἑκατὸν τριάκοντα τέσσαρσιν, μησὶν ὀκτώ· (Ἀνεγράφη ὑπὸ Ἱερώμου τοὔνομα βασιλέως Τυρίων, υἱοῦ δὲ Ἀβειβάλου, διὰ τὸ ἐκ πατρικῆς συνηθείας τὸν Ἱέρωμον γεγενῆσθαι φίλον τοῦ Σολομῶνος, ἅμα καὶ διὰ τὴν ὑπερβάλλουσαν σοφίαν,

v.2.p.246
ἣν ἔσχεν ὁ Σολομών. Ἐν γὰρ προβλήμασιν ἀλλήλους συνεχῶς ἐγύμναζον· τεκμήριον δὲ τούτου, καὶ ἀντίγραφα ἐπιστολῶν αὐτῶν φασιν μέχρι τοῦ δεῦρο παρὰ τοῖς Τυρίοις πεφυλαγμένα· γράμματά τε ἀλλήλοις διέπεμπον.) — καθὼς μέμνηται Μένανδρος ὁ Ἐφέσιος, ἱστορῶν περὶ τῆς Τυρίων βασιλείας, λέγων οὕτως· Τελευτήσαντος γὰρ Ἀβειβάλου, βασιλέως Τυρίων, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἱέρωμος, βιώσας ἔτη πεντήκοντα τρία. Τοῦτον δὲ διεδέξατο Βάζωρος, βιώσας ἔτη μγ΄, ὃς ἐβασίλευσεν ἔτη ιζ΄. Μετὰ δὲ τοῦτον Μεθουάσταρτος, βιώσας ἔτη νδ΄, ἐβασίλευσεν ἔτη τβ΄. Μετὰ δὲ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀθάρυμος, βιώσας ἔτη νή, ἐβασίλευσεν ἔτη θ΄. Τοῦτον ἀνεῖλεν ὁ ἀδελφὸς αὐτοῦ Ἕλλης τοὔνομα, ὃς βιώσας ἔτη ν΄ ἐβασίλευσεν μῆνας η΄. Τοῦτον ἀνεῖλεν Ἰουθώβαλος, ἱερεὺς τῆς Ἀστάρτης, ὃς βιώσας ἔτη μ΄ ἐβασίλευσεν ἔτη ιβ΄. Τοῦτον διεδέξατο ὁ υἱὸς αὐτοῦ Βάζωρος, ὃς βιώσας ἔτη με΄ ἐβασίλευσεν ἔτη ζ΄. Υἱὸς δὲ τούτου
v.2.p.248
Μέττηνος, βιώσας ἔτη λβ΄, ἐβασίλευσεν ἔτη κθ΄. Τοῦτον διεδέξατο Πυγμαλίων, ὃς βιώσας ἔτη νς΄ ἐβασίλευσεν ἔτη ζ΄. Ἐν δὲ τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ εἰς Λιβύην φυγοῦσα πόλιν ᾠκοδόμησεν τὴν μέχρι τοῦ δεῦρο Καρχηδονίαν καλουμένην, Συνάγεται οὖν πᾶς χρόνος ἀπὸ τῆς Ἱερώμου βασιλείας μέχρι Καρχηδόνος κτίσεως ἔτη ρνε΄, μῆνες ὀκτώ. Τῷ δὲ δωδεκάτῳ ἔτει τῆς Ἱερώμου βασιλείας ἐν Ἱεροσολύμοις ὁ ναὸς ᾠκοδομήθη, ὥστε τὸν πάντα χρόνον γεγενῆσθαι ἀπὸ τῆς τοῦ ναοῦ οἰκοδομῆς μέχρι Καρχηδόνος κτίσεως ἔτη ρλγ΄, μῆνες η΄.

Τῆς μὲν οὖν Φοινίκων καὶ Αἰγυπτίων μαρτυρίας, ὡς ἱστορήκασιν περὶ τῶν καθ᾿ ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθὼς ὁ Αἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος, ἔτι δὲ καὶ Ἰώσηππος ὁ ἀναγράψας τὸν Ἰουδαϊκὸν πόλεμον τὸν γενόμενον αὐτοῖς ὑπὸ Ῥωμαίων, ἀρκετῶς ἤτω ἡμῖν τὰ εἰρημένα. Ἐκ γὰρ τούτων τῶν ἀρχαίων δείκνυται καὶ τὰ τῶν λοιπῶν συγγράμματα ἔσχατα εἶναι τῶν διὰ Μωσέως ἡμῖν δεδομένων γραμμάτων, ἔτι μὴν καὶ τῶν μεταξὺ προφητῶν· ὁ γὰρ ὕστερος τῶν προφητῶν γενόμενος Ζαχαρίας ὀνόματι ἤκμασεν κατὰ τὴν Δαρείου βασιλείαν.

v.2.p.250
Ἀλλὰ καὶ οἱ νομοθέται πάντες μεταξὺ εὑρίσκονται νομοθετοῦντες. Εἰ γάρ τις εἴποι Σόλωνα τὸν Ἀθηναῖον, οὗτος γέγονεν κατὰ τοὺς χρόνους Κύρου καὶ Δαρείου τῶν βασιλέων, κατὰ τὸν χρόνον Ζαχαρίου τοῦ προειρημένου προφήτου, μεταξὺ γεγενημένου πάνυ πολλοῖς ἔτεσιν· ἤτοι καὶ περὶ Λυκούργου ἢ Δράκοντος ἢ Μίνω τῶν νομοθετῶν, τούτων ἀρχαιότητι προάγουσιν αἱ ἱεραὶ βίβλοι, ὅπου γε καὶ τοῦ Διὸς τοῦ Κρητῶν βασιλεύσαντος, ἀλλὰ μὴν καὶ τοῦ Ἰλιακοῦ πολέμου δείκνυται προάγοντα τὰ γράμματα τοῦ θείου νόμου τοῦ διὰ Μωσέως ἡμῖν δεδομένου.Ἵνα δὲ ἀκριβεστέραν ποιήσωμεν τὴν ἀπόδειξιν τῶν καιρῶν καὶ χρόνων, θεοῦ ἡμῖν παρέχοντος οὐ μόνον τὰ μετὰ κατακλυσμὸν ἱστοροῦντες ἀλλὰ καὶ τὰ πρὸ κατακλυσμοῦ, εἰς τὸ καὶ τῶν ἁπάντων κατὰ τὸ δυνατὸν εἰπεῖν ἡμῖν τὸν ἀριθμόν, νυνὶ ποιησόμεθα, ἀναδραμόντες ἐπὶ τὴν ἀνέκαθεν ἀρχὴν τῆς τοῦ κόσμου κτίσεως, ἣν ἀνέγραψεν Μωσῆς ὁ θεράπων τοῦ θεοῦ διὰ πνεύματος ἁγίου.
v.2.p.252
Εἰπὼν γὰρ τὰ περὶ κτίσεως καὶ γενέσεως κόσμου, τοῦ πρωτοπλάστου ἀνθρώπου, καὶ τὰ τῶν ἑξῆς γεγενημένων, ἐσήμανεν καὶ τὰ πρὸ κατακλυσμοῦ ἔτη γενόμενα. Ἐγὼ δ᾿ αἰτοῦμαι χάριν παρὰ τοῦ μόνου θεοῦ, εἰς τὸ τἀληθῆ κατὰ τὸ θέλημα αὐτοῦ πάντα ἀκριβῶς εἰπεῖν, ὅκως καὶ σὺ καὶ πᾶς ὁ τούτοις ἐντυγχάνων ὁδηγῆται ὑπὸ τῆς ἀληθείας καὶ χάριτος αὐτοῦ. Ἄρξομαι δὴ πρῶτον ἀπὸ τῶν ἀναγεγραμμένων γενεαλογιῶν, λέγω δὲ ἀπὸ τοῦ πρωτοπλάστου ἀνθρώπου τὴν ἀρχὴν ποιησάμενος.

Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔζησεν ἔτη σλ΄, υἱὸς δὲ τούτου Σὴθ ἔτη σε΄, υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρϞ΄, υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο΄, υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρξε΄, υἱὸς δὲ τούτου Ἰάρεθ ἔτη ρξβ΄, υἱὸς δὲ τούτου Ἐνὼχ ἔτη ρξε΄, υἱὸς δὲ τούτου Μαθουσάλα ἔτη ρξζ΄, υἱὸς δὲ τούτου Λάμεχ ἔτη΄. Τούτῳ δὲ υἱὸς ἐγενήθη ὁ προειρημένος Νῶς, ὃς ἐτέκνωσεν τὸν Σὴμ ὢν ἐτῶν φ΄. Ἐπὶ τούτου ἐγένετο ὁ κατακλυσμὸς ὄντος αὐτοῦ ἐτῶν χ΄. Τὰ πάντα οὖν μέχρι κατακλυσμοῦ γεγένηται ἔτη βσμβ΄. Μετὰ δὲ τὸν κατακλυσμὸν εὐθέως ὁ Σὴμ ὢν ἐτῶν ρ΄ ἐτέκνωσεν τὸν Ἀρφαξάθ, Ἀρφαξὰθ δὲ ἐτέκνωσεν Σαλὰ ὢν ἐτῶν ρλε΄, ὁ δὲ Σαλὰ ἐτέκνωσεν ὢν ἐτῶν ρλ΄, τούτου δὲ υἱὸς Ἕβερ ὢν ἐτῶν ρλδ᾿, ἀφ᾿ οὗ καὶ τὸ γένος αὐτῶν Ἑβραῖοι προσηγορεύθησαν, τούτου δὲ υἱὸς Φαλὲγ ὢν ἐτῶν ρλ΄, τούτου δὲ υἱὸς Ῥαγαῦ ὢν ἐτῶν ρλβ΄, τούτου δὲ υἱὸς Σεροὺχ ὢν ἐτῶν ρλ΄,

v.2.p.254
τούτου δὲ υἱὸς Ναχὼρ ὤν ἐτῶν οε΄, τούτου δὲ υἱὸς Θάῤῥα ὢν ἐτῶν ο΄, τούτου δὲ υἱὸς Ἀβραὰμ ὁ πατριάρχης ἡμῶν ἐτέκνωσεν τὸν Ἰσαὰκ ὢν ἐτῶν ρ΄. Γίνονται οὖν μέχρι Ἀβραὰμ ἔτη γσοή. Ἰσαὰκ ὁ προειρημένος ἕως τεκνογονίας ἔζησεν ἔτη ξ΄, ὃς ἐγέννησεν τὸν Ἰακώβ· ἔζησεν ὁ Ἰακὼβ ἕως τῆς μετοικεσίας τῆς ἐν Αἰγύπτῳ γενομένης, ἧς ἐπάνω προειρήκαμεν, ἔτη ρλ΄, ἡ δὲ παροίκησις τῶν Ἑβραίων ἐν Αἰγύπτῳ ἐγενήθη ἔτη υλ΄, καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἐρήμῳ καλουμένῃ διέτριψαν ἔτη μ΄. Γίνεται οὖν τὰ πάντα ἔτη γϡλη´, ᾧ καιρῷ τοῦ Μωσέως τελευτήσαντος διεδέξατο ἄρχειν Ἰησοῦς υἱὸς Ναυῆ, ὃς προέστη αὐτῶν ἔτεσιν κζ΄. Μετὰ δὲ τὸν Ἰησοῦν τοῦ λαοῦ παραβάντος ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ ἐδούλευσαν βασιλεῖ Μεσοποταμίας Χουσαράθων ὄνομα ἔτεσιν ὀκτώ. Εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς· Γονοθεὴλ ἔτεσιν τεσσαράκοντα, Ἐκλὼν ἔτεσιν ιη΄, Ἀὼθ ἔτεσιν η΄. Ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσιν κ΄. Ἔπειτα Δεββώρα ἔκρινεν αὐτοὺς ἔτεσιν μ΄. Ἔπειτα Μαδιανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ζ΄. Εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσιν μ΄, Ἀβιμέλεχ ἔτεσιν γ΄, Θωλὰ ἔτεσιν κγ΄, Ἰαεὶρ ἔτεσιν κβ΄. Ἔπειτα Φυλιστιεὶμ καὶ Ἀμμανῖται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη΄. Εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ς΄, Ἐσβὼν
v.2.p.256
ἔτεσιν ζ΄, Αἰλὼν ἔτεσιν ι΄, Ἀβδὼν ἔτεσιν η. Ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσιν μ΄. Εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσιν κ΄. Ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσιν μ΄. Εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτόν, Ἠλὶς ἔτεσιν κ΄, Σαμουὴλ ἔτεσιν ιβ΄.

Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς, πρῶτος ὀνόματι Σαούλ, ὃς ἐβασίλευσεν ἔτη κ΄, ἔπειτα Δαυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ΄. Γίνεται οὖν μέχρι τῆς τοῦ Δαυὶδ βασιλείας τὰ πάντα ἔτη υϟη΄. Μετὰ δὲ τούτους ἐβασίλευσε Σολομών, ὁ καὶ τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις κατὰ βουλὴν θεοῦ πρῶτος οἰκοδομήσας, δι᾿ ἐτῶν μ΄, μετὰ δὲ τοῦτον Ῥοβοὰμ ἔτεσιν ιζ΄, καὶ μετὰ τοῦτον Ἀβίας ἔτεσιν ζ΄, καὶ μετὰ τοῦτον Ἀσὰ ἔτεσιν μα΄, καὶ μετὰ τοῦτον Ἰωσαφὰτ ἔτεσιν κε', μετὰ δὲ τοῦτον Ἰωρὰμ ἔτη η΄, μετὰ δὲ τοῦτον Ὀχοζίας ἐνιαυτόν, καὶ μετὰ τοῦτον Γοθολία ἔτεσιν ς΄, μετὰ δὲ ταύτην Ἰωὰς ἔτεσιν μ΄, καὶ μετὰ τοῦτον Ἀμεσίας ἔτεσιν λθ΄, καὶ μετὰ τοῦτον Ὀζίας ἔτεσιν νβ΄, μετὰ δὲ τοῦτον Ἰωαθὰμ ἔτεσιν ις΄, μετὰ δὲ τοῦτον Ἄχαζ ἔτεσιν ιζ΄, καὶ μετὰ τοῦτον Ἐζεκίας ἔτεσιν κθ΄, μετὰ δὲ τοῦτον Μανασσὴς ἔτεσιν νε΄, μετὰ δὲ τοῦτον Ἀμὼς ἔτεσιν β΄, μετὰ δὲ τοῦτον Ἰωσίας ἔτεσιν λα΄,

v.2.p.258
μετὰ δὲ τοῦτον Ὠχὰς μῆνας γ΄, μετὰ δὲ τοῦτον Ἰωακεὶμ ἔτη ια΄, ἔπειτα Ἰωακεὶμ ἕτερος μῆνας γ΄ ἡμέρας ι΄, μετὰ δὲ τοῦτον Σεδεκίας ἔτη ια΄.Μετὰ δὲ τούτους τοὺς βασιλεῖς, διαμένοντος τοῦ λαοῦ ἐπὶ τοῖς ἁμαρτήμασιν καὶ μὴ μετανοοῦντος, κατὰ προφητείαν Ἱερεμίου ἀνέβη εἰς τὴν Ἰουδαίαν βασιλεὺς Βαβυλῶνος ὄνομα Ναβουχοδονόσορ. Οὗτος μετῴκησεν τὸν λαὸν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα, καὶ τὸν ναὸν κατέστρεψεν, ὃν ᾠκοδομήκει Σολομών. Ἐν δὲ τῇ μετοικεσίᾳ Βαβυλῶνος ὁ λαὸς ἐποίησεν ἔτη ο΄. Γίνεται οὖν μέχρι τῆς παροικεσίας ἐν γῇ Βαβυλῶνος τὰ πάντα ἔτη δϡνδ΄ μῆνες ς΄ ἡμέραι ι΄. Ὃν τρόπον δὲ ὁ θεὸς προεῖπεν διὰ Ἱερεμίου τοῦ προφήτου τὸν λαὸν αἰχμαλωτισθῆναι εἰς Βαβυλῶνα, οὕτως προεσήμανεν καὶ τὸ πάλιν ἐπανελθεῖν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν μετὰ ο΄ ἔτη. Τελειουμένων οὖν λ΄ ἐτῶν γίνεται Κύρος βασιλεὺς Περσῶν, ὃς κατὰ τὴν προφητείαν Ἱερεμίου δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐκήρυξεν κελεύων δι᾿ ἐγγράφων τοὺς Ἰουδαίους πάντας, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἐπιστρέφειν εἰς τὴν ἑαυτῶν χώραν καὶ τῷ θεῷ ἀνοικοδομεῖν τὸν ναόν, ὃν καθῃρήκει βασιλεὺς Βαβυλῶνος ὁ προειρημένος. Πρὸς τούτοις δὲ ὁ Κύρος κατ᾿ ἐγκέλευσιν τοῦ θεοῦ
v.2.p.260
προσέταξεν Σαβεσσάρῳ καὶ Μιθριδάτῃ, τοῖς ἰδίοις σωματοφύλαξιν, τὰ σκεύη τὰ ἐκ τοῦ ναοῦ τοῦ τῆς Ἰουδαίας ληφθέντα ὑπὸ τοῦ Ναβουχοδονόσορ ἀποκομισθῆναι καὶ ἀποτεθῆναι εἰς τὸν ναόν. Ἐν τῷ οὖν δευτέρῳ ἔτει Δαρείου πληροῦται τὰ ο΄ ἔτη, τὰ προειρημένα ὑπο τοῦ Ἱερεμίου.

Ἐντεῦθεν ὁρᾶν ἔστιν πῶς ἀρχαιότερα καὶ ἀληθέστερα δείκνυται τὰ ἱερὰ γράμματα τὰ καθ᾿ ἡμᾶς εἶναι τῶν καθ᾿ Ἕλληνας καὶ Αἰγυπτίους, ἢ εἰ καί τινας ἑτέρους ἱστοριογράφους. Ἤτοι γὰρ Ἡρόδοτος καὶ Θουκυδίδης ἢ καὶ Ξενοφῶν ἢ ὅπως οἱ ἄλλοι ἱστοριογράφοι, οἱ πλείους ἤρξαντο σχεδὸν ἀπὸ τῆς Κύρου καὶ Δαρείου βασιλείας ἀναγράφειν, μὴ ἐξισχύσαντες τῶν παλαιῶν καὶ προτέρων χρόνων τὸ ἀκριβὲς εἰπεῖν. Τί γὰρ μέγα ἔφασαν εἰ περὶ Δαρείου καὶ Κύρου τῶν κατὰ βαρβάρους βασιλέων εἶπον, ἢ κατὰ Ἕλληνας Ζωπύρου καὶ Ἱππίου, ἢ τοὺς Ἀθηναίων καὶ Λακεδαιμονίων πολέμους, ἢ τὰς Ξέρξου πράξεις ἢ Παυσανίου τοῦ ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς λιμῷ κινδυνεύσαντος διαφθαρῆναι, ἢ τὰ περὶ Θεμιστοκλέα καὶ τὸν πόλεμον τὸν Πελοποννησίων, ἢ τὰ περὶ Ἀλκιβιάδην καὶ Θρασύβουλον; Οὐ γὰρ πρόκειται ἡμῖν ὕλη πολυλογίας, ἀλλὰ εἰς τὸ φανερῶσαι τὴν τῶν χρόνων ἀπὸ καταβολῆς κόσμου ποσότητα καὶ ἐλέγξαι τὴν ματαιοπονίαν καὶ φλυαρίαν τῶν συγγραφέων, ὅτι οὐκ εἰσὶν ἐτῶν οὔτε δισμυρίαι μυριάδες, ὡς Πλάτων ἔφη, καὶ ταῦτα ἀπὸ κατακλυσμοῦ

v.2.p.262
ἕως τῶν αὐτοῦ χρόνων τοσαῦτα ἔτη γεγενῆσθαι δογματίζων, οὔτε μὴν ιε΄ μυριάδες καὶ γοε΄ ἔτη, καθὰ προειρήκαμεν Ἀπολλώνιον τὸν Αἰγύπτιον ἱστορεῖν· οὐδὲ ἀγένητος ὁ κόσμος ἐστὶν καὶ αὐτοματισμὸς τῶν πάντων, καθὼς Πυθαγόρας καὶ οἱ λοιποὶ πεφλυαρήκασιν, ἀλλὰ μὲν οὖν γενητὸς καὶ προνοίᾳ διοικεῖται ὑπὸ τοῦ ποιήσαντος τὰ πάντα θεοῦ· καὶ ὁ πᾶς χρόνος καὶ τὰ ἔτη δείκνυται τούτοις βουλομένοις πείθεσθαι τῇ ἀληθείᾳ. Μήπως οὖν δόξωμεν μέχρι Κύρου δεδηλωκέναι, τῶν δὲ μεταξὺ χρόνων ἀμελεῖν, ὡς μὴ ἔχοντες ἀποδεῖξαι, θεοῦ παρέχοντος καὶ τῶν ἑξῆς χρόνων τὴν τάξιν πειράσομαι κατὰ τὸ δυνατὸν ἐξηγήσασθαι.

Κύρου οὖν βασιλεύσαντος ἔτεσιν τριάκοντα ὀκτὼ καὶ ἀναιρεθέντος ὑπὸ Τομύριδος ἐν Μασσαγετίᾳ, τότε οὔσης ὀλυμπιάδος ἑξηκοστῆς δευτέρας· ἔκτοτε ἤδη οἱ Ῥωμαῖοι ἐμεγαλύνοντο τοῦ θεοῦ κρατύνοντος αὐτούς, ἐκτισμένης τῆς Ῥώμης ὑπὸ Ῥωμύλου, τοῦ παιδὸς ἱστορουμένου Ἄρεως καὶ Ἰλίας, ὀλυμπιάδι ζ΄, τῇ πρὸ ι΄ καὶ ζ΄ καλανδῶν Μαΐων, τοῦ ἐνιαυτοῦ τότε δεκαμήνου ἀριθμουμένου· τοῦ οὖν Κύρου τελευτήσαντος, ὡς ἔφθημεν

v.2.p.264
εἰρηκέναι, ὀλυμπιάδι ἑξηκοστῇ καὶ δευτέρᾳ, γίνεται καιρὸς ἀπὸ κτίσεως Ῥώμης ἔτη σκ΄, ᾧ καὶ Ῥωμαίων ἦρξεν Ταρκύνιος Σούπερβος τοὔνομα, ὃς πρῶτος ἐξώρισεν Ῥωμαίους τινὰς καὶ παῖδας διέφθειρεν καὶ σπάδοντας ἐγχωρίους ἐποίησεν· ἔτι μὴν καὶ τὰς παρθένους διαφθείρων πρὸς γάμον ἐδίδου. Διὸ οἰκείως Σούπερβος ἐκλήθη τῇ ῥωμαϊκῇ γλώσσῃ· ἑρμηνεύεται δὲ ὑπερήφανος. Αὐτὸς γὰρ πρῶτος ἐδογμάτισεν τοὺς ἀσπαζομένους αὐτὸν ὑπὸ ἑτέρου ἀντασπάζεσθαι. Ὃς ἐβασίλευσεν ἔτεσιν κέ. Μεθ᾿ ὃν ἦρξαν ἐνιαύσιοι ὕπατοι, χιλίαρχοι ἢ ἀγορανόμοι ἔτεσιν υνη΄, ὧν τὰ ὀνόματα καταλέγειν πολὺ καὶ περισσὸν ἡγούμεθα. Εἰ γάρ τις βούλεται μαθεῖν, ἐκ τῶν ἀναγραφῶν εὑρήσει ὧν ἀνέγραψεν Χρύσερως ὁ νομεγκλάτωρ, ἀπελεύθερος γενόμενος Μ. Αὐρηλίου Οὐήρου, ὃς ἀπὸ κτίσεως Ῥώμης μέχρι τελευτῆς τοῦ ἰδίου πάτρωνος αὐτοκράτορος Οὐήρου σαφῶς πάντα ἀνέγραψεν, καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους. Ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὣς φαμεν, ἔτεσιν υνγ΄. Ἔπειτα οὕτωςἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ΄ μῆνας δ᾿ ἡμέρας ἕξ. Ἔπειτα Αὔγουστος ἔτη νς΄ μῆνας δ΄ ἡμέραν μίαν. Τιβέριος ἔτη κβ΄. Εἶτα Γάϊος
v.2.p.266
ἕτερος ἔτη γ΄ μῆνας η΄ ἡμέρας ζ΄. Κλαύδιος ἔτη ιγ΄ μῆνας η΄ ἡμέρας κδ΄. Νέρων ἔτη ιγ΄ μῆνας ζ΄ ἡμέρας κή. Γάλβας μῆνας ζ΄. Ὄθων μῆνας γ΄ ἡμέρας ε΄. Οὐϊτέλλιος μῆνας ζ΄ ἡμέρας κβ΄. Οὐεσπασιανὸς ἔτη θ΄ μῆνας ια΄ ἡμέρας κβ΄. Τίτος ἔτη β΄ ἡμέρας κβ΄. Δομετιανὸς ἔτη ιε΄ μῆνας ε΄ ἡμέρας ζ΄. Νερούας ἐνιαυτὸν μῆνας δ΄ ἡμέρας ι΄. Τραϊανὸς ἔτη ιθ΄ μῆνας ἓξ ἡμέρας ιζ΄. Ἀδριανὸς ἔτη κ΄ μῆνας ι΄ ἡμέρας κη΄. Ἀντωνῖνος ἴτη κβ΄ μῆνας ζ΄ ἡμέρας ζ΄. Οὐῆρος ἔτη ιθ΄ ἡμέρας ι΄. Γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Οὐήρου αὐτοκράτορος τελευτῆς ἔτη σκε΄. Ἀπὸ οὖν τῆς Κύρου τελευτῆς, Ῥωμαίων δὲ ἀρχῆς Ταρκυνίου Σουπέρβου, μέχρι τελευτῆς αὐτοκράτορος Οὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμα΄.

Ἀπὸ δὲ καταβολῆς κόσμου ὁ πᾶς χρόνος κεφαλαιωδῶς

v.2.p.268
οὕτως κατάγεται.Ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ΄. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν ἔτη αλς΄. Ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ διέτριβεν ἴτη χξ΄. Ἀπὸ δὲ τῆς Μωσέως τελευτῆς, ἀρχῆς Ἰησοῦ υἱοῦ Ναυῆ, μέχρι τελευτῆς Δαυὶδ τοῦ πατριάρχου ἔτη υϟ η΄. Ἀπὸ δὲ τῆς τελευτῆς Δαυίδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος ἔτη φιη΄ μῆνες ζ΄ ἡμέραι ι΄. Ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκράτορος Αὐρηλίου Οὐήρου τελευτῆς ἔτη ψμα΄. Ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχϟε΄ καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι.

Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηθροισμένων, ὁρᾶν ἔστιν τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων καὶ τὴν θειότητα τοῦ παρ᾿ ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὔτε μὴν τὰ καθ᾿ ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν, ἀλλὰ μὲν οὖν ἀρχαιότερα καὶ ἀληθέστερα. Καὶ γὰρ Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησὶν Καὶ ὁ Γύγος ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν, τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νυνὶ δὲ Ἀττικῆς προσαγορευομένης, ἧς ὁ Γύγος τότε ἦρξεν. Καὶ τὰς λοιπὰς δὲ χώρας

v.2.p.270
καὶ πόλεις, ἀφ᾿ ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας.Ὅτι μὲν οὖν ἀρχαιότερος ὁ Μωσῆς δείκνυται ἁπάντων συγγραφέων (οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ πλείους μετ᾿ αὐτὸν προφῆται γενόμενοι) καὶ Κρόνου καὶ Βήλου καὶ τοῦ Ἰλιακοῦ πολέμου, δῆλόν ἐστιν. Κατὰ γὰρ τὴν Θάλλου ἱστορίαν ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου ἔτεσι τκβ΄. Ὅτι δὲ πρός που ἔτεσι ϡ ἢ καὶ ´α προάγει ὁ Μωσῆς τῆς τοῦ Ἰλίου ἁλώσεως, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τοῦ δὲ Κρόνου καὶ τοῦ Βήλου συνακμασάντων ὁμόσε, οἱ πλείους οὐκ ἐπίστανται τίς ἐστιν ὁ Κρόνος ἤ τίς ὁ Βῆλος. Ἔνιοι μὲν σέβονται τὸν Κρόνον καὶ τοῦτον αὐτὸν ὀνομάζουσι Βὴλ καὶ Βάλ, μάλιστα οἱ οἰκοῦντες τὰ ἀνατολικὰ κλίματα, μὴ γινώσκοντες μήτε τίς ἐστιν ὁ Κρόνος μήτε τίς ἐστιν ὁ Βῆλος. Παρὰ δὲ Ῥωμαίοις Σατοῦρνος ὀνομάζεται· οὐδὲ γὰρ αὐτοὶ γινώσκουσιν τίς ἐστιν αὐτῶν, πότερον ὁ Κρόνος
v.2.p.272
ἢ ὁ Βῆλος. Ἡ μὲν οὖν ἀρχὴ τῶν ὀλυμπιάδων ἀπὸ Εἰφίτου, φασίν, ἔσχηκεν τὴν θρησκείαν, κατὰ δέ τινας ἀπὸ Αιμοῦ, ὅς καὶ Ἴλιος ἐπεκλήθη. Ὁ μὲν οὖν ἀριθμὸς τῶν ἐτῶν καὶ ὀλυμπιάδων ὡς ἔχει τὴν τὴν τάξιν, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν.Τῆς μὲν οὖν ἀρχαιότητος τῶν παρ᾿ ἡμῖν πραγμάτων καὶ τῶν χρόνων τὸν πάντα ἀριθμὸν κατὰ τὸ δυνατὸν οἶμαι τὰ νῦν ἀκριβῶς εἰρῆσθαι. Εἰ γὰρ καὶ ἔλαθεν ἡμᾶς χρόνος, εἰ τύχοι εἰπεῖν ἔτη ν΄ ἢ ρ΄ ἢ καὶ ο΄, οὐ μέντοι μυριάδες ἤ χιλιάδες ἐτῶν, καθὼς προειρήκασιν Πλάτων καὶ Ἀπολλώνιος καὶ οἱ λοιποὶ ψευδῶς ἀναγράψαντες. Ὅπερ ἡμεῖς τὸ ἀκριβὲς ἴσως ἀγνοοῦμεν, ἁπάντων τῶν ἐτῶν τὸν ἀριθμόν, διὰ τὸ μὴ ἀναγεγράφθαι ἐν ταῖς ἱεραῖς βίβλοις τοὺς ἐπιτρέχοντας μῆνας καὶ ἡμέρας. Ἔτι δὲ περὶ ὧν φαμεν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσοφήσας καὶ μηνύσας Ἕλλησιν τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ εἴρηκεν τῷ Μωσεῖ περί τε κατακλυσμοῦ καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. Ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ
v.2.p.274
καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκεν· τὰ γὰρ συμβάντα τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ναβοπαλάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδονόσορ. Μίμνηται καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως, καὶ ὅτι, Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη.

Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται, πρῶτον μὲν διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι· καὶ αὐτοὶ ὁμολογοῦσιν φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρὰ Αἰγυπτίων, ἄλλοι δ᾿ αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον καὶ πταίουσιν, περὶ θεοῦ μὴ ποιούμενοι τήν μνείαν ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. Οὕτως μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου καὶ τῶν λοιπῶν ποιητῶν φιλοτίμως μέμνηνται, τῆς δὲ τοῦ ἀφθάρτου καὶ μόνου θεοῦ δόξης οὐ μόνον ἐπελάθοντο ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν καὶ τὸ καθ᾿ ἡμέραν διώκουσιν. Οὐ μὴν ἀλλὰ καὶ τοῖς εὐφώνως ὑβρίζουσι τὸν θεὸν ἆθλα καὶ τιμὰς τιθέασιν, τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσιν. Διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν οὐχ εὗρον.

v.2.p.276
Εἰ οὖν βούλει, ἀκριβῶς ἔντυχε τούτοις, ὅπως σχῇς σύμβουλον καὶ ἀῤῥαβῶνα τῆς ἀληθείας.