Ad Autolycum

Theophilus

Theophilus. Ad Autolycum libri tres (Corpus apologetarum christianorum saeculi secundi, Volume 8). Otto, Johann Carl Theodor, editor. Jena: Mauke, 1861.

Τὸν μὲν οὖν νόμον, τὸν ὑπὸ τοῦ θεοῦ δεδομένον αὐτοῖς, ἐν τῷ παραβῆναι τὸν λαὸν ἀγαθὸς ὢν καὶ οἰκτίρμων ὁ θεός, μὴ βουλόμενος διαφθεῖραι αὐτούς, πρὸς τῷ δεδωκέναι τὸν νόμον ὕστερον καὶ προφήτας ἐξέπεμψεν αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, πρὸς τὸ διδάσκειν καὶ ἀναμιμνήσκειν τὰ τοῦ νόμου αὐτοὺς καὶ ἐπιστρέφειν εἰς μετάνοιαν τοῦ μηκέτι ἁμαρτάνειν· εἰ δὲ ἐπιμένοιεν ταῖς φαύλαις πράξεσιν, προανεφώνησαν ὑποχειρίους αὐτοὺς παραδοθῆναι πάσαις ταῖς βασιλείαις τῆς γῆς· καὶ ὅτι ταῦτα αὐτοῖς ἤδη ἀπέβη φανερὸν μέν ἐστιν.Περὶ μὲν οὖν τῆς μετανοίας Ἠσαΐας ὁ προφήτης κοινῶς μὲν πρὸς πάντας, διαῤῥήδην δὲ πρὸς τὸν λαὸν λέγει· Ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ᾿ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβῆς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Καὶ ἕτερος προφήτης Ἐζεκιήλ φησιν· Ἐὰν ἀποστραφῇ ὁ ἄνομος ἀπὸ πασῶν τῶν ἀνομιῶν ὧν ἐποίησεν καὶ φυλάξῃ τὰς ἐντολάς μου καὶ ποιήσῃ τὰ δικαιώματά μου, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ· πᾶσαι αἱ ἀδικίαι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν, ἀλλὰ τῇ δικαιοσύνῃ ᾗ ἐποίησεν ζήσεται, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀνόμου, λέγει κύριος, ὡς ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν. Πάλιν ὁ Ἠσαΐας· Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, ἵνα σωθήσεσθε.

v.2.p.218
Καὶ ἕτερος Ἱερεμίας· Ἐπιστράφητε ἐπὶ κύριον τὸν θεὸν ὑμῶν, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρτελλον αὐτοῦ, καὶ ἐλεηθήσεσθε. Πολλὰ μὲν οὖν μᾶλλον δὲ ἀναρίθμητά ἐστιν τὰ ἐν ταῖς ἁγίαις γραφαῖς εἰρημένα περὶ μετανοίας, ἀεὶ τοῦ θεοῦ βουλομένου ἐπιστρέφειν τὸ γένος τῶν ἀνθρώπων ἀπὸ πασῶν τῶν ἁμαρτιῶν.

Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους ἑνὶ πνεύματι θεοῦ λελαληκέναι. Ὁ γοῦν Ἠσαΐας οὕτως ἔφη· Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Ἔτι ὁ αὐτός· Διάλυε, φησίν, πάντα σύνδεσμον ἀδικίας, λύε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Ὁμοίως καὶ Ἱερεμίας· Στῆτε, φησίν, ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐπερωτήσατε ποία ἐστὶν ἡ ὁδὸς κυρίου τοῦ θεοῦ ἡμῶν ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Κρῖμα δίκαιον κρίνετε, ὅτι ἐν τούτοις ἐστὶν τὸ θέλημα κυρίου τοῦ θεοῦ ὑμῶν. Ὡσαύτως καὶ Ὠσηὲ λέγει· Φυλάσσεσθε κρῖμα καὶ ἐγγίζετε πρὸς κύριον

v.2.p.220
τὸν θεὸν ὑμῶν, τὸν στερεώσαντα τὸν οὐρανὸν καὶ κτίσαντα τὴν γῆν. Καὶ ἕτερος Ἰωὴλ ἀκόλουθα τούτοις ἔφη· Συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, εἰσδέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μασθούς· ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Καὶ εὔξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν ἐκτενῶς, ὅπως ἐλεήσῃ ὑμᾶς, καὶ ἐξαλείψει τὰ ἁμαρτήματα ὑμῶν. Ὁμοίως καὶ ἕτερος Ζαχαρίας· Τάδε λέγει κύριος παντοκράτωρ· Κρῖμα ἀληθείας κρίνετε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος μὴ μνησικακείτω τῷ ἀδελφῷ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, λέγει κύριος παντοκράτωρ.

Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομὼν μὲν οὖν, ὁ βασιλεὺς καὶ προφήτης γενόμενος, ἔφη· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· ὀρθὰς ποίει τροχιὰς σοῖς ποσίν. Ἡ δὲ εὐαγγέλιος φωνὴ ἐπιτατικώτερον διδάσκει περὶ ἁγνείας λέγουσα· Πᾶς ὁ ἰδὼν γυναῖκα ἀλλοτρίαν πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Καὶ ὁ γαμῶν, φησίν, ἀπολελυμένην ἀπὸ ἀνδρὸς μοιχεύει, καὶ ὃς ἀπολύει γυναῖκα παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι. Ἔτι ὁ Σολομών φησιν· Ἀποδήσει τις πῦρ ἐν ἱματίῳ,

v.2.p.222
τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως ὁ εἰσπορευόμενος πρὸς γυναῖκα ὕπανδρον οὐκ ἀθῳωθήσεται.

Καὶ τοῦ μὴ μόνον ἡμᾶς εὐνοεῖν τοῖς ὁμοφύλοις, ὡς οἴονταί τινες, Ἠσαΐας ὁ προφήτης ἔφη· Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις Ἀδελφοὶ ἡμῶν ἔστε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. Τὸ δὲ εὐαγγέλιον· Ἀγαπᾶτε, φησίν, τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποῖον μισθὸν ἔχετε; Τοῦτο καὶ οἱ λῃσταὶ καὶ οἱ τελῶναι ποιοῦσιν. Τοὺς δὲ ποιοῦντας τὸ ἀγαθὸν διδάσκει μὴ καυχᾶσθαι, ἵνα μὴ ἀνθρωπάρεσκοι ὦσιν. Μὴ γνώτω γάρ, φησίν, ἡ χείρ σου ἡ ἀριστερὰ τί ποιεῖ ἡ χείρ σου ἡ δεξιά.Ἔτι μὴν καὶ περὶ τοῦ ὑποτάσσεσθαι ἀρχαῖς καὶ ἐξουσίαις καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει ἡμᾶς ὁ θεῖος λόγος, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Καὶ διδάσκει ἀποδιδόναι πᾶσιν τὰ πάντα, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, μηδενὶ μηδὲν ὀφελεῖν ἢ μόνον τὸ ἀγαπᾶν πάντας.

Σκόπει τοίνυν εἰ οἱ τὰ τοιαῦτα μανθάνοντες δύνανται ἀδιαφόρως ζῆν καὶ συμφύρεσθαι ταῖς ἀθεμίτοις μίξεσιν, ἤ, τὸ ἀθεώτατον πάντων, σαρκῶν ἀνθρωπείων ἐφάπτεσθαι, ὅπου γε

v.2.p.224
καὶ τὰς θέας τῶν μονομάχων ἡμῖν ἀπείρηται ὁρᾶν, ἵνα μὴ κοινωνοὶ καὶ συνίστορες φόνων γενώμεθα. Ἀλλ᾿ οὐδὲ τὰς λοιπὰς θεωρίας ὁρᾶν χρή, ἵνα μὴ μολύνωνται ἡμῶν οἱ ὀφθαλμοὶ καὶ τὰ ὦτα, γινόμενα συμμέτοχα τῶν ἐκεῖ φωνῶν ᾀδομένων. Εἰ γὰρ εἴποι τις περὶ ἀνθρωποβορίας, ἐκεῖ τὰ Θυέστου καὶ Τηρέως τέκνα ἐσθιόμενα· εἰ δὲ περὶ μοιχείας, οὐ μόνον περὶ ἀνθρώπων ἀλλὰ καὶ περὶ θεῶν, ὧν καταγγέλλουσιν εὐφώνως μετὰ τιμῶν καὶ ἄθλων, παρ᾿ αὐτοῖς τραγῳδεῖται. Μακρὰν δὲ ἀπείη Χριστιανοῖς ἐνθυμηθῆναί τι τοιοῦτο πρᾶξαι, παρ᾿ οἷς σωφροσύνη πάρεστιν, ἐγκράτεια ἀσκεῖται, μονογαμία τηρεῖται, ἁγνεία φυλάσσεται, ἀδικία ἐκπορθεῖται, ἁμαρτία ἐκριζοῦται, δικαιοσύνη μελετᾶται, νόμος πολιτεύεται, θεοσέβεια πράσσεται, θεὸς ὁμολογεῖται, ἀλήθεια βραβεύει, χάρις συντηρεῖ, εἰρήνη περισκέπει, λόγος ἅγιος ὁδηγεῖ, σοφία διδάσκει, ζωὴ βραβεύει, θεὸς βασιλεύει.Πολλὰ μὲν οὖν ἔχοντες λέγειν περὶ τῆς καθ᾿ ἡμᾶς πολιτείας καὶ τῶν δικαιωμάτων τοῦ θεοῦ καὶ δημιουργοῦ πάσης κτίσεως, τὰ νῦν αὐτάρκως ἡγούμεθα ἐπιμεμνῆσθαι, εἰς τὸ καί σε ἐπιστῆσαι μάλιστα ἐξ ὧν ἀναγινώσκεις ἕως τοῦ δεῦρο, ἵνα ὡς φιλομαθὴς ἐγενήθης ἕως τοῦ δεῦρο οὕτως καὶ φιλομαθὴς ἔσῃ.

v.2.p.226

Θέλω δέ σοι καὶ τὰ τῶν χρόνων θεοῦ παρέχοντος νῦν ἀκριβέστερον ἐπιδεῖξαι, ἵνα ἐπιγνῷς ὅτι οὐ πρόσφατος οὐδὲ μυθώδης ἐστὶν ὁ καθ᾿ ἡμᾶς λόγος, ἀλλ᾿ ἀρχαιότερος καὶ ἀληθέστερος ἁπάντων ποιητῶν καὶ συγγραφέων, τῶν ἐπ᾿ ἀδήλῳ συγγραψάντων. Οἱ μὲν γὰρ τὸν κόσμον ἀγένητον εἰπόντες εἰς τὸ ἀπέραντον ἐχώρησαν, ἕτεροι δὲ γενητὸν φήσαντες εἶπον ὡς ἤδη μυριάδας ἐτῶν πεντεκαίδεκα ἐληλυθέναι καὶ τρισχίλια ἑβδομήκοντα πέντε ἔτη. Ταῦτα μὲν οὖν Ἀπολλώνιος ὁ Αἰγύπτιος ἱστορεῖ. Πλάτων δέ, ὁ δοκῶν Ἑλλήνων σοφώτερος γεγενῆσθαι, εἰς πόσην φλυαρίαν ἐχώρησεν ! Ἐν γὰρ ταῖς Πολιτείαις αὐτοῦ ἐπιγραφομέναις ῥητῶς κεῖται· Πῶς γὰρ ἄν, εἴ γε ἔμενε τάδε οὕτως πάντα χρόνον ὡς νῦν διακοσμεῖται, καινὸν ἀνευρίσκετό ποτε ὁτιοῦν [τοῦτο]; Ὅτι μὲν μυριάκις μυρία ἔτη

v.2.p.228
διελάνθανεν ἔρα τοὺς τότε· χίλια δ᾿ ἀφ᾿ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη· τὰ μὲν ἀπὸ Δαιδάλου καταφανῆ γέγονεν, τὰ δὲ ἀπὸ Ὀρφέως, τὰ δὲ ἀπὸ Παλαμήδους. Καὶ ταῦτα εἰπὼν γεγενῆσθαι, τὰ μὲν μυριάκις μυρία ἔτη ἀπὸ κατακλυσμοῦ ἕως Δαιδάλου δηλοῖ. Καὶ πολλὰ φήσας περὶ πόλεων κατὰ κόσμον καὶ οἰκήσεων καὶ ἐθνῶν, ὁμολογεῖ εἰκασμῷ ταῦτα εἰρηκέναι. Λέγει γάρ· Εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχηται θεὸς ὡς, ἂν ἐπιχειρήσωμεν τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων—. Δηλονότι εἰκασμῷ ἔφη· εἰ δὲ εἰκασμῷ, οὐκ ἄρα ἀληθῆ ἐστιν τὰ ὑπ᾿ αὐτοῦ εἰρημένα.

Δεῖ οὖν μᾶλλον μαθητὴν γενέσθαι τῆς νομοθεσίας τοῦ θεοῦ, καθὼς καὶ αὐτὸς ὡμολόγηκεν ἄλλως μὴ δύνασθαι τὸ ἀκριβὲς μαθεῖν, ἐὰν μὴ ὁ θεὸς διδάξῃ διὰ τοῦ νόμου. Τί δέ;

v.2.p.230
Οὐχὶ καὶ οἱ ποιηταὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἔφασαν ἑαυτοὺς ἀπὸ θείας προνοίας μεμαθηκέναι; Ἔτι μὴν μάντεις καὶ προγνώστας γεγενῆσθαι κατὰ τοὺς συγγραφεῖς, καὶ τοὺς παρ᾿ αὐτῶν μαθόντας ἀκριβῶς συγγεγραφέναι φασίν. Πόσῳ οὖν μᾶλλον ἡμεῖς τὰ ἀληθῆ εἰσόμεθα, οἱ μανθάνοντες ἀπὸ τῶν ἁγίων προφητῶν, τῶν χωρησάντων τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ; Διὸ σύμφωνα καὶ φίλα ἀλλήλοις οἱ πάντες προφῆται εἶπον, καὶ προεκήρυξαν τὰ μέλλοντα ἔσεσθαι παντὶ τῷ κόσμῳ. Τοὺς γὰρ φιλομαθεῖς μᾶλλον δὲ φιλαληθεῖς δύναται αὐτὴ ἡ ἔκβασις τῶν προαναπεφωνημένων πραγμάτων καὶ ἤδη ἀπηρτισμένων ἐκδιδάσκειν ὄντως ἀληθῆ εἶναι τὰ δι᾿ αὐτῶν κεκηρυγμένα περί τε χρόνων καὶ καιρῶν τῶν πρὸ κατακλυσμοῦ, ἀφ᾿ οὗ ἔκτισται ὁ κόσμος ἕως τοῦ δεῦρο, ὡς συνέστηκε τὰ ἔτη, εἰς τὸ ἐπιδεῖξαι τὴν φλυαρίαν τοῦ ψεύδους τῶν συγγραφέων, ὅτι οὐκ ἀληθῆ ἐστιν τὰ δι᾿ αὐτῶν ῥηθέντα.

Πλάτων γάρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆσθαι, ἔφη μὴ πάσης τῆς γῆς· ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλοτάτοις ὄρεσιν αὐτοὺς διασεσῶσθαι. Ἕτεροι δὲ λέγουσι γεγονέναι Δευκαλίωνα καὶ Πὑῤῥαν, καὶ τούτους ἐν λάρνακι διασεσῶσθαι, καὶ τὸν Δευκαλίωνα μετὰ τὸ ἐλθεῖν ἐκ τῆς λάρνακος λίθους εἰς τὰ ὀπίσω πεπομφέναι, καὶ ἀνθρώπους ἐκ τῶν λίθων γεγενῆσθαι· ὅθεν φασὶν λαοὺς προσαγορεύεσθαι τὸ πλῆθος ἀνθρώπων. Ἄλλοι δ᾿ αὖ Κλύμενον εἶπον ἐν δευτέρῳ κατακλυσμῷ γεγονέναι. Ὅτι μὲν οὖν ἄθλιοι καὶ πάνυ δυσσεβεῖς καὶ ἀνόητοι εὑρίσκονται οἱ τὰ τοιαῦτα συγγράψαντες καὶ φιλοσοφήσαντες ματαίως, ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. Ὁ δὲ ἡμέτερος προφήτης καὶ θεράπων

v.2.p.232
τοῦ θεοῦ Μωσῆς, περὶ τῆς γενέσεως τοῦ κόσμου ἐξιστορῶν, διηγήσατο τίνι τρόπῳ γεγένηται ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς, οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ κατακλυσμοῦ ᾧ τρόπῳ γέγονεν, οὐ Πύῤῥαν οὐδὲ Δευκαλίωνα ἢ Κλύμενον μυθεύων, οὐδὲ μὴν τὰ πεδία μόνον κατακεκλύσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὄρεσι μόνους διασεσῶσθαι.

Ἀλλ᾿ οὐδὲ δεύτερον κατακλυσμὸν γεγονέναι δηλοῖ, ἀλλὰ μὲν οὖν ἔφη μηκέτι τῷ κόσμῳ κατακλυσμὸν ὕδατος ἔσεσθαι, οἶον οὔτε γέγονεν οὔτε μὴν ἔσται. Ὀκτὼ δέ φησιν τὰς πάσας ψυχὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ διασεσῶσθαι, ἐν τῇ κατασπευασθείσῃ προστάγματι θεοῦ, οὐχ ὑπὸ Δευκαλίωνος, ἀλλ᾿ ὑπὸ τοῦ Νῶς ἑβραϊστί, ὃς διερμηνεύεται νῇ ἑλλάδι γλώσσῃ ἀνάπαυσις, καθὼς καὶ ἐν ἑτέρῳ λόγῳ ἐδηλώσαμεν ὡς Νῶε, καταγγέλλων τοῖς τότε ἀνθρώποις μέλλειν κατακλυσμὸν ἔσεσθαι, προεφήτευσεν αὐτοῖς λέγων· Δεῦτε, καλεῖ ὑμᾶς ὁ θεὸς εἰς μετάνοιαν· διὸ οἰκείως Δευκαλίων ἐκλήθη. Τούτῳ δὲ τῷ Νῶε υἱοὶ τρεῖς ἦσαν, καθὼς καὶ ἐν τῷ δευτέρῳ τόμῳ ἐδηλώσαμεν, ὧν τὰ ὀνόματά ἐστιν Σὴμ καὶ Χὰμ καὶ Ἰάφεθ, οἷς καὶ γυναῖκες τρεῖς

v.2.p.234
ἦσαν τὸ καθ᾿ ἕνα αὐτῶν, καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ. Τοῦτον τὸν ἄνδρα ἔνιοι Εὐνοῦχον προσηγορεύκασιν. Ὀκτὼ οὖν αἱ πᾶσαι ψυχαὶ ἀνθρώπων διεσώθησαν, οἱ ἐν τῇ κιβωτῷ εὑρεθέντες. Τὸν δὲ κατακλυσμὸν ἐσήμανεν ὁ Μωσῆς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα γεγενῆσθαι, ἀπὸ τοῦ οὐρανοῦ τῶν καταρακτῶν ῥυέντων καὶ πασῶν τῶν πηγῶν τῆς ἀβύσσου βλυσάντων, ὥστε τὸ ὕδωρ ὑψωθῆναι ἐπάνω παντὸς ὄρους ὑψηλοῦ πεντεκαίδεκα πήχεις. Καὶ οὕτως διεφθάρη τὸ γένος πάντων τῶν τότε ἀνθρώπων, μόνοι δὲ διεσώθησαν οἱ φυλαχθέντες ἐν τῇ κιβωτῷ, οὓς προειρήκαμεν ὀκτώ· ἧς κιβωτοῦ τὰ λείψανα μέχρις τοῦ δεῦρο δείκνυται εἶναι ἐν τοῖς Ἀραβικοῖς ὄρεσιν. Τὰ μὲν οὖν τοῦ κατακλυσμοῦ κεφαλαιωδῶς τοιαύτην ἔχει τὴν ἱστορίαν.

Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Αἰγύπτου ὑπὸ βασιλέως

v.2.p.236
Φαραώ, οὗ τοὔνομα Τέθμωσις, ὅς, φασίν, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ μῆνας δ᾿, ὡς ὑφῄρηται Μαναιθώς. Καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ΄. μετὰ δὲ τοῦτον Ἀμένωφις ἔτη κ΄, μῆνας ζ΄. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα΄, μῆνα α΄. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ΄, μῆνας θ΄. μετὰ δὲ τοῦτον Μηφραμμούθωσις ἔτη κ΄, μῆνας ι΄. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ΄, μῆνας η΄. καὶ μετὰ τοῦτον Δαμφενόφις ἔτη λ΄, μῆνας ι΄. μετὰ δὲ τοῦτον Ὦρος ἔτη λς΄, μῆνας ε΄. τούτου δὲ θυγάτηρ ἔτη ι΄, μῆνας γ΄.
v.2.p.238
μετὰ δὲ ταύτην Μερχερὴς ἔτη ιβ΄, μῆνας γ΄. τοῦ δὲ Ἄρμαϊς ἔτη δ΄, μῆνα α΄. καὶ μετὰ τοῦτον Ῥαμέσσης ἐνιαυτόν, μῆνας δ΄. μετὰ δὲ τοῦτον Μέσσης Μιαμμοὺ ἔτη [ξ]ς΄ καὶ μῆνας β΄. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη ιθ΄, μῆνας ς΄. τοῦ δὲ Θοῖσσος καὶ Ῥαμέσσης ἔτη ι΄, οὕς φασιν ἐσχηκέναι πολλὴν δύναμιν ἱππικῆς καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους. Οἱ μὲν Ἑβραῖοι, κατ᾿ ἐκεῖνο καιροῦ παροικήσαντες ἐν τῇ Αἰγύπτῳ καὶ καταδουλωθέντες ὑπὸ βασιλέως ὃς προείρηται Τέθμωσις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυράς, τήν τε Πειθὼ καὶ Ῥαμεσσῆ καὶ Ὤν, ἥτις ἐστὶν Ἡλίου πόλις· ὥστε καὶ τῶν πόλεων
v.2.p.240
τῶν τότε ὀνομαστῶν κατ᾿ Αἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἳ καὶ προπάτορες ἡμῶν, ἀφ᾿ ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρήκαμεν. Αἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως· τὸ γὰρ Σέθως, φασίν, Αἴγυπτος καλεῖται. Τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἄρμαϊς· οὗτος Δαναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Αἰγύπτου παραγενόμενος, οὗ μέμνηνται οἱ λοιποὶ συγγραφεῖς ὡς πάνυ ἀρχαίου τυγχάνοντος.