Ad Autolycum

Theophilus

Theophilus. Ad Autolycum libri tres (Corpus apologetarum christianorum saeculi secundi, Volume 8). Otto, Johann Carl Theodor, editor. Jena: Mauke, 1861.

Τίς οὖν πρὸς ταῦτα ἴσχυσεν τῶν καλουμένων σοφῶν

v.2.p.156
καὶ ποιητῶν καὶ ἱστοριογράφων τὸ ἀληθὲς εἰπεῖν, πολὺ μεταγενεστέρων αὐτῶν γεγενημένων καὶ πληθὺν θεῶν εἰσαγαγόντων, οἵτινες μετὰ τοσαῦτα ἔτη αὐτοὶ ἐγεννήθησαν τῶν πόλεων, ἔσχατοι καὶ τῶν βασιλέων καὶ ἐθνῶν καὶ πολέμων; Ἐχρῆν γὰρ αὐτοὺς μεμνῆσθαι πάντων καὶ τῶν πρὸ κατακλυσμοῦ γεγονότων, περί τε κτίσεως κόσμου καὶ ποιήσεως ἀνθρώπου, τά τε ἑξῆς συμβάντα ἀκριβῶς ἐξειπεῖν τοὺς παρ᾿ Αἰγυπτίοις προφήτας ἢ Χαλδαίους τούς τε ἄλλους συγγραφεῖς, εἴπερ θείῳ καὶ καθαρῷ πνεύματι ἐλάλησαν καὶ τὰ δι᾿ αὐτῶν ῥηθέντα ἀληθῆ ἀνήγγειλαν· καὶ οὐ μόνον τὰ προγενόμενα ἢ ἐνεστῶτα ἀλλὰ καὶ τὰ ἐπερχόμενα τῷ κόσμῳ ἐχρῆν αὐτοὺς προκαταγγεῖλαι. Διὸ δείκνυται παντας τοὺς λοιποὺς πεπλανῆσθαι, μόνους δὲ Χριστιανοὺς τὴν ἀλήθειαν κεχωρηκέναι, οἵτινες ὑπὸ πνεύματος ἁγίου διδασκόμεθα, τοῦ λαλήσαντος ἐν τοῖς ἁγίοις προφήταις καὶ τὰ πάντα προκαταγγελόντος.

Καὶ τὸ λοιπὸν ἔστω σοι φιλοφρόνως ἐρευνᾶν τὰ τοῦ θεοῦ, λέγω δὲ τὰ διὰ τῶν προφητῶν ῥηθέντα, ὅπως συγκρίνας τά τε ὑπὸ ἡμῶν λεγόμενα καὶ τὰ ὑπὸ τῶν λοιπῶν δυνήσει εὑρεῖν τὸ ἀληθές. Τὰ μὲν οὖν ὀνόματα τῶν καλουμένων θεῶν ὅτι παρ᾿ αὐτοῖς ὀνόματα ἀνθρώπων εὑρίσκεται, καθὼς ἐν τοῖς ἐπάνω ἐδηλώσαμεν, ἐξ αὐτῶν τῶν ἱστοριῶν ὧν συνέγραψαν ἀπεδείξαμεν. Αἱ δὲ εἰκόνες αὐτῶν τὸ καθ᾿ ἡμέραν ἕως τοῦ

v.2.p.158
δεῦρο ἐκτυποῦνται, εἴδωλα, ἔργα χειρῶν ἀνθρώπων. Καὶ τούτοις μὲν λατρεύει τὸ πλῆθος τῶν ματαίων ἀνθρώπων· τὸν δὲ ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων καὶ τροφέα πάσης πνοῆς ἀθετοῦσιν, πειθόμενοι δόγμασιν ματαίοις διὰ πλάνης πατροπαραδότου γνώμης ἀσυνέτου.Ὁ μέντοι γε θεὸς καὶ πατὴρ καὶ κτίστης τῶν ὅλων οὐκ ἐγκατέλιπεν τὴν ἀνθρωπότητα, ἀλλὰ ἔδωκεν νόμον καὶ ἔπεμψεν προφήτας ἁγίους πρὸς τὸ καταγγεῖλαι καὶ διδάξαι τὸ γένος τῶν ἀνθρώπων, εἰς τὸ ἕνα ἕκαστον ἡμῶν ἀνανῆψαι καὶ ἐπιγνῶναι ὅτι εἷς ἔστιν θεός· οἳ καὶ ἐδίδαξαν ἀπέχεσθαι ἀπὸ τῆς ἀθεμίτου εἰδωλολατρείας καὶ μοιχείας καὶ φόνου, πορνείας, κλοπῆς, φιλαργυρίας, ὅρκου ψεύδους, ὀργῆς καὶ πάσης ἀσελγείας καὶ ἀκαθαρσίας, καὶ πάντα ὅσα ἂν μὴ βούληται ἄνθρωπος ἑαυτῷ γίνεσθαι ἵνα μηδὲ ἄλλῳ ποιῇ, καὶ οὕτως ὁ δικαιοπραγῶν ἐκφύγῃ τὰς αἰωνίους κολάσεις καὶ καταξιωθῇ τῆς αἰωνίου ζωῆς παρὰ τοῦ θεοῦ.

Ὁ μὲν οὖν θεῖος νόμος οὐ μόνον κωλύει τὸ εἰδώλοις προσκυνεῖν, ἀλλὰ καὶ τοῖς στοιχείοις, ἡλίῳ σελήνῃ ἢ τοῖς λοιποῖς ἄστροις, ἀλλ᾿ οὔτε τῷ οὐρανῷ οὔτε γῇ οὔτε θαλάσσῃ ἢ πηγαῖς ἢ ποταμοῖς θρησκεύειν· ἀλλ᾿ ἢ μόνῳ τῷ ὄντως θεῷ καὶ ποιητῇ τῶν ὅλων χρὴ λατρεύειν ἐν ὁσιότητι καρδίας καὶ εἰλικρινεῖ γνώμῃ. Διό φησιν ὁ ἅγιος νόμος· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. Ὁμοίως καὶ οἱ προφῆται. Σολομὼν μὲν οὖν καὶ

v.2.p.160
τὸ διὰ νεύματος μὴ ἁμαρτάνειν διδάσκει ἡμᾶς, λέγων· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλεφαρά σου νευέτω δίκαια. Καὶ Μωσῆς δὲ καὶ αὐτὸς προφήτης περὶ μοναρχίας θεοῦ λέγει· Οὗτος ὁ θεὸς ὑμῶν ὁ στερεῶν τὸν οὐρανὸν καὶ κτίζων τὴν γῆν, οὗ αἱ χεῖρες κατέδειξαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξεν ὑμῖν αὐτὰ τοῦ ὀπίσω αὐτῶν πορεύεσθαι. Ἠσαΐας δὲ καὶ αὐτός φησιν· Οὕτως λέγει κύριος ὁ θεός, ὁ στερεώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· Οὗτος κύριος ὁ θεὸς ὑμῶν. Καὶ πάλιν δι᾿ αὐτοῦ· Ἐγώ, φησίν, ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῇ, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Καὶ ἐν ἑτέρῳ κεφαλαίῳ· Οὗτος ὁ θεὸς ὑμῶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρησις τῆς φρονήσεως αὐτοῦ. Ὁμοίως καὶ Ἱερεμίας· καί φησιν· Ὁ ποιήσας τὴν γῆν ἐπὶ τῇ ἰσχύϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Ὁρᾶν ἔστιν πῶς φίλα καὶ σύμφωνα ἐλάλησαν πάντες οἱ προφῆται, ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι ἐκφωνήσαντες περί τε μοναρχίας θεοῦ καὶ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς ἀνθρώπου ποιήσεως.Οὐ μὴν ἀλλὰ καὶ ὤδιναν, πενθοῦντες τὸ ἄθεον γένος τῶν ἀνθρώπων, καὶ τοὺς δοκοῦντας εἶναι σοφοὺς
v.2.p.162
διὰ τὴν ἐν αὐτοῖς πλάνην καὶ πώρωσιν τῆς καρδίας κατῄσχυναν. Ὁ μὲν Ἱερεμίας ἔφη· Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως αὐτοῦ, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς, ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. Τὸ αὐτὸ καὶ ὁ Δαυὶδ λέγει· Ἐφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν αὐτῶν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ὁμοίως καὶ Ἀββαπούμ· Τί ὠφελεῖ γλυπτὸν ἄνθρωπον, ὅτι ἔγλυψεν αὐτὸ φαντασίαν ψευδῆ; Οὐαὶ τῷ λέγοντι τῷ λίθῳ Ἐξεγέρθητι, καὶ τῷ ξύλῳ Ὑψώθητι. Ὁμοίως εἶπον καὶ οἱ λοιποὶ τῆς ἀληθείας προφῆται. Καὶ τί μοι τὸ πλῆθος καταλέγειν τῶν προφητῶν, πολλῶν ὄντων καὶ μυρία φίλα καὶ σύμφωνα εἰρηκότων; Οἱ γὰρ βουλόμενοι δύνανται ἐντυχόντες τοῖς δι᾿ αὐτῶν εἰρημένοις ἀκριβῶς γνῶναι τὸ ἀληθές, καὶ μὴ παράγεσθαι ὑπὸ διανοίας καὶ ματαιοπονίας. Οὗτοι οὖν οὓς προειρήκαμεν προφῆται ἐγένοντο ἐν Ἑβραίοις, ἀγράμματοι καὶ ποιμένες καὶ ἰδιῶται.

Σίβυλλα δέ, ἐν Ἕλλησιν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος, λέγουσα·

v.2.p.164
Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες, Πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες; Οὐ τρέμετ᾿, οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν, Ὕψιστον γνώστην, πανεπόπτην, μάρτυρα πάντων, Παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἅπασι Κάτθετο, χἡγητῆρα βροτῶν πάντων ἐποίησεν; Εἶς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος, Παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα, Αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης. Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ Ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
v.2.p.166
Ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατεναντίον ἠελίοιο Ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, Ἄνδρες ἐν ὀστήεσσι, φλέβες καὶ σάρκες ἐόντες. Αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου, Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη, Αὐτογενής, ἀγένητος, ἅπαντα κρατῶν διαπαντός, Πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαΐ κοινῷ. Τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν, Ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀέναόν τε Δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας, Δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ᾅδῃ. Τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν Εὐθεῖαν προλιπόντες ἀπήλθετε, καὶ δι᾿ ἀκανθῶν Καὶ σκολόπων ἐπλανᾶσθε. Βροτοὶ παύσασθε μάταιοι Ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέϊ νυκτὶ μελαίνῃ, Καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. Οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.
v.2.p.168
Ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί· Ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει. Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· Εἷς θεὸς ἔστι, βροχάς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων, Ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ Καὶ νιφετούς, πρύσταλλα. Τί δὴ καθ᾿ ἓν ἐξαγορεύω; Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. Καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη· Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρὸς Ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι. Ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν Οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην, Καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου, Οὔρεά θ᾿ ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν· Τῶν .τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος· Ἑρπετὰ δὲ γαίης κινούμενα ψυχοτροφεῖται, Ποικίλα τε πτηνῶν λιγυροθρόα, τραυλίζοντα, Ξουθὰ, λιγυπτερόφωνα, ταράσσοντ᾿ ἀέρα ταρσοῖς· Ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν·
v.2.p.170
Ἡμῖν τε κτήνη ὑπέταξεν παντα βροτοῖσιν, Πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον, Ἀνδρὶ δ᾿ ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά. Τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα; Ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀκ᾿ ἀρχῆς, Ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων, Τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν, Τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ· θυμὸν ἐγείρων, Καὶ πόλεμον καὶ λοιμὸν ἰδ᾿ ἄλγεα δακρυόεντα. Ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε; Αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες. Οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ, Εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας; Ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν Σητόβρωτα δέδορκε, πυκναῖς δ᾿ ἀράχναις δεδίασται !
v.2.p.172
Προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι, Καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης Καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, Κἀν παρόδοισι λίθων συγχώματα· ταῦτα σέβεσθε Ἄλλα τε πολλὰ μάταια, ἃ δὴ κ᾿ αἰσχρὸν ἀγορεύειν. Εἰσὶ θεοὶ μερόπων δολοήτορες [οὗτοι] ἀβούλων, Τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός. Οὗ δ᾿ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς, Καὶ μέλιτος [γλυκεροῦ] γλυκερώτερον ἀνδράσι χάρμα Ἐκπροχέει—, τῷ δεῖ μόνῳ αὐχένα κάμπτειν, Καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾿ ἀνακλίνειν. Ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον, Ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ᾿ ἄκρητον, Εἱλκύσατ᾿ ἀφροσύνῃσι μεμηνότι πνεύματι πάντες·
v.2.p.174
Κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν, Καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ᾿ ἐφορῶντα. Τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς· Λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος τὸ πανῆμαρ, Ψεύδεσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοισιν ἀχρήστοις. Οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε Ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ Οἰκοῦντες παραδείσου [ὁμῶς] ἐριθηλέα κῆπον, Δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος.Ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προσφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ᾿ ἀξίαν τῶν πράξεων κολασθῆναι.

Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσιν, λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Αἰσχύλος ἔφη·

v.2.p.176
Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη Ἐπεὶ Ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. Ὡσαύτως καὶ Εὐριπίδης· Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες. Νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς. Καὶ πάλιν ὁ αὐτός· Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος. Ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ᾿ ἐπίσταμαι μέγα, Τὸν κακῶς [τι] δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·
v.2.p.178
Ὁ τῆς Δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανεν λέγων· Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, Κατ᾿ ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν. Ὁρᾷς Δίκην ἄναυδον, οὐχ ὁρωμένην Εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ· Ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον. Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον· Ὅ τι δ᾿ ἂν ποιῇς δεινόν, νόμιζ᾿ ὁρᾶν τινά.
v.2.p.180
Τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης Οὐκ ἔστιν κακὸν Ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ Πάντα μεταῤῥίπτει θεός; Πάλιν Εὐριπίδης· Οὐδέποτ᾿ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ᾿ ὄλβον Βέβαιον εἰκάσαι χρεών, Οὐδ᾿ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος Δείκνυσιν ἀνθρώπων κακότητας. Ἔτι ὁ Εὐριπίδης· Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι Τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. Καὶ ὁ Σοφοκλῆς· Εἰ δείν᾿ ὄρεξας, δεινὰ καὶ παθεῖν σε δεῖ.
v.2.p.182
Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματοςὅτι μέλλει ὁ θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχεδὸν προειρήκασιν, ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου θέλοντες καὶ μὴ θέλοντες ἀκόλουθα ἐξεῖπαν τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι καὶ κλέψαντες ταῦτα ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.

Καὶ τί γὰρ ἤτοι ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; Πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. Περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προείρηκεν· Ἰδοὺ ἡμέρα ἔρχεται κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς. Καὶ Ἠσαΐας· Ἥξει γὰρ ὀργὴ θεοῦ ὡς χάλαζα συγκαταφερομένη βίᾳ καὶ ὡς ὕδωρ σύρον ἐν φάραγγι.Τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ καὶ φιλόσοφοι καὶ δεδηλώκασιν περὶ δικαιοσύνης καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ θεὸς οὐ μόνον τῶν ζώντων ἡμῶν ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. Καὶ τῶν μὲν προφητῶν Σολομὼν περὶ τῶν τεθνηκότων εἶπεν· Ἔσται ἴασις ταῖς σαρξὶν καὶ ἐπιμέλεια τῶν ὀστέων. Τὸ δ᾿ αὐτὸ καὶ Δαυίδ· Ἀγαλλιάσεται ὀστᾶ τεταπεινωμένα. Τούτοις ἀκόλουθα εἴρηκεν καὶ Τιμοκλῆς, λέγων· Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός.

v.2.p.184
Καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες κατῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας, καὶ περὶ ἀκρισίας φάσκοντες ὡμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν ὡμολόγησαν. Ομηρος μὲν οὖν, εἰπών· Ψυχὴ δ᾿ ἠΰτ᾿ ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει· Ψυχὴ δ᾿ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει. Καὶ πάλιν· Θάπτε με ὅττι τάχιστα, πύλας Ἀΐδαο περήσω. Τὰ δὲ περὶ τῶν λοιπῶν, οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασιν. Ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ θεοῦ καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. Καὶ γάρ τις εἶπεν προφήτης ὧν προεγράψαμεν, ὀνόματι Ὠσηέ· Τίς σοφὸς καὶ συνήσει ταῦτα, συνετὸς καὶ γνώσεται; Ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. Χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. Πειράθητι
v.2.p.186
οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.

v.2.p.188
v.2.p.190

Θεόφιλος Αὐτολύκῳ χαίρειν. Ἐπειδὴ οἱ συγγραφεῖς βούλονται πληθὺν βίβλων συγγράφειν πρὸς κενὴν δόξαν, οἱ μὲν περὶ θεῶν καὶ πολέμων ἢ χρόνων, τινὲς δὲ καὶ μύθων ἀνωφελῶν καὶ τῆς λοιπῆς ματαιοπονίας, ἧς ἤσκεις καὶ σὺ ἕως τοῦ δεῦρο, κἀκείνου μὲν τοῦ καμάτου οὐκ ὀκνεῖς ἀνεχόμενος, ἡμῖν δὲ συμβαλὼν ἔτι λῆρον ἡγῇ τυγχάνειν τὸν λόγον τῆς ἀληθείας, οἰόμενος προσφάτους καὶ νεωτερικὰς εἶναι τὰς παρ᾿ ἡμῖν γραφάς, διὰ δὴ κἀγὼ οὐκ ὀκνήσω ἀνακεφαλαιώσασθαί σοι παρέχοντος θεοῦ τὴν ἀρχαιότητα τῶν παρ᾿ ἡμῖν γραμμάτων, ὑπόμνημά σοι ποιούμενος δι᾿ ὀλίγων, ὅπως μὴ ὀκνήσῃς ἐντυγχάνειν αὐτῷ, ἐπιγνῷς δὲ τῶν λοιπῶν συνταξάντων τὴν φλυαρίαν.

Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. Τρόπῳ γάρ τινι οἱ τὰ ἄδηλα συγγράφοντες ἀέρα δέρουσιν.Τί γὰρ ὠφέλησεν Ὅμηρον συγγράψαι τὸν Ἰλιακὸν πόλεμον καὶ πολλοὺς ἐξαπατῆσαι, ἢ Ἡσίοδον ὁ κατάλογος τῆς θεογονίας τῶν παρ᾿ αὐτῷ θεῶν ὀνομαζομένων, ἢ Ὀρφέα οἱ τριακόσιοι ἑξήκοντα πέντε θεοί, οὓς αὐτὸς ἐπὶ τέλει τοῦ βίου ἀθετεῖ, ἐν ταῖς Διαθήκαις αὐτοῦ λέγων ἕνα εἶναι θεόν; Τί δὲ ὠφέλησεν Ἄρατον ἡ σφαιρογραφία τοῦ κοσμικοῦ κύκλου, ἢ τοὺς τὰ ὅμοια αὐτῷ εἰπόντας, πλὴν τῆς κατ᾿ ἄνθρωπον δόξης, ἧς οὐδὲ αὐτῆς κατ᾿ ἀξίαν ἔτυχον; Τί δὲ καὶ ἀληθὲς εἰρήκασιν; Ἢ τί ὠφέλησεν Εὐριπίδην καὶ Σοφοκλέα ἢ τοὺς λοιποὺς τραγῳδιογράφους αἱ τραγῳδίαι, ἢ Μένανδρον καὶ Ἀριστοφάνην καὶ τοὺς λοιποὺς κωμικοὺς αἱ κωμῳδίαι, ἢ Ἡρόδοτον καὶ Θουκυδίδην αἱ ἱστορίαι αὐτῶν, ἢ Πυθαγόραν τὰ ἄδυτα καὶ Ἡρακλέους στῆλαι, ἢ Διογένην ἡ κυνικὴ φιλοσοφία, ἢ Ἐπίκουρον τὸ δογματίζειν μὴ εἶναι πρόνοιαν, ἢ Ἐμπεδοκλέα τὸ διδάσκειν ἀθεότητα, ἢ Σωκράτην τὸ ὀμνύειν τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον καὶ τὸν κεραυνωθέντα Ἀσκληπιὸν καὶ τὰ δαιμόνια ἃ ἐπεκαλεῖτο; Πρὸς τί δὲ καὶ ἑκὼν ἀπέθνησκεν, τίνα καὶ ὁποῖον μισθὸν μετὰ

v.2.p.192
θάνατον ἀπολαβεῖν ἐλπίζων; Τί δὲ ὠφέλησεν Πλάτωνα ἡ κατ᾿ αὐτὸν παιδεία, ἢ τοὺς λοιποὺς φιλοσόφους τὰ δόγματα αὐτῶν, ἵνα μὴ τὸν ἀριθμὸν αὐτῶν καταλέγω πολλῶν ὄντων; Ταῦτα δέ φαμεν εἰς τὸ ἐπιδεῖξαι τὴν ἀνωφελῆ καὶ ἄθεον διάνοιαν αὐτῶν.

Δόξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. Καὶ γὰρ ἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτούς, ᾗ ἀσύμφωνα εἰρήκασιν, καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν· οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ᾿ ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται. Ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, αὐτοὶ δ᾿ ὕστερον ἀθεότητα ἐδίδαξαν, ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων, ἀλλὰ καὶ περὶ προνοίας λέγοντες πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν.Τί δέ; Οὐχὶ καὶ περὶ σεμνότητος πειρώμενοι γράφειν ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπιτελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀῤῥητοποιΐας εἰσηγήσαντο; Καὶ πρώτους γε τοὺς θεοὺς

v.2.p.194
αὐτῶν κηρύσσουσιν ἐν ἀῤῥήτοις μίξεσιν συγγίνεσθαι ἔν τε ἀθέσμοις βρώσεσιν. Τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον, Δία δὲ τὸν παῖδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἥφαιστόν τινα χαλκέα φασὶν διακονεῖν αὐτοῖς· τήν τε Ἥραν ἰδίαν ἀδελφὴν αὐτοῦ μὴ μόνον τὸν Δία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγτου ἀῤῥητοποιεῖν; Τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταί, εἰκὸς ἐπίστασαι. Τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσειδῶνος καὶ Ἀπολλωνος ἢ Διονύσου καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλοκόλπου καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιηκότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον;

Οὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σε θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. Φρόνιμος γὰρ ὢν ἡδέως μωρῶν ἀνέχῃ· ἐπεί τοι οὐκ ἂν ἐκινήθης ὑπὸ ἀνοήτων ἀνθρώπων κενοῖς λόγοις ἀπάγεσθαι καὶ φήμῃ πείθεσθαι

v.2.p.196
προκατεσχηκυίῃ, στομάτων ἀθέων ψευδῶς συκοφαντούντων ἡμᾶς, τοὺς θεοσεβεῖς καὶ Χριστιανοὺς καλουμένους, φασκόντων ὡς κοινὰς ἁπάντων οὔσας τὰς γυναῖκας ἡμῶν καὶ ἀδιαφόρῳ μίξει ζῶντας, ἔτι μὴν καὶ ταῖς ἰδίαις ἀδελφαῖς συμμίγνυσθαι, καί, τὸ ἀθεώτατον καὶ ὠμότατον πάντων, σαρκῶν ἀνθρωπίνων ἐφάπτεσθαι ἡμᾶς. Ἀλλὰ καὶ ὡς προσφάτου ὁδεύοντος τοῦ καθ᾿ ἡμᾶς λόγου, καὶ μηδὲν ἔχειν ἡμᾶς λέγειν εἰς ἀπόδειξιν ἀληθείας τῆς καθ᾿ ἡμᾶς καὶ διδασκαλίας, μωρίαν δὲ εἶναι τὸν λόγον ἡμῶν φασιν.Ἐγὼ μὲν οὖν θαυμάζω μάλιστα ἐπὶ σοί, ὅς, ἐν μὲν τοῖς λοιποῖς γενόμενος σπουδαῖος καὶ ἐκζητητὴς ἁπάντων πραγμάτων, ἀμελέστερον ἡμῶν ἀκούεις. Εἰ γάρ σοι δυνατόν, καὶ νύκτωρ οὐκ ὤκνεις διατρίβειν ἐν ταῖς βιβλιοθήκαις.

Ἐπειδὴ οὖν πολλὰ ἀνέγνως, τί σοι ἔδοξεν τὰ Ζήνωνος ἢ τὰ Διογένους καὶ Κλεάνθους, ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν, διδάσκουσαι ἀνθρωποβορίας, πατέρας μὲν ὑπὸ ἰδίων τέκνων

v.2.p.198
ἕψεσθαι καὶ βιβρώσκεσθαι, καὶ εἴ τις οὐ βούλοιτο ἢ μέλος τι τῆς μυσερᾶς τροφῆς ἀποῤῥίψειεν, αὐτὸν κατεσθίεσθαι τὸν μὴ φαγόντα; Πρὸς τούτοις ἀθεωτέρα τις φωνὴ εὑρίσκεται, ἡ τοῦ Διογένους, διδάσκοντος τὰ τέκνα τοὺς ἑαυτῶν γονεῖς εἰς θυσίαν ἄγειν καὶ τούτους κατεσθίειν. Τί δέ; Οὐχὶ καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος μυθεύει τὸν Καμβύσην τὰ τοῦ Ἁρπάγου τέκνα σφάξαντα καὶ ἑψήσαντα παρατεθεικέναι τῷ πατρὶ βοράν; Ἔτι δὲ καὶ παρὰ Ἰνδοῖς μυθεύει κατεσθίεσθαι τοὺς πατέρας ὑπὸ τῶν ἰδίων τέκνων. Ὤ τῆς ἀθέου διδασκαλίας τῶν τὰ τοιαῦτα ἀναγραψάντων μᾶλλον δὲ διδαξάντων, ὢ τῆς ἀσεβείας καὶ ἀθεότητος αὐτῶν, ὢ τῆς διανοίας τῶν οὕτως ἀκριβῶς φιλοσοφησάντων καὶ φιλοσοφίαν ἐπαγγελλομένων. Οι γὰρ ταῦτα δογματίσαντες τὸν κόσμον ἀσεβείας ἐνέπλησαν.

Καὶ γὰρ περὶ ἀθέσμου πράξεως σχεδὸν πᾶσιν συμπεφώνηκεν

v.2.p.200
τοῖς περὶ τὸν χορὸν τῆς φιλοσοφίας πεπλανημένοις. Καὶ πρῶτός γε Πλάτων, ὁ δοκῶν ἐν αὐτοῖς σεμνότερον πεφιλοσοφηκέναι, διαῤῥήδην ἐν τῇ πρώτῃ βίβλῳ τῶν Πολιτειῶν ἐπιγραφομένῃ τρόπῳ τινὶ νομοθετεῖ χρῆν εἶναι κοινὰς ἁπάντων τὰς γυναῖκας, χρώμενος παραδείγματι τῷ Διὸς καὶ Κρητῶν νομοθέτῃ, ὅπως διὰ προφάσεως παιδοποιΐα πολλὴ γίνηται ἐκ τῶν τοιούτων, καὶ ὡς δῆθεν τοὺς λυπουμένους διὰ τοιούτων ὁμιλιῶν χρῆν παραμυθεῖσθαι. Ἐπίκουρος δὲ καὶ αὐτὸς σὺν τῷ ἀθεότητα διδάσκειν συμβουλεύει καὶ μητράσι καὶ ἀδελφαῖς συμμίγνυσθαι, καὶ πέρα τῶν νόμων τῶν τόδε κωλυόντων. Ὁ γὰρ Σόλων καὶ περὶ τούτου σαφῶς ἐνομοθέτησεν, ὅπως ἐκ τοῦ γήμαντος οἱ παῖδες νομίμως γίνωνται, πρὸς τὸ μὴ ἐκ μοιχείας τοὺς
v.2.p.202
γεννωμένους εἶναι, ἵνα μὴ τὸν οὐκ ὄντα πατέρα τιμήσῃ τις ὡς πατέρα, ἢ τὸν ὄντως πατέρα ἀτιμάσῃ τις, ἀγνοῶν ὡς μὴ πατέρα. Ὁπόσα τε οἱ λοιποὶ νόμοι κωλύουσιν Ῥωμαίων τε καὶ Ἑλλήνων τὰ τοιαῦτα πράσσεσθαι. Πρὸς τί οὖν Ἐπίκουρος καὶ οἱ Στωϊκοὶ δογματίζουσιν ἀδελφοκοιτίας καὶ ἀῤῥενοβασίας ἐπιτελεῖσθαι, ἐξ ὧν διδασκαλιῶν. μεστὰς βιβλιοθήκας πεποιήκασιν, εἰς τὸ ἐκ παίδων μανθάνειν τὴν ἄθεσμον κοινωνίαν; Καὶ τί μοι λοιπὸν κατατρίβεσθαι περὶ αὐτῶν, ὅπου γε καὶ περὶ τῶν θεῶν παρ᾿ αὐτοῖς λεγομένων τὰ ὅμοια κατηγγέλκασιν;