Ad Autolycum

Theophilus

Theophilus. Ad Autolycum libri tres (Corpus apologetarum christianorum saeculi secundi, Volume 8). Otto, Johann Carl Theodor, editor. Jena: Mauke, 1861.

Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν κύριος ὁ θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ θεὸς Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ θεὸς Οὐ μὴ φάγεσθε ἀπ᾿ αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ διανοιχθήσονται ὑμῶν oἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μεθ᾿ ἑαυτῆς, καὶ ἔφαγον. Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔῤῥαψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Καὶ ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ θεοῦ, περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ· Ποῦ εἶ;

v.2.p.116
Καὶ εἶπεν αὐτῷ· Τὴν φωνήν σου ἤκουσα ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ· Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; Καὶ εἶπεν Ἀδάμ· Ἡ γυνή, ἣν ἔδωκάς μοι, αὐτή μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Καὶ εἶπεν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέν με, καὶ ἔφαγον. Καὶ εἶπεν κύριος ὁ θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρως τῆς ζωῆς σου. Καὶ ἔχθραν ποιήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει τὴν κεφαλήν, καὶ σὺ αὐτοῦ τηρήσεις τὴν πτέρναν. Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπῃ τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μόνου τούτου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπῃ φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ σου. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν,
v.2.p.118
ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Τῆς μὲν οὖν ἱστορίας τοῦ ἀνθρώπου καὶ τοῦ παραδείσου τὰ ῥητὰ τῆς ἁγίας γραφῆς οὕτως περιέχει.

Ἐρεῖς οὖν μοι· Σὺ φῂς τὸν θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθαι, καὶ πῶς νῦν λέγεις αὐτὸν ἐν τῷ παραδείσῳ περιπατεῖν; Ἄκουε ὅ φημι. Ὁ μὲν θεὸς καὶ πατὴρ τῶν ὅλων ἀχώρητός ἐστιν καὶ ἐν τόπῳ οὐχ εὑρίσκεται· οὐ γάρ ἐστιν τόκος τῆς καταπαύσεως αὐτοῦ. Ὁ δὲ λόγος αὐτοῦ, δι᾿ οὗ τὰ πάντα πεποίηκεν, δύναμις ὢν καὶ σοφία αὐτοῦ, ἀναλαμβάνων τὸ πρόσωπον τοῦ πατρὸς καὶ κυρίου τῶν ὅλων, οὗτος παρεγίνετο εἰς τὸν· παράδεισον ἐν προσώπῳ τοῦ θεοῦ καὶ ὡμίλει τῷ Ἀδάμ. Καὶ γὰρ αὐτὴ ἡ θεία γραφὴ διδάσκει ἡμᾶς τὸν Ἀδὰμ λέγοντα τῆς φωνῆς ἀκηκοέναι. Φωνὴ δὲ τί ἄλλο ἐστὶν ἀλλ᾿ ἢ ὁ λόγος ὁ τοῦ θεοῦ, ὅς ἐστιν καὶ υἱὸς αὐτοῦ; Οὐχ ὡς οἱ ποιηταὶ καὶ μυθογράφοι λέγουσιν υἱοὺς θεῶν ἐκ συνουσίας γεννωμένους, ἀλλὰ ὡς ἀληθεία διηγεῖται τὸν λόγον τὸν ὄντα διὰ παντὸς ἐνδιάθετον ἐν καρδίᾳ θεοῦ. Πρὸ γάρ τι γίνεσθαι τοῦτο εἶχεν σύμβουλον, ἑαυτοῦ νοῦν καὶ φρόνησιν ὄντα. Ὁπότε δὲ ἠθέλησεν ὁ θεὸς ποιῆσαι ὅσα ἐβουλεύσατο, τοῦτον τὸν λόγον ἐγέννησεν προφορικόν, πρωτότοκον πάσης κτίσεως, οὐ κενωθεὶς αὐτὸς τοῦ λόγου, ἀλλὰ λόγον γεννήσας καὶ τῷ λόγῳ αὐτοῦ διὰ παντὸς ὁμιλῶν. Ὅθεν διδάσκουσιν ἡμᾶς αἱ ἅγιαι γραφαὶ καὶ πάντες αἱ

v.2.p.120
πνευματοφόροι, ἐξ ὧν Ἰωάννης λέγει· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν· δεικνὺς ὅτι ἐν πρώτοις μόνος ἧν ὁ θεὸς καὶ ἐν αὐτῷ ὁ λόγος. Ἔπειτα λέγει· Καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν. Θεὸς οὖν ὢν ὁ λόγος καὶ ἐκ θεοῦ πεφυκώς, ὁπόταν βούληται ὁ πατὴρ τῶν ὅλων πέμπει αὐτὸν εἴς τινα τόπον, ὃς παραγινόμενος καὶ ἀκούεται καὶ ὁρᾶται, πεμπόμενος ὑπ᾿ αὐτοῦ, καὶ ἐν τόπῳ εὑρίσκεται.

Τὸν οὖν ἄνθρωπον ὁ θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσεν αὐτοῦ πεφανέρωκεν μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τὸ ἐν κρείσσονι τόπῳ καὶ χωρίῳ διαφόρῳ αὐτὸν εἶναι.Καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, αὐτὸ τὸ ἔργον δείκνυσιν. Πῶς γὰρ οὐκ ἔστιν κατανοῆσαι τὴν μὲν ὠδῖνα, ἣν πάσχουσιν ἐν τῷ τοκετῷ αἱ γυναῖκες, καὶ μετὰ τοῦτο λήθην· τοῦ πόνου ποιοῦνται, ὅπως πληρωθῇ ὁ τοῦ θεοῦ λόγος εἰς τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι τὸ γένος τῶν ἀνθρώπων; Τί δ᾿ οὐχὶ καὶ τὴν τοῦ ὄφεως κατάκρισιν, κῶς στυγητὸς τυγχάνει ἕρπων ἐπὶ τῇ κοιλίᾳ καὶ ἐσθίων γῆν, ὅπως καὶ τοῦτο ᾖ εἰς ἀπόδειξιν ἡμῖν τῶν προειρημένων;

Ἐξανατείλας οὖν ὁ θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον, ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. Ἐν γὰρ πρώτοις μόνα ᾖν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ καὶ σπέρματα καὶ χλόαι· τὰ δὲ ἐν τῷ παραδείσῳ ἐγενήθη διαφόρῳ καλλονῇ καὶ ὡραιότητι, ὅκου γε καὶ φυτεία ὠνόμασται ὑπὸ θεοῦ πεφυτευμένη. Καὶ τὰ μὲν λοιπὰ φυτὰ ὅμοια καὶ ὁ κόσμος ἔσχηκεν· τὰ δὲ δύο ξύλα, τὸ τῆς ζωῆς καὶ τὸ τῆς γνώσεως, οὐκ ἔσχηκεν

v.2.p.122
ἑτέρα γῆ ἀλλ᾿ ἢ ἐν μόνῳ τῷ παραδείσῳ.Ὅτι δὲ καὶ ὁ παράδεισος γῆ ἐστιν καὶ ἐπὶ τῆς γῆς πεφύτευται, ἡ γραφὴ λέγει· Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀντολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἀπὸ τῆς γῆς πᾶν ξύλον, ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. Τὸ οὖν ἔτι ἐκ τῆς γῆς καὶ κατὰ ἀνατολὰς σαφῶς διδάσκει ἡμᾶς ἡ θεία γραφὴ τὸν παράδεισον ὑπὸ τοῦτον τὸν οὐρανόν, ὑφ᾿ ὃν καὶ ἀνατολαὶ καὶ· γῆ εἰσιν. Ἐδὲμ δὲ ἑβραϊστὶ τὸ εἰρημένον ἑρμηνεύεται τρυφή. Ποταμὸν δὲ σεσήμακεν ἐκπορεύεσθαι ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον, κἀκεῖθεν διαχωρίζεσθαι εἰς τέσσαρας ἀρχάς· ὧν δύο, οἱ καλούμενοι Φεισὼν καὶ Γεών, ποτίζουσιν τὰ ἀνατολικὰ μέρη, μάλιστα ὁ Γεών, ὁ κυκλῶν πᾶσαν γῆν Αἰθιοπίας, ὅν φασιν ἐν τῇ Αἰγύπτῳ ἀναφαίνεσθαι τὸν καλούμενον Νεῖλον. Οἱ δὲ ἄλλοι δύο ποταμοὶ φανερῶς γινώσκονται παρ᾿ ἡμῖν, οἱ καλούμενοι Τίγρις καὶ Εὐφράτης· οὗτοι γὰρ γειτνιῶσιν ἕως τῶν ἡμετέρων κλιμάτων.Θεὶς δὲ ὁ θεὸς τὸν ἄνθρωπον, καθὼς προειρήκαμεν, ἐν τῷ παραδείσῳ εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν, ἐνετείλατο αὐτῷ ἀπὸ πάντων τῶν καρπῶν ἐσθίειν, δηλονότι καὶ ἀπὸ τοῦ τῆς ζωῆς, μόνου δὲ ἐκ τοῦ ξύλου τοῦ τῆς γνώσεως ἐνετείλατο αὐτῷ μὴ γεύσασθαι.
v.2.p.124
Μετέθηκεν δὲ αὐτὸν ὁ θεὸς ἐκ τῆς γῆς, ἐξ ἧς ἐγεγόνει, εἰς τὸν παράδεισον, διδοὺς αὐτῷ ἀφορμὴν προκοπῆς, ὅπως αὐξάνων καὶ τέλειος γενόμενος, ἔτι δὲ καὶ θεὸς ἀναδειχθείς, οὕτως καὶ εἰς τὸν οὐρανὸν ἀναβῇ (μέσος γὰρ ὁ ἄνθρωπος ἐγεγόνει, οὔτε θνητὸς ὁλοσχερῶς οὔτε ἀθάνατος τὸ καθόλου, δεκτικὸς δὲ ἑκατέρων· οὕτως καὶ τὸ χωρίον ὁ παράδεισος, ὡς πρὸς καλλονήν, μέσος τοῦ κόσμου καὶ τοῦ οὐρανοῦ γεγένηται), ἔχων ἀϊδιότητα. Τὸ δὲ εἰπεῖν ἐργάζεσθαι οὐκ ἄλλην τινὰ ἐργασίαν δηλοῖ ἀλλ᾿ ἢ τὸ φυλάσσειν τὴν ἐντολὴν τοῦ θεοῦ, ὅκως μὴ παρακούσας ἀπολέσῃ ἑαυτόν, καθὼς καὶ ἀπώλεσεν διὰ ἁμαρτίας.

Τὸ μὲν ξύλον τὸ τῆς γνώσεως αὐτὸ μὲν καλὸν καὶ ὁ καρπὸς αὐτοῦ καλός. Οὐ γάρ, ὡς οἴονταί τινες, θάνατον εἶχεν τὸ ξύλον, ἀλλ᾿ ἡ παρακοή. Οὐ γάρ τι ἕτερον ἦν ἐν τῷ καρπῷ ἢ μόνον γνῶσις. Ἡ δὲ γνῶσις καλή, ἐπὰν αὐτῇ οἰκείως τις χρήσηται. Τῇ δὲ οὔσῃ ἡλικίᾳ ὅδε Ἀδὰμ ἔτι νήπιος ἦν· διὰ οὔπω ἠδύνατο τὴν γνῶσιν κατ᾿ ἀξίαν χωρεῖν. Καὶ γὰρ νῦν,

v.2.p.126
ἐπὰν γενηθῇ παιδίον, οὐκ ἤδη δύναται ἄρτον ἐσθίειν, ἀλλὰ πρῶτον γάλακτι ἀνατρέφεται, ἔπειτα κατὰ πρόσβασιν τῆς ἡλικίας καὶ ἐπὶ τὴν στερεὰν τροφὴν ἔρχεται. Οὕτως ἂν γεγόνει καὶ τῷ Ἀδάμ.Διὸ οὐχ ὡς φθονῶν αὐτῷ ὁ θεός, ὡς οἴονταί τινες, ἐκέλευσεν μὴ ἐσθίειν ἀπὸ τῆς γνώσεως. Ἔτι μὴν καὶ ἐβούλετο δοκιμάσαι αὐτόν, εἰ ὑπήκοος γίνεται τῇ ἐντολῇ αὐτοῦ. Ἅμα δὲ καὶ ἐπὶ πλείονα χρόνον ἐβούλετο ἁπλοῦν καὶ ἀκέραιον διαμεῖναι τὸν ἄνθρωπον νηπιάζοντα. Τοῦτο γὰρ ὅσιόν ἐστιν, οὐ μόνον παρὰ θεῷ ἀλλὰ καὶ παρὰ ἀνθρώποις, τὸ ἐν ἁπλότητι καὶ ἀκακίᾳ ὑποτάσσεσθαι τοῖς γονεῦσιν. Εἰ δὲ χρὴ τὰ τέκνα τοῖς γονεῦσιν ὑποτάσσεσθαι, πόσῳ μᾶλλον τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων; Ἔτι μὴν καὶ ἄσχημόν ἐστιν τὰ παιδία τὰ νήπια ὑπὲρ ἡλικίαν φρονεῖν. Καθάπερ γὰρ τῇ ἡλικίᾳ τις πρὸς τάξιν αὔξει, οὕτως καὶ ἐν τῷ φρονεῖν. Ἄλλως τε ἐπὰν νόμος κελεύσῃ ἀπέχεσθαι ἀπό τινος καὶ μὴ ὑπακούῃ τις, δῆλον ὅτι οὐχ ὁ νόμος κόλασιν παρέχει, ἀλλὰ ἡ ἀπείθεια καὶ ἡ παρακοή. Καὶ γὰρ πατὴρ ἰδίῳ τέκνῳ ἐνίοτε προστάσσει ἀπέχεσθαί τινων, καὶ ἐπὰν οὐχ ὑπακούῃ τῇ πατρικῇ ἐντολῇ, δέρεται καὶ ἐπιτιμίας τυγχάνει διὰ τὴν παρακοήν· καὶ οὐκ ἤδη αὐτὰ τὰ πράγματα πληγαί εἰσιν, ἀλλ᾿ ἡ παρακοὴ τῷ ἀπειθοῦντι ὕβρεις περιποιεῖται. Οὕτως καὶ τῷ πρωτοπλάστῳ ἡ παρακοὴ περιεποιήσατο ἐκβληθῆναι αὐτὸν ἐκ
v.2.p.128
τοῦ παραδείσου· οὐ μέντοι γε ὡς κακοῦ τι ἔχοντος τοῦ ξύλου τῆς γνώσεως, διὰ δὲ τῆς παρακοῆς ὁ ἄνθρωπος ἐξήντλησεν πόνον ὀδύνην λύπην, καὶ τὸ τέλος ὑπὸ θάνατον ἔπεσεν.

Καὶ τοῦτο δὲ ὁ θεὸς μεγάλην εὐεργεσίαν παρέσχεν τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα. Ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμοῦ ἐξέβαλλεν αὐτὸν ἐκ τοῦ παραδείσου, ὅπως διὰ τῆς ἐπιτιμίας τακτῷ ἀποτίσας χρόνῳ τὴν ἁμαρτίαν καὶ παιδευθεὶς ἐξ ὑστέρου ἀνακληθῇ. Διὸ καὶ πλασθέντος τοῦ ἀνθρώπου ἐν τῷ κόσμῳ τούτῳ μυστηριωδῶς ἐν τῇ Γενέσει γέγραπται, ὡς δὶς αὐτοῦ ἐν τῷ παραδείσῳ τεθέντος· ἵνα τὸ μὲν ἅπαξ ᾖ πεπληρωμένον ὅτε ἐτέθη, τὸ δὲ δεύτερον μέλλῃ πληροῦσθαι μετὰ τὴν ἀνάστασιν καὶ κρίσιν. Οὐ μὴν ἀλλὰ καὶ καθάπερ σκεῦός τι, ἐπὰν πλασθὲν αἰτίαν τινὰ σχῇ, ἀναχωνεύεται ἢ ἀναπλάσσεται εἰς τὸ γενέσθαι καινὸν καὶ ὁλόκληρον, οὕτως γίνεται καὶ τῷ ἀνθρώπῳ διὰ θανάτου· δυνάμει γὰρ τέθραυσται ἵνα ἐν τῇ ἀναστάσει ὑγιὴς εὑρεθῇ, λέγω δὲ ἄσπιλος καὶ δίκαιος καὶ ἀθάνατος.Τὸ δὲ καλέσαι καὶ εἰπεῖν τὸν

v.2.p.130
θεόν· Ποῦ εἷ Ἀδάμ; οὐχ ὡς ἀγνοῶν τοῦτο ἐποίει ὁ θεός, ἀλλὰ μακρόθυμος ὢν ἀφορμὴν ἐδίδου αὐτῷ μετανοίας καὶ ἑξαμολογήσεως.

Ἀλλὰ φήσει οὖν τις ἡμῖν· Θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος; Οὐδαμῶς. Τί οὖν ἀθάνατος; Οὐδὲ τοῦτό φαμεν. Ἀλλὰ ἐρεῖ τις· Οὐδὲν οὖν ἐγένετο; Οὐδὲ τοῦτο λέγομεν. Οὔτε οὖν φύσει θνητὸς ἐγένετο οὔτε ἀθάνατος. Εἰ γὰρ ἀθάνατον αὐτὸν ἀπ᾿ ἀρχῆς πεποιήκει, θεὸν αὐτὸν πεποιήκει· πάλιν εἰ θνητὸν αὐτὸν πεποιήκει, ἐδόκει ἂν ὁ θεὸς αἴτιος εἷναι

v.2.p.132
τοῦ θανάτου αὐτοῦ. Οὔτε οὖν ἀθάνατον αὐτὸν ἐποίησεν οὔτε μὴν θνητόν, ἀλλά, καθὼς ἐπάνω προειρήκαμεν, δεκτικὸν ἀμφοτέρων, ἵνα, εἰ ῥέψῃ ἐπὶ τὰ τῆς ἀθανασίας τηρήσας τὴν ἐντολὴν τοῦ θεοῦ, μισθὸν κομίσηται παρ᾿ αὐτοῦ τὴν ἀθανασίαν καὶ γένηται θεός, εἰ δ᾿ αὖ τραπῇ ἐπὶ τὰ τοῦ θανάτου πράγματα παρακούσας τοῦ θεοῦ, αὐτὸς ἑαυτῷ αἴτιος ᾖ τοῦ θανάτου. Ἐλεύθερον γὰρ καὶ αὐτεξούσιον ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. Ὃ οὖν ἑαυτῷ περιεποιήσατο δι᾿ ἀμελείας καὶ παρακοῆς, τοῦτο
v.2.p.134
ὁ θεὸς αὐτῷ νυνὶ δωρεῖται διὰ ἰδίας φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ ἀνθρώπου. Καθάπερ γὰρ παρακούσας ὁ ἄνθρωπος θάνατον ἑαυτῷ ἐπεσπάσατο, οὕτως ὑπακούσας τῷ θεληματι τοῦ θεοῦ ὁ βουλόμενος δύναται περιποιήσασθαι ἑαυτῷ τὴν αἰώνιον ζωήν. Ἔδωκεν γὰρ ὁ θεὸς ἡμῖν νομον καὶ ἐντολὰς ἁγίας, ἃς πᾶς ὁ ποιήσας δύναται σωθῆναι καὶ τῆς ἀναστάσεως τυχὼν κληρονομῆσαι τὴν ἀφθαρσίαν.

Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου οὕτως ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. Καὶ τοῦτο δὲ οὐχ ὡς μὴ δυνάμενος κατ᾿ ἰδίαν πλάσαι τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ προηπίστατο ὁ θεὸς ὅτι ἤμελλον οἱ ἄνθρωποι πληθὺν θεῶν ὀνομάζειν. Προγνώστης οὖν ὢν καὶ εἰδὼς ὅτι ἡ πλάνη ἤμελλεν διὰ τοῦ ὄφεως ὀνομάζειν πληθὺν θεῶν τῶν οὐκ ὄντων (ἑνὸς γὰρ ὄντος θεοῦ, ἔκτοτε ἤδη ἐμελέτα ἡ πλάνη πληθὺν θεῶν ὑποσπείρειν καὶ λέγειν Ἔσεσθε ὡς θεοί), μήπως οὖν ὑπολημφθῇ ὡς ὅτι ὅδε μὲν ὁ θεὸς ἐποίησεν τὸν ἄνδρα, ἕτερος δὲ τὴν γυναῖκα, διὰ τοῦτο οὐκ ἐποίησεν τοὺς δύο ἄμφω. Οὐ μὴν ἀλλὰ καὶ ἵνα διὰ τούτου

v.2.p.136
δειχθῇ τὸ μυστήριον τῆς μοναρχίας τῆς κατὰ τὸν θεόν, ἅμα ἐποίησεν ὁ θεὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἵνα πλείων ᾖ ἡ εὔνοια εἰς αὐτούς. Πρὸς μὲν οὖν τὴν Εὔαν ὁ Ἀδὰμ εἰπών· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου, ἔτι καὶ ἐπροφήτευσεν λέγων· Τούτου ἕνεκεν καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὃ δὴ καὶ αὐτὸ δείκνυται τελειούμενον ἐν ἡμῖν αὐτοῖς. Τίς γὰρ ὁ νομίμως γαμῶν οὐ καταφρονεῖ μητρὸς καὶ πατρὸς καὶ κάσης συγγενείας καὶ πάντων τῶν οἰκείων, προσκολλώμενος καὶ ἑνούμενος τῇ ἑαυτοῦ γυναικί, εὐνοῶν μᾶλλον αὐτῇ; Διὸ καὶ μέχρι θανάτου πολλάκις ὑπεύθυνοι γίνονταί τινες διὰ τὰς ἑαυτῶν γαμετάς. Ταύτην τὴν Εὔαν, διὰ τὸ ἀρχῆθεν πλανηθῆναι ὑπὸ τοῦ ὄψεως καὶ ἀρχηγὸν ἁμαρτίας γεγονέναι, ὁ κακοποιὸς δαίμων, ὁ καὶ σατὰν καλούμενος, ὁ τότε διὰ τοῦ ὄψεως λαλήσας αὐτῇ, ἕως καὶ τοῦ δεῦρο ἐνεργῶν ἐν τοῖς ἐνθουσιαζομένοις ὑπ᾿ αὐτοῦ ἀνθρώποις, Εὐὰν ἐκκαλεῖται. Δαίμων δὲ καὶ δράκων καλεῖται διὰ τὸ
v.2.p.138
ἀποδεδρακέναι αὐτὸν ἀπὸ τοῦ θεοῦ· ἄγγελος γὰρ ἦν ἐν πρώτοις. Καὶ τὰ μὲν περὶ τούτου πολὺς ὁ λόγος· διὸ τανῦν παραπέμπομαι τὴν περὶ αὐτῶν διήγησιν· καὶ γὰρ ἐν ἑτέροις ἡμῖν γεγένηται ὁ περὶ αὐτοῦ λόγος.

Ἐν τῷ οὖν γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν συλλαβοῦσα ἔτεκεν υἱόν, ᾧ τοὔνομα Κάϊν. Καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ. Καὶ προσέθετο ἔτι τεκεῖν δεύτερον, ᾧ ὄνομα Ἄβελ. Ἤρξατο ποιμὴν εἶναι προβάτων· Κάϊν δὲ εἰργάζετο τὴν γῆν. Τὰ μὲν οὖν κατ᾿ αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξηγήσεως· διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος ἥτις ἐπιγράφεται Γένεσις κόσμου.Ὁπότε οὖν ἐθεάσατο ὁ σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ᾿ ᾧ οὐκ ἴσχυσεν θανατῶσαι αὐτοὺς φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλούμενον Κάϊν ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Καὶ οὕτως ἀρχὴ θανάτου ἐγένετο εἰς τόνδε τὸν κόσμον ὁδοιπορεῖν ἕως τοῦ δεῦρο ἐπὶ πᾶν γένος ἀνθρώπων. Ὁ δὲ θεὸς ἐλεήμων ὢν καὶ βουλόμενος ἀφορμὴν μετανοίας καὶ ἐξομολογήσεως

v.2.p.140
παρασχεῖν τῷ Κάϊν, καθάπερ καὶ τῷ Ἀδάμ, εἶπεν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ Κάϊν ἀπεκρίθη ἀπειθῶς τῷ θεῷ εἰπών· Οὐ γινώσκω· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Οὕτως ὀργισθεὶς αὐτῷ ὁ θεὸς ἔφη· Τί ἐποίησας τοῦτο; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Διὸ ἔκτοτε φοβηθεῖσα ἡ γῆ οὐκέτι ἀνθρώπου αἷμα παραδέχεται, ἀλλ᾿ οὐδέ τινος ζώου· ᾗ φανερὸν ὅτι οὐκ ἔστιν αὐτὴ αἰτία, ἀλλ᾿ ὁ παραβὰς ἄνθρωπος.

Ὁ οὖν Κάϊν καὶ αὐτὸς ἔσχεν υἱόν, ᾧ ὄνομα Ἐνώχ. Καὶ ᾠκοδόμησεν πόλιν, ἣν ἐπωνόμασεν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. Ἀπὸ τότε ἀρχὴ ἐγένετο τοῦ οἰκοδομεῖσθαι πόλεις, καὶ τοῦτο πρὸ κατακλυσμοῦ· οὐχ ὡς Ὅμηρος ψεύδεται λέγων· Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων. Τῷ δὲ Ἐνὼχ ἐγενήθη υἱὸς ὀνόματι Γαϊδάδ· ἐγέννησεν τὸν καλούμενον

v.2.p.142
Μεήλ, καὶ Μεὴλ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα τὸν Λάμεχ. Ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας, αἷς ὀνόματα Ἀδᾶ καὶ Σελᾶ. Ἔκτοτε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. Τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοί, Ὠβὴλ Ἰουβὰλ Θοβέλ. Καὶ ὁ μὲν Ὠβὴλ ἐγένετο ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν, Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Θοβὲλ δὲ ἐγένετο σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου.Ἕως μὲν οὖν τούτου ἔσχεν τὸν κατάλογον τὸ σπέρμα τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονεν τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν. Εἰς τὸν τόπον δὲ τοῦ Ἄβελ ἔδωκεν ὁ θεὸς συλλαβεῖν τὴν Εὔαν καὶ τεκεῖν υἱὸν, ὃς κέκληται Σήθ· ἀφ᾿ οὗ τὸ λοιπὸν γένος τῶν ἀνθρώπων ὁδεύει μέχρι τοῦ δεῦρο. Τοῖς δὲ βουλομένοις καὶ φιλομαθέσιν καὶ περὶ πασῶν τῶν γενεῶν εὔκολόν ἐστιν ἐπιδεῖξαι διὰ τῶν ἁγίων γραφῶν. Καὶ γὰρ ἐκ μέρους ἡμῖν γεγένηται ἤδη λόγος ἐν ἑτέρῳ λόγῳ, ὡς ἐπάνω προειρήκαμεν, τῆς γενεαλογίας ἡ τάξις ἐν τῇ πρώτῃ βίβλῳ τῇ περὶ ἱστοριῶν. Ταῦτα δὲ πάντα ἡμᾶς διδάσκει τὸ πνεῦμα τὸ ἅγιον, τὸ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὥστε τὰ καθ᾿ ἡμᾶς τοὺς θεοσεβεῖς ἀρχαιότερα γράμματα τυγχάνει, οὐ μὴν ἀλλὰ καὶ ἀληθέστερα πάντων συγγραφέων καὶ ποιητῶν δείκνυται ὄντα.Ἀλλὰ μὴν καὶ τὰ περὶ τῆς μουσικῆς ἐφλυάρησάν τινες εὑρετὴν Ἀπόλλωνα γεγενῆσθαι·
v.2.p.144
ἄλλοι δὲ Ὄρφεα ἀπὸ τῆς τῶν ὀρνέων ἡδυφωνίας φασὶν ἐξευρηκέναι τὴν μουσικήν. Κενὸς δὲ καὶ μάταιος ὁ λόγος αὐτῶν δείκνυται· μετὰ γὰρ πολλὰ ἔτη τοῦ κατακλυσμοῦ οὗτοι ἐγένοντο.Τὰ δὲ περὶ τοῦ Νῶε, ὅς κέκληται ὑπὸ ἐνίων Δευκαλίων, ἐν τῇ βίβλῳ ᾗ προειρήκαμεν ἡ διήγησις ἡμῖν γεγένηται· ᾗ, εἰ βούλει, καὶ σὺ δύνασαι ἐντυχεῖν.

Μετὰ τὸν κατακλυσμὸν ἀρχὴ πάλιν ἐγένετο πόλεων καὶ βασιλέων τὸν τρόπον τοῦτον. Πρώτη πόλις Βαβυλών, καὶ Ὀρὲχ καὶ Ἀρχὰθ καὶ Χαλανὴ ἐν τῇ γῇ Σενναάρ. Καὶ βασιλεὺς ἐγένετο αὐτῶν ὀνόματι Νεβρώθ. Ἐκ τούτων ἐξῆλθεν ὀνόματι Ἀσσούρ· ὅθεν καὶ Ἀσσύριοι προσαγορεύονται. Νεβρὼθ δὲ ᾠκοδόμησεν πόλεις τὴν Νινευὴ καὶ τὴν Ῥοβοὼμ καὶ τὴν Καλὰκ καὶ τὴν Δασὲν ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Καλάκ. Ἡ δὲ Νινευὴ ἐγενήθη ἐν πρώτοις πόλις μεγάλη.Ἕτερος δὲ υἱὸς τοῦ Σὴμ υἱοῦ τοῦ Νῶε ὀνόματι Μεσραεὶν ἐγέννησεν τοὺς Λουδουεὶμ καὶ τοὺς καλουμένους Ἐνεμιγεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλεὶμ καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιεὶμ, ὅθεν ἐξῆλθεν Φυλιστιείμ. Τῶν μὲν οὖν τριῶν υἱῶν τοῦ

v.2.p.146
Νῶε, καὶ τῆς συντελείας αὐτῶν καὶ γενεαλογίας, ἐγένετο ἡμῖν ὁ κατάλογος ἐν ἐπιτομῇ ἐν ᾗ προειρήκαμεν βίβλῳ. Καὶ νῦν δὲ τὰ παραλελειμμένα ἐπιμνησθησόμεθα περί τε πόλεων καὶ βασιλέων, τῶν τε γεγενημένων ὁπότε ἦν χεῖλος ἓν καὶ μία γλῶσσα. Πρὸ τοῦ τὰς διαλέκτους μερισθῆναι αὗται αἱ προγεγραμμέναι ἐγενήθησαν πόλεις. Ἐν δὲ τῷ μέλλειν αὐτοὺς διαμερίζεσθαι συμβούλιον ἐποίησαν γνώμῃ ἰδίᾳ καὶ οὐ διὰ θεοῦ οἰκοδομῆσαι πόλιν καὶ πύργον, οὗ ἡ ἄκρα φθάσῃ εἰς τὸν οὐρανὸν ἀφικέσθαι, ὅπως ποιήσωσιν ἑαυτοῖς ὄνομα δόξης. Ἐπειδὴ οὖν παρὰ προαίρεσιν θεοῦ βαρὺ ἔργον ἐτόλμησαν ποιῆσαι, κατέβαλεν αὐτῶν ὁ θεὸς τὴν πόλιν καὶ τὸν πύργον κατέστρωσεν. Ἔκτοτε ἐνήλλαξεν τὰς γλώσσας τῶν ἀνθρώπων, δοὺς ἑκάστῳ διάφορον διάλεκτον. Σίβυλλα μὲν οὕτως σεσήμακεν, καταγγέλλουσα ὀργὴν τῷ κόσμῳ μέλλειν ἔρχεσθαι. Ἔφη δὲ οὕτως· Ἀλλ᾿ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, Ας ποτ᾿ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν Χώρῃ ἐν Ἀσσυρίῃ. Ὁμόφωνοι δ᾿ ἦσαν ἅπαντες, Καὶ βούλοντ᾿ ἀναβῆναι εἰς οὐρανὸν ἀστερόεντα.
v.2.p.148
Αὐτίκα δ᾿ ἀθάνατος μεγάλην ἐπίθηκεν ἀνάγκην Πνεύμασιν· αὐτὰρ ἔπειτ᾿ ἄνεμοι μέγαν ὑψόθι πύργον Ῥίψαν, καὶ θνητοῖσιν ἐπ᾿ ἀλλήλοις ἔριν ὦρσαν. Αὐτὰρ ἐπεὶ πύργος τ᾿ ἔπεσεν, γλῶσσαί τ᾿ ἀνθρώπων Εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους, Γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλήων. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις, ᾗ ὄνομα Χαῤῥάν. κατ᾿ ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Αἰγύπτου ἐγένετο Φαραὼ, ὃς καὶ Νεχαὼθ κατὰ Αἰγυπτίους ὠνομάσθη, καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σεναὰρ, ἐν τοῖς καλουμένοις
v.2.p.150
Χαλδαίοις πρῶτος βασιλεὺς ἐγένετο Ἀριώχ· μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ, καὶ μετὰ τοῦτον Χοδολλαγόμορ βασιλεὺς Αἰλάμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. Ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε· πρώτη ἡ καλουμένη Σόδομα, ἔπειτα Γόμοῤῥα, Ἀδαμὰ καὶ Σεβωεὶν καὶ Βαλάκ, ἡ καὶ Σηγὼρ ἐπικληθεῖσα. Καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστιν ταῦτα· Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόῤῥας, Σενναὰρ βασιλεὺς Αδάμας, Ὑμοὸρ βασιλεὺς Σεβωείν, Βαλὰχ βασιλεὺς Σηγώρ, τῆς καὶ Βαλὰκ κεκλημένης. Οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγόμορ βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. Ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγόμορ ἀπέστησαν· καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. Αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. Καὶ κατέκοψαν τοὺς γίγαντας Καραναείν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν αὐτῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένοις Σηεὶρ ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος ὀνόματι Μελχισεδὲκ ἐν πόλει Σαλήμ, τῇ νῦν καλουμένῃ Ἱεροσόλυμα· οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ θεοῦ τοῦ ὑψίστου. Ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλήμ,
v.2.p.152
ἡ προειρημένη Ἱεροσόλυμα· ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. Μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις· μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ ἔπειτα ἐβασίλευσεν Ἐφρὼν καὶ ὁ Χετταῖος ἐπικληθείς. Τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτως τὰ ὀνόματα περιέχει τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι· πάντων ἐσχάτων καθ᾿ ἡμᾶς χρόνων ἀπομνημονεύονται γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ, μετὰ δὲ τοῦτον Σελαμανάσαρ, εἶτα Σενναχαρείμ. Τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Αἰθίοψ, ὃς καὶ Αἰγύπτου ἐβασίλευσεν· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.

Ἐντεῦθεν οὖν κατανοεῖν τὰς ἱστορίας ἐστὶν τοῖς φιλομαθέσιν καὶ φιλαρχαίοις, εἴπου πρόσφατά ἐστιν τὰ ὑφ᾿ ἡμῶν λεγόμενα διὰ τῶν ἁγίων προφητῶν. Ὀλίγων γὰρ ὄντων ἐν πρώτοις τῶν τότε ἀνθρώπων ἐν τῇ Ἀραβικῇ γῇ καὶ Χαλδαϊκῇ, μετὰ τὸ διαμερισθῆναι τὰς γλώσσας αὐτῶν, πρὸς μέρος ἤρξαντο πολλοὶ γίνεσθαι καὶ πληθύνεσθαι ἐπὶ πάσης τῆς γῆς. Καὶ οἱ μὲν ἔκλιναν οἰκεῖν πρὸς ἀνατολάς, οἱ δὲ ἐπὶ τὰ μέρη τὰ τῆς μεγάλης ἠπείρου καὶ τὰ πρὸς βόρειον, ὥστε διατείνειν μέχρι τῶν Βριττανῶν

v.2.p.154
ἐν τοῖς ἀρκτικοῖς κλίμασιν, ἕτεροι δὲ γῆν Χαναναίαν, καὶ Ἰουδαίαν καὶ Φοινίκην ἐπικληθεῖσαν, καὶ τὰ μέρη τῆς Αἰθιοπίας καὶ Αἰγύπτου καὶ Λιβύης καὶ τὴν καλουμένην διακεκαυμένην καὶ τὰ μέχρι δυσμῶν κλίματα παρατείνοντα, οἱ δὲ λοιποὶ τὰ ἀπὸ τῆς παραλίου καὶ τῆς Παμφυλίας καὶ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα καὶ τὴν Μακεδονίαν καὶ τὸ λοιπὸν τὴν Ἰταλίαν καὶ τὰς καλουμένας Γαλλείας καὶ Σπανίας καὶ Γερμανίας, ὥστε οὕτως τὰ νῦν ἐμπεπλῆσθαι τὴν σύμπασαν τῶν κατοικούντων αὐτήν.Τριμεροῦς οὖν γεγενημένης τῆς κατοικήσεως τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς κατ᾿ ἀρχάς, ἔν τε ἀνατολῇ καὶ μεσημβρίᾳ καὶ δύσει, μετέπειτα καὶ τὰ λοιπὰ μέρη κατῳκήθη τῆς γῆς, χυδαίων τῶν ἀνθρώπων γενομένων. Ταῦτα δὲ μὴ ἐπιστάμενοι οἱ συγγραφεῖς βούλονται τὸν κόσμον σφαιροειδῆ λέγειν καὶ ὡσπερεὶ κύβῳ συγκρίνειν αὐτόν. Πῶς δὲ δύνανται ταῦτα ἀληθῆ φάσκειν, μὴ ἐπιστάμενοι τὴν ποίησιν τοῦ κόσμου μήτε τὴν κατοίκησιν αὐτοῦ; Πρὸς μέρος αὐξανομένων τῶν ἀνθρώπων καὶ πληθυνομένων ἐπὶ τῆς γῆς, ὡς προειρήκαμεν, οὕτως κατῳκήθησαν καὶ αἱ νῆσοι τῆς θαλάσσης καὶ τὰ λοιπὰ κλίματα.