Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

Μαναιθῶς δὲ ὁ κατ᾿ Αἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Αἰγύπτου, οὐχ εὗρε τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Αἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Αἰγύπτῳ, ἀλλ᾿ οὐ λεπροί. παραγενόμενοι γὰρ εἰς τὴν γῆν καλουμένην Ἱεροσόλυμα, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται τῷ τρόπῳ οἱ ἱερεῖς αὐτῶν, διὰ προστάγματος Θεοῦ, προσκαρτεροῦντες τῷ ναῷ τότε ἐθεράπευον πᾶσαν νόσον, ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. ναὸν ᾠκοδόμησε Σολομῶν ὁ βασιλεὺς τῆς Ἰουδαίας. περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων, ἐκ τῶν ὑπ᾿ αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· (ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτοὺς, Φαραὼ τοὔνομα. οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσε. καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι τοὺς Αἰγυπτίους, ψεύδεται) πρὸ ἐτῶν γὰρ τριακοσίων δεκατριῶν ἐξῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ ᾤκησαν ἐκ τότε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι. ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν, ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν, διὰ τῶν αὐτοῦ γραμμάτων· πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ

v.2.p.192
ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν δείκνυσθαι προγενέστερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ, ἐννεακοσίους ἢ καὶ χιλίους ἐνιαυτοὺς πρὸ τοῦ Ἰλιακοῦ πολέμου.

Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν τῇ Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομῶν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Αἰγύπτου ἐξοδίας τῶν Ἰουδαίων, παρὰ Τυρίοις ἀναγέγραπται, ὡς ὁ ναὸς ᾠκοδόμηται, καὶ ἐν τοῖς ἀρχείοις αὐτῶν πεφύλακται τὰ γράμματα, ἐν αἷς ἀναγραφαῖς εὑρίσκεται γεγονὼς ὁ ναὸς, πρὸ τοῦ τοὺς Τυρίους τὴν Καρχηδόνα κτίσαι, θᾶττον ἔτεσιν ἕκατον τεσσαράκοντα τρίσι, μησὶν ὀκτώ· (ἀνεγράφη δὲ ὑπὸ Ἱερώμου τοὔνομα βασιλέως Τυρίων υἱοῦ δὲ Ἀβειμάλου, διὰ τὸ ἐκ πατρικῆς συνηθείας τὸν Ἱέρωμον γεγενῆσθαι φίλον τοῦ Σολομῶντος· ἅμα καὶ διὰ τὴν ὑπερβάλλουσαν σοφίαν, ἣν ἔσχεν ὁ Σολομῶν. ἐν γὰρ προβλήμασιν ἀλλήλους συνεχῶς ἐγύμναζον. τεκμήριον δὲ τούτου καὶ ἀντίγραφα ἐπιτστολῶν αὐτῶν φασι μέχρι τοῦ δεῦρο παρὰ τοῖς Τυρίοις πεφυλαγμένα. γράμματά τε ἀλλήλοις διέπεμπον) καθὼς μέμνηται Μένανδρος ὁ Ἐφέσιος, ἱστορῶν περὶ τῆς Τυρίων βασιλείας, λέγων οὕτως· τελευτήσαντος γὰρ Ἀβειμάλου βασιλέως Τυρίων, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἱέρωμος, βιώσας

v.2.p.194
ἔτη πεντήκοντα τρία. τοῦτον δὲ διεδέξατο Βάζωρος βιώσας ἔτη μγ΄, ὃς ἐβασίλευσεν ἔτη ιζ΄. μετὰ δὲ τοῦτον Μεθουάσταρτος βιώσας ἔτη νδ΄. ἐβασίλευσεν ἔτη ιβ΄. μετὰ δὲ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀθάρυμος, βιώσας ἔτη νή, ἐβασίλευσεν ἔτη θ΄. τοῦτον ἀνεῖλεν ὁ ἀδελφὸς αὐτοῦ Ἕλλης τοὔνομα, ὃς βιώσας ἔτη ν΄, ἐβασίλευσε μῆνας η΄· τοῦτον ἀνεῖλεν Ἰουθώβαλος, ἱερεὺς τῆς Ἀστάρτης, ὃς βιώσας ἔτη μ΄, ἐβασίλευσεν ἔτη ιβ΄. τοῦτον διεδέξατο ὁ υἱὸς αὐτοῦ Βάζωρος, ὃς βιώσας ἔτη μέ, ἐβασίλευσεν ἔτη ζ΄. υἱὸς δὲ τούτου Μεττὴν, ὃς βιώσας ἔτη λβ΄, ἐβασίλευσεν ἔτη κθ΄. τοῦτον διεδέξατο Πυγμαλίων Πυγμαλίου, ὃς βιώσας ἔτη νς΄, ἐβασίλευσεν ἔτη ζ΄. ἐν δὲ τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας ἡ ἀδελφὴ αὐτοῦ εἰς Λιβύην φυγοῦσα, πόλιν ᾠκοδόμησε τὴν μέχρι τοῦ δεῦρο Καρχηδονίαν καλουμένην. συνάγεται οὖν πᾶς χρόνος ἀπὸ τῆς Ἱερώμου βασιλείας μέχρι Καρχηδόνος κτίσεως ἔτη ρνε΄, μῆνες η΄. τῷ δὲ δωδεκάτῳ ἔτει τῆς Ἱερώμου βασιλείας ἐν Ἱεροσολύμοις ὁ ναὸς ᾠκοδομήθη· ὥστε τὸν πάντα χρόνον γεγενῆσθαι ἀπὸ τῆς τοῦ ναοῦ οἰκοδομῆς, μέχρι Καρχηδόνος κτίσεως ἔτη ρμγ΄. μῆνες η΄.

Τῆς μὲν οὖν Φοινίκων καὶ Αἰγυπτίων μαρτυρίας, ὡς ἱστορήκασι περὶ τῶν καθ᾿ ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθῶς ὁ Αἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος, ἔτι δὲ καὶ Ἰώσιππος ὁ ἀναγράψας τὸν Ἰουδαϊκὸν πόλεμον, τὸν γενόμενον αὐτοῖς ὑπὸ Ῥωμαίων, ἀρκετῶς ἤτω ἡμῖν τὰ εἰρημένα. ἐκ γὰρ τούτων τῶν ἀρχαίων δείκνυται καὶ τὰ τῶν λοιπῶν συγγράμματα ἔσχατα εἶναι τῶν διὰ Μωσέως ἡμῖν δεδομένων γραμμάτων,

v.2.p.196
ἔτι μὴν καὶ τῶν μεταξὺ προφητῶν. ὁ γὰρ ὕστερος τῶν προφητῶν γενόμενος, Ζαχαρίας ὀνόματι, ἤκμασε κατὰ τὴν Δαρείου βασιλείαν. ἀλλὰ καὶ οἱ νομοθέται πάντες μεταξὺ εὑρίσκονται νομοθετοῦντες. εἰ γάρ τις εἴποι Σόλωνα τὸν Ἀθηναῖον, οὗτος γέγονε κατὰ τοὺς χρόνους Κύρου καὶ Δαρείου τῶν βασιλέων, κατὰ τὸν χρόνον Ζαχαρίου τοῦ προειρημένου προφήτου, μεταξὺ γεγενημένου πάνυ πολλοῖς ἔτεσιν· ἤτοι καὶ περὶ Λυκούργου, ἢ Δράκοντος, ἢ Μίνω τῶν νομοθετῶν, Ἰώσιππος γράφων λέγει ὅτι προάγουσιν αὐτοὺς ἀρχαιότητι αἱ ἱεραὶ βίβλοι, ὅπου γε καὶ τοῦ Διὸς τοῦ Κρητῶν βασιλεύσαντος, ἀλλὰ μὴν καὶ τοῦ Ἰλιακοῦ πολέμου δείκνυται προάγοντα τὰ γράμματα τοῦ θείου νόμου, τοῦ διὰ Μωσέως ἡμῖν δεδομένου. ἵνα δὲ ἀκριβεστέραν ποιήσωμεν τὴν ἀπόδειξιν τῶν καιρῶν καὶ χρόνων, Θεοῦ ἡμῖν παρέχοντος, οὐ μόνον τὰ μετὰ κατακλυσμὸν ἱστοροῦντες, ἀλλὰ καὶ τὰ πρὸ κατακλυσμοῦ, εἰς τὸ καὶ τῶν ἁπάντων κατὰ τὸ δυνατὸν εἰπεῖν ἡμῖν τὸν ἀριθμὸν, νυνὶ ποιησόμεθα, ἀναδραμόντες ἐπὶ τὴν ἀνέκαθεν ἀρχὴν τῆς τοῦ κόσμου κτίσεως, ἣν ἀνέγραψε Μωσῆς ὁ θεράπων τοῦ Θεοῦ, διὰ πνεύματος ἁγίου. εἰπὼν γὰρ τὰ περὶ κτίσεως καὶ γενέσεως κόσμου, τοῦ πρωτοπλάστου ἀνθρώπου, καὶ τὰ τῶν ἑξῆς γεγενημένων, ἐσήμανε καὶ τὰ πρὸ κατακλυσμοῦ ἔτη γενόμενα. ἐγὼ δ᾿ αἰτοῦμαι χάριν παρὰ τοῦ μόνου θεοῦ, εἰς τὸ τἀληθῆ κατὰ τὸ θέλημα αὐτοῦ πάντα ἀκριβῶς εἰπεῖν, ὅπως καὶ σὺ, καὶ πᾶς ὁ τούτοις ἐντυγχάνων, ὁδηγῆται ὑπὸ τῆς ἀληθείας καὶ χάριτος αὐτοῦ. ἄρξομαι δὴ πρῶτον ἀπὸ τῶν ἀναγεγραμμένων
v.2.p.198
γενεαλογιῶν, λέγω δὲ ἀπὸ τοῦ πρωτοπλάστου ἀνθρώπου τὴν ἀρχὴν ποιησάμενος.

Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔτη σλ΄. υἱὸς δὲ τούτου Σὴθ ἔτη σέ. υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρ(??). υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο΄. υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρξε΄. υἱὸς δὲ τούτου Ἰάρεθ ἔτη ρξβ΄. υἱὸς δὲ τούτου Ἐνὼχ ἔτη ρξε΄. υἱὸς δὲ τούτου Μαθουσάλα ἔτη ρξζ΄. υἱὸς δὲ τούτου Λάμεχ ἔτη ρπη΄. τούτῳ δὲ υἱὸς ἐγενήθη ὁ προειρημένος Νῶε, ὃς ἐτέκνωσε τὸν Σὴμ ὢν ἐτῶν φ΄. ἐπὶ τούτου ἐγένετο ὁ κατακλυσμὸς ὄντος αὐτοῦ ἐτῶν χ΄. τὰ πάντα οὖν μέχρι κατακλυσμοῦ γεγένηται ἔτη βσμβ΄. μετὰ δὲ τὸν κατακλυσμὸν εὐθέως ὁ Σὴμ, ὢν ἐτῶν ρ', ἐτέκνωσε τὸν Ἀρφαξάθ. Ἀρφαξὰθ δὲ ἐτέκνωσε Σαλὰ ὢν ἐτῶν ρλε΄. ὁ δὲ Σαλὰ ἐτέκνωσεν ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ἕβερ ὢν ἐτῶν ρλδ΄. ἀφ᾿ οὗ καὶ τὸ γένος αὐτῶν Ἑβραῖοι προσηγορεύθησαν. τούτου δὲ υἱὸς Φαλὲγ ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ῥαγεῦ ὢν ἐτῶν ρλβ΄. τούτου δὲ υἱὸς Σεροὺχ ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ναχὼρ ὢν ἐτῶν οε΄. τούτου δὲ υἱὸς θάῤῥα ὢν ἐτῶν ο'. τούτου δὲ υἱὸς Ἀβραὰμ ὁ πατριάρχης ἡμῶν ἐτέκνωσε τὸν Ἰσαὰκ ὢν ἐτῶν ρ΄. γίνονται οὖν μέχρι Ἀβραὰμ ἔτη γσοή. Ἰσαὰκ ὁ προειρημένος ἕως τεκνογονίας ἔζησεν ἔτη ξ΄. ὃς ἐγέννησε τὸν Ἰακώβ. ἔζησεν ὁ Ἰακὼβ ἕως τῆς μετοικεσίας τῆς ἐν Αἰγύπτῳ γενομένης, ἧς ἐπάνω προειρήκαμεν, ὢν ἐτῶν ρλ΄. ἡ δὲ παροίκησις τῶν Ἑβραίων ἐν Αἰγύπτῳ ἐγενήθη ἔτη υλ΄. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐν τῇ ἐρήμῳ καλουμένῃ διέτριψαν ἔτη μ΄. γίνεται οὖν τὰ πάντα ἔτη γ(??)λη΄. ᾧ καιρῷ τοῦ Μωσέως τελευτήσαντος διεδέξατο ἄρχειν Ἰησοῦς υἱὸς Ναυὶ, ὃς προέστη αὐτῶν ἔτεσι κζ΄.

v.2.p.200
μετὰ δὲ τὸν Ἰησοῦν τοῦ λαοῦ παραβάντος ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ, ἐδούλευσαν βασιλεῖ Μεσοποταμίας Χουσαράθων ὀνόματι ἔτεσιν ὀκτώ. εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς. Γοθονοὴλ ἔτεσι τεσσαράκοντα. Ἐγλὼν ἔτεσιν ιη΄. Ἀὼθ ἔτεσιν η΄. ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσι κ΄. ἔπειτα Δεββώρα ἔκρινεν αὐτοὺς ἔτεσι μ΄. ἔπειτα Μαδιανίται ἐκράτησαν αὐτῶν ἔτεσι ζ΄. εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσι μ΄. Ἀβιμέλεχ ἔτεσι γ΄. Θωλὰ ἔτεσι κβ΄. Ἰαεὶρ ἔτεσι κβ΄. ἔπειτα Φυλιστιεὶμ, καὶ Ἀμμανίται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη΄. εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ἕξ. Ἐσβὼν ἔτεσι ζ΄. Αἰλὼν ἔτεσιν ι΄. Ἀβδὼν ἔτεσιν η΄. ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσι μ΄. εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσι κ΄. ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσι μ΄. εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτὸν, Ἠλὶς ἔτεσι κ΄. Σαμουὴλ ἔτεσιν ιβ΄.

Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς. πρῶτος ὀνόματι Σαοὺλ, ὃς ἐβασίλευσεν ἔτη κ΄. ἔπειτα Δαυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ΄. γίνεται οὖν μέχρι τῆς τοῦ Δαυὶδ βασιλείας τὰ πάντα ἔτη υ(??)ς΄. μετὰ δὲ τούτους ἐβασίλευσε Σολομῶν, ὁ καὶ τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις κατὰ βουλὴν Θεοῦ πρῶτος οἰκοδομήσας δι᾿ ἐτῶν μ΄. μετὰ δὲ τοῦτον Ῥοβοὰμ ἔτεσιν ιζ΄. καὶ μετὰ τοῦτον Ἐβίας ἔτεσι ζ΄. καὶ μετὰ τοῦτον Ἐσὰ ἔτεσι μά. καὶ μετὰ τοῦτον Ἰωσαφὰτ ἔτεσι κέ. μετὰ δὲ τοῦτον Ἰωρὰμ ἔτη η΄. μετὰ δὲ τοῦτον Ὀχοσίας ἐνιαυτόν. καὶ μετὰ τοῦτον Γοθολία ἔτεσιν ἕξ. μετὰ δὲ ταύτην Ἰωσίας ἔτεσι μ΄. καὶ μετὰ τοῦτον Ἀμεσίας ἔτεσι λθ΄. καὶ μετὰ τοῦτον Ὀζίας ἔτεσι νβ΄. μετὰ δὲ τοῦτον Ἰωαθὰμ ἔτεσιν ις΄. μετὰ δὲ τοῦτον Ἄχαζ ἔτεσιν ιζ΄. καὶ μετὰ τοῦτον Ἑζεκίας ἔτεσι κθ΄. μετὰ δὲ

v.2.p.202
τοῦτον Μανασσὴς ἔτεσι νε΄. μετὰ δὲ τοῦτον Ἀμὼς ἔτεσι δυσί. μετὰ δὲ τοῦτον Ἰωσίας ἔτεσι λα΄. μετὰ δὲ τοῦτον Ὠχὰς μῆνας γ΄. μετὰ δὲ τοῦτον Ἰωακεὶμ ἔτη ια΄. ἔπειτα Ἰωακεὶμ ἕτερος μῆνας γ΄. ἡμέρας ι΄. μετὰ δὲ τοῦτον Σεδεκίας ἔτη ια΄. μετὰ δὲ τούτους τοὺς βασιλεῖς διαμένοντος τοῦ λαοῦ ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοοῦντος, κατὰ προφητείαν Ἱερεμίου, ἀνέβη εἰς τὴν Ἰουδαίαν βασιλεὺς Βαβυλῶνος, ὄνομα Ναβουχοδονόσορ. οὗτος μετῴκησε τὸν λαὸν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα· καὶ τὸν ναὸν κατέστρεψεν, ὃν ᾠκοδομήκει Σολομῶν. ἐν δὲ τῇ μετοικησίᾳ Βαβυλῶνος ὁ λαὸς ἐποίησεν ἔτη ο΄. γίνεται οὖν μετὰ τῆς παροικησίας ἐν γῇ Βαβυλῶνος τὰ πάντα ἔτη δ(??)νδ΄. μῆνες ς΄. ἡμέραι ι΄. ὃν τρόπον δὲ ὁ Θεὸς προεῖπε διὰ Ἱερεμίου τοῦ προφήτου, τὸν λαὸν αἰχμαλωτισθῆναι εἰς Βαβυλῶνα, οὕτως προεσήμανε καὶ τὸ πάλιν ἐπανελθεῖν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν μετὰ ο΄. ἔτη. τελειουμένων οὖν ο΄. ἐτῶν, γίνεται Κύρος βασιλεὺς Περσῶν, ὃς κατὰ τὴν προφητείαν Ἱερεμίου, δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐκήρυξε, κελεύων δι᾿ ἐγγραφῶν τοὺς Ἰουδαίους πάντας, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἐπιστρέφειν εἰς τὴν ἑαυτῶν χώραν, καὶ τῷ Θεῷ ἀνοικοδομεῖν τὸν ναὸν, ὃν καθῃρήκει βασιλεὺς Βαβυλῶνος ὁ προειρημένος. πρὸς τούτοις δὲ ὁ Κύρος, κατ᾿ ἐγκέλευσιν τοῦ Θεοῦ προσέταξε Σαβεσσάρῳ καὶ Μιθριδάτῃ τοῖς ἰδίοις σωματοφύλαξι, τὰ σκεύη τὰ ἐκ τοῦ ναοῦ τοῦ τῆς Ἰουδαίας ληφθέντα ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀποκομισθῆναι καὶ ἀποτεθῆναι εἰς τὸν ναόν. ἐν τῷ οὖν δευτέρῳ ἔτει Κύρου πληροῦται τὰ ο΄. ἔτη, τὰ προειρημένα ὑπὸ τοῦ Ἱερεμίου.

Ἐντεῦθεν ὁρᾷν ἔστι πῶς ἀρχαιότερα καὶ

v.2.p.204
ἀληθέστερα δείκνυται τὰ ἱερὰ γράμματα τὰ καθ᾿ ἡμᾶς εἶναι τῶν καθ᾿ Ἕλληνας καὶ Αἰγυπτίους, ἢ καί τινων ἑτέρων ἱστοριογράφων. Ἡρόδοτος γὰρ καὶ Θουκυδίδης, ἢ καὶ Ξενοφῶν, ἢ ὅπως οἱ ἄλλοι ἱστοριογράφοι, οἱ πλείους ἤρξαντο σχέδον ἀπὸ τῆς Κύρου καὶ Δαρείου βασιλείας ἀναγράφειν, μὴ ἐξισχύσαντες τῶν παλαιῶν καὶ προτέρων χρόνων τὸ ἀκριβὲς εἰπεῖν. τί γὰρ μέγα ἔφασαν εἰ περὶ Δαρείου καὶ Κύρου, τῶν κατὰ βαρβάρους βασιλέων, εἶπον, ἢ κατὰ Ἕλληνας Ζωπύρου καὶ Ἱππίου, ἢ τοὺς Ἀθηναίων καὶ Λακεδαιμονίων πολέμους, ἢ τὰς Ξέρξου πράξεις, ἢ Παυσανίου τοῦ ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς λιμῷ κινδυνεύσαντος διαφθαρῆναι, ἢ τὰ περὶ Θεμιστοκλέα, καὶ τὸν πόλεμον τὸν Πελοποννησίων, ἢ τὰ περὶ Ἀλκιβιάδην καὶ Θρασύβουλον; οὐ γὰρ πρόκειται ἡμῖν ὕλη πολυλογίας· ἀλλὰ εἰς τὸ φανερῶσαι τὴν τῶν χρόνων ἀπὸ καταβολῆς κόσμου ποσότητα, καὶ ἐλέγξαι τὴν ματαιοπονίαν καὶ φλυαρίαν τῶν συγγραφέων, ὅτι οὐκ εἰσὶν ἐτῶν οὔτε δισμυρίαι μυριάδες, ὡς Πλάτων ἔφη, καὶ ταῦτα ἀπὸ κατακλυσμοῦ ἕως τῶν αὐτοῦ χρόνων τοσαῦτα ἔτη γεγενῆσθαι δογματίζων· οὔτε μὴν ιε΄. μυριάδες καὶ τοε΄. ἔτη, καθὰ προειρήκαμεν Ἀπολλώνιον τὸν Αἰγύπτιον ἱστορεῖν· οὐδὲ ἀγέννητος ὁ κόσμος ἐστὶ, καὶ αὐτοματισμὸς τῶν πάντων, καθὼς Πυθαγόρας καὶ οἱ λοιποὶ πεφλυαρήκασιν· ἀλλὰ μὲν οὖν γενητὸς, καὶ προνοίᾳ διοικεῖται ὑπὸ τοῦ ποιήσαντος τὰ πάντα Θεοῦ· καὶ ὁ πᾶς χρόνος καὶ τὰ ἔτη δείκνυται τοῖς βουλομένοις πείθεσθαι τῇ ἀληθείᾳ. μή πως οὖν δόξωμεν μέχρι Κύρου δεδηλωκέναι, τῶν δὲ μεταξὺ χρόνων
v.2.p.206
ἀμελεῖν, ὡς μὴ ἔχοντες ἀποδεῖξαι, Θεοῦ παρέχοντος, καὶ τῶν ἑξῆς χρόνων τὴν τάξιν πειράσομαι κατὰ τὸ δυνατὸν ἐξηγήσασθαι.

Κύρου οὖν βασιλεύσαντος ἔτεσι κθ΄, καὶ ἀναιρεθέντος ὑπὸ Τουμυρίδος ἐν Μασσαγετία, τότε οὔσης Ὀλυμπιάδος ἑξηκοστῆς δευτέρας, ἐκτότε ἤδη οἱ Ῥωμαῖοι ἐμεγαλύνοντο, τοῦ Θεοῦ κρατύνοντος αὐτοὺς, ἐκτισμένης τῆς Ῥώμης ὑπὸ Ῥωμύλου, τοῦ παιδὸς ἱστορουμένου Ἄρεως καὶ Ἰλίας, Ὀλυμπιάδι ζ΄, τῇ πρὸ ι΄ καὶ α΄ καλανδῶν Μαΐων, τοῦ ἐνιαυτοῦ τότε δεκαμήνου ἀριθμουμένου. τοῦ οὖν Κύρου τελευτήσαντος, ὡς ἔφθημεν εἰρηκέναι, Ὀλυμπιάδι ἑξηκοστῇ καὶ δευτέρᾳ, γίνεται καιρὸς ἀπὸ κτίσεως Ῥώμης ἔτη σκ΄. ᾧ καιρῷ Ῥωμαίων ἦρξε Ταρκύνιος Σούπερβος τοὔνομα. ὃς πρῶτος ἐξώρισε Ῥωμαίους τινὰς, καὶ παῖδας διέφθειρε, καὶ σπάδοντας ἐγχωρίους ἐποίησεν. ἔτι μὴν καὶ τὰς παρθένους διαφθείρων πρὸς γάμον ἐδίδου. διὸ οἰκείως Σούπερβος ἐκλήθη τῇ Ῥωμαϊκῇ γλώσσῃ· ἑρμηνεύεται δὲ ὑπερήφανος. αὐτὸς γὰρ πρῶτος ἐδογμάτισε τοὺς ἀσπαζομένους αὐτὸν ὑπὸ ἑτέρου ἀντασπάζεσθαι. ὃς ἐβασίλευσεν ἔτεσι κε'. μεθ᾿ ὃν ἦρξαν ἐνιαύσιοι ὕπατοι, χιλίαρχοι ἢ ἀγορανόμοι ἔτεσιν υνγ΄. ὧν τὰ ὀνόματα καταλέγειν πολὺ καὶ πέρισσον ἡγούμεθα. εἰ γάρ τις βούλεται μαθεῖν, ἐκ τῶν ἀναγραφῶν εὑρήσει ὧν ἀνέγραψε Χρύσερος ὁ

v.2.p.208
νομεγκλάτωρ, ἀπελεύθερος γενόμενος Αὐρηλίου Οὐήρου· ὃς ἀπὸ κτίσεως Ῥώμης μέχρι τῆς τελευτῆς τοῦ ἰδίου πάτρωνος αὐτοκράτορος Οὐήρου σαφῶς πάντα ἀνέγραψε, καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους. ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὡς φαμὲν, ἔτεσιν υνγ΄. ἔπειτα οὕτως ἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ΄, μῆνας δ΄, ἡμέρας ἕξ. ἔπειτα Αὔγουστος ἔτη νς΄, μῆνας δ΄, ἡμέραν μίαν. Τιβέριος ἔτη κβ΄. εἶτα Γάϊος ἕτερος ἔτη γ΄, μῆνας η΄, ἡμέρας ζ΄. Κλαύδιος ἔτη κγ΄, μῆνας η΄, ἡμέρας κδ΄. Νέρων ἔτη ιγ΄, μῆνας ς΄, ἡμέρας κη΄. Γάλβας ἔτη β΄, μῆνας ζ΄, ἡμέρας ς΄. Ὄθων μῆνας γ΄, ἡμέρας ε΄. Οὐϊτέλλιος μῆνας ς΄, ἡμέρας κβ΄. Οὐεσπασιανὸς ἔτη θ΄, μῆνας ια΄, ἡμέρας κβ΄. Τίτος ἔτη β΄, ἡμέρας κβ΄. Δομετιανὸς ἔτη ιε΄, μῆνας ε΄, ἡμέρας ς΄. Νερούας ἐνιαυτὸν, μῆνας δ΄, ἡμέρας ι΄. Τραϊανὸς ἔτη ιθ΄, μῆνας ἓξ, ἡμέρας ις΄. Ἀδριανὸς ἔτη κ΄, μῆνας ι΄, ἡμέρας κή. Ἀντονῖνος ἔτη κβ΄, μῆνας ζ΄, ἡμέρας ς΄. Οὐῆρος ἔτη ιθ΄, ἡμέρας ι΄. Γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Οὐήρου αὐτοκράτορος τελευτῆς, ἔτη σλζ΄, ἡμέραι ε΄. ἀπὸ οὖν τῆς Κύρου τελευτῆς, Ῥωμαίων δὲ ἀρχῆς Ταρκυνίου Σουπέρβου, μέχρι τελευτῆς αὐτοκράτορος Οὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμδ΄.

Ἀπὸ δὲ καταβολῆς κόσμου, ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτω κατάγεται· ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ΄. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ

v.2.p.210
ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν, ἔτη αλς΄. ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ, ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ δίετριβεν, ἔτη χξ΄. ἀπὸ δὲ τῆς Μωϋσέως τελευτῆς, ἀρχῆς δὲ Ἰησοῦ υἱοῦ Ναυὶ, μέχρι τελευτῆς Δαυὶδ τοῦ πατριάρχου ἔτη υ(??)η΄. ἀπὸ δὲ τῆς τελευτῆς Δαυὶδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος, ἔτη φιη΄, μῆνες ς΄, ἡμέραι ι΄. ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκράτορος Αὐρηλίου Οὐήρου τελευτῆς, ἔτη ψμδ΄. ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχ(??)η΄, καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι.

Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηθροισμένων, ὁρᾷν ἔστι τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων, καὶ τὴν θειότητα τοῦ παρ᾿ ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὐδὲ μὴν τὰ καθ᾿ ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν· ἀλλὰ μὲν οὖν ἀρχαιότερα, καὶ ἀληθέστερα. καὶ γὰρ Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος, καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία, καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησὶν, καὶ ὁ Γύγης ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν. . . . . τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νῦν δὲ Ἀττικῆς προσαγορευομένης, ἧς Ὠγύγης τότε ἦρξε. καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις, ἀφ᾿ ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας. ὅτι μὲν οὖν ἀρχαιότερος ὁ Μωσῆς δείκνυται ἁπάντων συγγραφέων (οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ πλείους μετ᾿ αὖτον προφῆται γενόμενοι) καὶ

v.2.p.212
Κρόνου, καὶ Βήλου, καὶ τοῦ Ἰλιακοῦ πολέμου, δῆλόν ἐστι. κατὰ γὰρ τὴν Θάλλου ἱστορίαν, ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου, ἔτεσι τκβ΄. ὅτι δὲ πρός που ἔτεσι (??) ἢ καὶ χιλίοις προάγει ὁ Μωσῆς τῆς τοῦ Ἰλίου ἁλώσεως, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοῦ δὲ Κρόνου καὶ τοῦ Βήλου συνακμασάντων ὁμόσε, οἱ πλείους οὐκ ἐπίστανται τίς ἐστιν ὁ Κρόνος, ἢ τίς ὁ Βῆλος· ἔνιοι μὲν σέβονται τὸν Κρόνον, καὶ τοῦτον αὐτὸν ὀνομάζουσι Βὴλ, καὶ Βὰλ, μάλιστα οἱ οἰκοῦντες τὰ ἀνατολικὰ κλίματα, μὴ γινώσκοντες μήτε τίς ἐστιν ὁ Κρόνος, μήτε τίς ἐστιν ὁ Βῆλος. παρὰ δὲ Ῥωμαίοις Σατοῦρνος ὀνομάζεται· οὐδὲ γὰρ αὐτοὶ γινώσκουσι τίς ἐστιν αὐτῶν, πότερον ὁ Κρόνος ἢ ὁ Βῆλος. ἡ μὲν οὖν ἀρχὴ τῶν Ὀλυμπιάδων ἀπὸ Ἰφίτου, φασὶν, ἔσχηκε τὴν θρησκείαν, κατὰ δέ τινας ἀπὸ Λίνου, ὃς καὶ Ἴλιος ἐπεκλήθη. ὁ μὲν οὖν ἀριθμὸς τῶν ἐτῶν καὶ Ὀλυμπιάδων, ὡς ἔχει τὴν τάξιν, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τῆς μὲν οὖν ἀθεότητος τῶν παρ᾿ ὑμῖν πραγμάτων, καὶ τῶν χρόνων τὸν πάντα ἀριθμὸν, κατὰ τὸ δυνατὸν οἶμαι τὰ νῦν ἀκριβῶς εἰρῆσθαι. εἰ γὰρ καὶ ἔλαθεν ἡμᾶς χρόνος, εἰ τύχοι εἰπεῖν, ἔτη ν΄, ἢ ρ΄, ἢ καὶ σ΄, οὐ μέντοι μυριάδες ἢ χιλιάδες ἐτῶν, καθὼς προειρήκασι Πλάτων καὶ Ἀπολλώνιος καὶ οἱ λοιποὶ, ψευδῶς ἀναγράψαντες. ὅπερ ἡμεῖς τὸ ἀκριβὲς ἵσως ἀγνοοῦμεν ἁπάντων τῶν ἐτῶν τὸν ἀριθμὸν, διὰ τὸ μὴ ἀναγεγράφθαι ἐν ταῖς ἱεραῖς βίβλοις τοὺς ἐπιτρέχοντας μῆνας καὶ ἡμέρας. ἔτι δὲ καὶ περὶ ὧν φαμὲν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσόφησας, καὶ μηνύσας Ἕλλησι τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ εἴρηκε τῷ Μωσεῖ, περί τε κατακλυσμοῦ, καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκε. τῶν γὰρ συμβάντων τοῖς Ἰουδαίοις
v.2.p.214
ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ἀβοβάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδονόσορ, μέμνηται· ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις, ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως· καὶ ὅτι Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη.

Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται· πρῶτον μὲν, διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι· καὶ αὐτοὶ ὁμολογοῦσι, φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρ᾿ Αἰγυπτίων, ἄλλοι δ᾿ αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον, καὶ πταίουσι, περὶ Θεοῦ μὴ ποιούμενοι τὴν μνείαν, ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. οὕτω μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου, καὶ τῶν λοιπῶν ποιητῶν φιλικῶς μέμνηνται· τῆς δὲ τοῦ ἀφθάρτου καὶ μόνου Θεοῦ δόξης, οὐ μόνον ἐπελάθοντο, ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν, καὶ τὸ καθ᾿ ἡμέραν διώκουσιν. οὐ μὴν ἀλλὰ καὶ τοῖς εὐφώνως ὑβρίζουσι τὸν Θεὸν, ἆθλα καὶ τιμὰς τιθέασι· τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσι. διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν οὐχ εὗρον.

εἰ οὖν βούλει, ἀκριβῶς ἔντυχε τούτοις, ὅπως σχῇς σύμβολον καὶ ἀῤῥαβῶνα τῆς ἀληθείας.

v.2.p.216