Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

Τὸν μὲν οὖν νόμον τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον αὐτοῖς ἐν τῷ παραβῆναι τὸν λαὸν, ἀγαθὸς ὢν καὶ οἰκτίρμων ὁ Θεὸς, μὴ βουλόμενος διαφθεῖραι αὐτοὺς, πρὸς τῷ δεδωκέναι τὸν νόμον, ὕστερον δὲ καὶ προφήτας ἐξέπεμψεν αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, πρὸς τὸ διδάσκειν καὶ ἀναμιμνήσκειν τὰ τοῦ νόμου αὐτοὺς, καὶ ἐπιστρέφειν εἰς μετάνοιαν, τοῦ μηκέτι ἁμαρτάνειν. εἰ δὲ ἐπιμένοιεν ἐν ταῖς φαύλαις πράξεσι, προανεφώνησεν ὑποχειρίους αὐτοὺς παραδοθῆναι πάσαις ταῖς βασιλείαις τῆς γῆς. καὶ ὅτι ταῦτα αὐτοῖς ἤδη ἀπέβη, φανερὸν μέν ἐστι. περὶ μὲν οὖν τῆς μετανοίας, Ἠσαΐας ὁ προφήτης κοινῶς μὲν πρὸς πάντας, διαῤῥήδην δὲ πρὸς τὸν λαὸν λέγει· ζητήσατε τὸν Κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ᾿ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ, καὶ ἐλεηθήσεται, ὅτι ἐπιπολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. καὶ ἕτερος προφήτης Ἐζεκιήλ φησιν· ἐὰν ἀποστραφῇ ὁ ἄνομος ἀπὸ πασῶν τῶν ἀνομιῶν ὧν ἐποίησε, καὶ φυλάξῃ τὰς ἐντολάς μου, καὶ ποιήσῃ τὰ δικαιώματά μου, ζῶν ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ, πᾶσαι αἱ ἀδικίαι αὐτοῦ ἃς ἐποίησεν οὐ

v.2.p.172
μὴ μνησθῶσιν, ἀλλὰ τῇ δικαιοσύνῃ ᾗ ἐποίησε ζήσεται, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀνόμου λέγει Κύριος, ἀλλ᾿ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν. πάλιν ὁ Ἠσαΐας· ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, ἵνα σωθήσεσθε. καὶ ἕτερος Ἱερεμίας· ἐπιστράφητε ἐπὶ Κύριον τὸν θεὸν ὑμῶν, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρτελλον αὐτοῦ, καὶ ἐλεηθήσεσθε. πολλὰ μὲν οὖν, μᾶλλον δὲ ἀναρίθμητά ἐστι τὰ ἐν ταῖς ἁγίαις γραφαῖς εἰρημένα περὶ μετανοίας, ἀεὶ τοῦ θεοῦ βουλομένου ἐπιστρέφειν τὸ γένος τῶν ἀνθρώπων ἀπὸ πασῶν τῶν ἁμαρτιῶν.

Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τὰ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους ἑνὶ πνεύματι θεοῦ λελαληκέναι. ὁ γοῦν Ἠσαΐας οὕτως ἔφη· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. ἔτι ὁ αὐτὸς, διάλυε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, λύε στραγγαλίας βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. ἐὰν ἴδῃς γυμνὸν περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. ὁμοίως καὶ

v.2.p.174
Ἱερεμίας, στῆτε, φησὶν, ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐπερωτήσατε ποία ἐστὶν ἡ ὁδὸς Κυρίου τοῦ θεοῦ ἡμῶν ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. κρίμα δίκαιον κρίνετε, ὅτι ἐν τούτοις ἐστὶ τὸ θέλημα Κυρίου τοῦ θεοῦ ὑμῶν. ὡσαύτως καὶ Ὠσηὲ λέγει· φυλάσσεσθε κρίμα, καὶ ἐγγίζετε πρὸς Κύριον τὸν θεὸν ὑμῶν, τὸν στερεώσαντα τὸν οὐρανὸν, καὶ κτίσαντα τὴν γῆν. καὶ ἕτερος Ἰωὴλ ἀκόλουθα τούτοις ἔφη· συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, εἰσδέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ εὔξασθε πρὸς Κύριον τὸν θεὸν ὑμῶν ἐκτενῶς, ὅπως ἐλεήσῃ ὑμᾶς, καὶ ἐξαλείψει τὰ ἁμαρτήματα ὑμῶν. ὁμοίως καὶ ἕτερος Ζαχαρίας· τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα ἀληθείας κρίνετε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος μὴ μνησικακείτω τῷ ἀδελφῷ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, λέγει Κύριος παντοκράτωρ.

Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομῶν μὲν οὖν ὁ βασιλεὺς καὶ προφήτης γενόμενος ἔφη· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· τὰ

v.2.p.176
δὲ βλέφαρά σου νευέτω δίκαια. ὀρθὰς ποίει τροχιὰς σοῖς ποσίν. ἡ δὲ εὐαγγέλιος φωνὴ ἐπιτακτικώτερον διδάσκει περὶ ἁγνείας λέγουσα· πᾶς ὁ ἰδὼν γυναῖκα ἀλλοτρίαν πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ ὁ γαμῶν, φησὶν, ἀπολελυμένην ἀπὸ ἀνδρὸς, μοιχεύει· καὶ ὃς ἀπολύει γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ὅτι ὁ Σολομῶν φησιν· ἀποδήσει τις πῦρ ἐν ἱματίῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ᾿ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσπορευόμενος πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται.

Καὶ τοῦ μὴ μόνον ἡμᾶς εὐνοεῖν τοῖς ὁμοφύλοις, ὡς οἴονταί τινες, Ἠσαΐας ὁ προφήτης ἔφη· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἀδελφοὶ ἡμῶν ἔστε, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. τὸ δὲ εὐαγγέλιον, ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. ἐὰν γὰρ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποῖον μισθὸν ἔχετε; τοῦτο καὶ οἱ λῃσταὶ καὶ οἱ τελῶναι ποιοῦσι. τοὺς δὲ ποιοῦντας τὸ ἀγαθὸν διδάσκει μὴ καυχᾶσθαι, ἵνα μὴ ἀνθρωπάρεσκοι ὦσι. μὴ γνώτω γὰρ, φησὶν, ἡ χείρ σου ἡ ἀριστερὰ τί ποιεῖ ἡ χείρ σου ἡ δεξιά. ἔτι μὴν καὶ περὶ τοῦ ὑποτάσσεσθαι ἀρχαῖς καὶ ἐξουσίαις, καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν, κελεύει ἡμᾶς ὁ θεῖος λόγος, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. καὶ διδάσκει ἀποδιδόναι πᾶσι

v.2.p.178
τὰ πάντα, τῷ τὴν τιμὴν, τὴν τιμὴν, τῷ τὸν φόβον, τὸν φόβον, τῷ τὸν φόρον, τὸν φόρον· μηδενὶ μηδὲν ὀφείλειν ἢ μόνον τὸ ἀγαπᾷν πάντας.

Σκόπει τοίνυν εἰ οἱ τὰ τοιαῦτα μανθάνοντες δύνανται ἀδιαφόρως ζῇν, καὶ συμφύρεσθαι ταῖς ἀθεμίτοις μίξεσιν, ἢ τὸ ἀθεώτατον πάντων, σαρκῶν ἀνθρωπείων ἐφάπτεσθαι· ὅπου γε καὶ τὰς θέας τῶν μονομάχων ἡμῖν ἀπείρηται ὁρᾷν, ἵνα μὴ κοινωνοὶ καὶ συνίστορες φόνων γενώμεθα. ἀλλ᾿ οὐδὲ τὰς λοιπὰς θεωρίας ὁρᾷν χρὴ, ἵνα μὴ μολύνωνται ἡμῖν οἱ ὀφθαλμοὶ, καὶ τὰ ὦτα, γινόμενα συμμέτοχα τῶν ἐκεῖ φωνῶν ᾀδομένων. εἰ γὰρ εἴποι τις περὶ ἀνθρωποβορίας, ἐκεῖ τὰ θυέστου καὶ Τηρέως τέκνα ἐσθιόμενα· εἰ δὲ περὶ μοιχείας, οὐ μόνον περὶ ἀνθρώπων, ἀλλὰ καὶ περὶ θεῶν, ὧν καταγγέλλουσιν εὐφώνως μετὰ τιμῶν καὶ ἄθλων, παρ᾿ αὐτοῖς τραγῳδεῖται. μακρὰν δὲ ἀπείη Χριστιανοῖς ἐνθυμηθῆναί τι τοιοῦτο πρᾶξαι, παρ᾿ οἷς σωφροσύνη πάρεστιν, ἐγκράτεια ἀσκεῖται, μονογαμία τηρεῖται, ἁγνεία φυλάσσεται, ἀδικία ἐκπορθεῖται, ἁμαρτία ἐκριζοῦται, δικαιοσύνη μελετᾶται, νόμος πολιτεύεται, θεοσέβεια πράσσεται, θεὸς ὁμολογεῖται, ἀλήθεια βραβεύει, χάρις συντηρεῖ, εἰρήνη περισκέπει, λόγος ἅγιος ὁδηγεῖ, σοφία διδάσκει, ζωὴ βραβεύει, θεὸς βασιλεύει. πολλὰ μὲν οὖν ἔχοντες λέγειν περὶ τῆς καθ᾿ ἡμᾶς πολιτείας, καὶ τῶν δικαιωμάτων τοῦ θεοῦ καὶ δημιουργοῦ πάσης κτίσεως, τὰ

v.2.p.180
νῦν αὐτάρκως ἡγούμεθα ἐπιμεμνῆσθαι, εἰς τὸ καὶ σὲ ἐπιστῆσαι μάλιστα ἐξ ὧν ἀναγινώσκεις ἕως τοῦ δεῦρο, ἵνα ὡς φιλομαθὴς ἐγενήθης, οὕτω καὶ φιλομαθὴς ἔσῃ ἕως τοῦ δεῦρο.

θέλω δέ σοι καὶ τὰ τῶν χρόνων, θεοῦ παρέχοντος, νῦν ἀκριβέστερον ἐπιδεῖξαι, ἵνα ἐπιγνῶς ὅτι οὐ πρόσφατος οὐδὲ μυθώδης ἐστὶν ὁ καθ᾿ ἡμᾶς λόγος, ἀλλ᾿ ἀρχαιότερος καὶ ἀληθέστερος ἁπάντων ποιητῶν καὶ συγγραφέων, τῶν ἐπ᾿ ἀδήλῳ συγγραψάντων. οἱ μὲν γὰρ τὸν κόσμον ἀγένητον εἰπόντες εἰς τὸ ἀπέραντον ἐχώρησαν. ἕτεροι δὲ γενητὸν φήσαντες, εἶπον ὡς ἤδη μυριάδας ἐτῶν πεντεκαίδεκα ἐληλυθέναι καὶ τρισχίλια ἑβδομήκοντα πέντε ἔτη. ταῦτα μὲν οὖν Ἀπολλώνιος ὁ Αἰγύπτιος ἱστορεῖ. Πλάτων δὲ ὁ δοκῶν Ἑλλήνων σοφώτατος γεγενῆσθαι, εἰς πόσην φλυαρίαν ἐχώρησεν; ἐν γὰρ ταῖς πολιτείαις αὐτοῦ ἐπιγραφομέναις ῥητῶς κεῖται λέγοντος· πῶς γὰρ ἂν, εἴ γε ἔμενε τάδε οὕτω τὸν πάντα χρόνον ὡς νῦν διακεκόσμηται, καινὸν ἀνευρίσκετό ποτε καὶ ὁτιοῦν; ὅτι μὲν γὰρ μυριάκις μύρια ἔτη διελάνθανεν ἄρα τοὺς τότε· χίλια δ᾿ ἀφ᾿ οὗ γέγονεν ἢ δὶς τοσαῦτα ἔτη, τὰ μὲν Δαιδάλῳ καταφανῆ γέγονε, τὰ δὲ Ὀρφεῖ, τὰ δὲ Παλαμήδει. καὶ ταῦτα εἰπὼν γεγενῆσθαι, τὰ μὲν μυριάκις μύρια ἔτη ἀπὸ κατακλυσμοῦ ἕως Δαιδάλου δηλοῖ. καὶ πολλὰ φήσας περὶ

v.2.p.182
πόλεων κατὰ κόσμον, καὶ οἰκήσεων καὶ ἐθνῶν, ὁμολογεῖ εἰκασμῷ ταῦτα εἰρηκέναι. λέγει γάρ· εἰ γοῦν, ὦ ξένε, τις ἡμῖν ὑπόσχοιτο θεὸς ὡς, ἐὰν ἐπιχειρήσωμεν τὸ δεύτερον τῇ τῆς νομοθεσίας σκέψει, τῶν νῦν εἰρημένων· δηλονότι εἰκασμῷ ἔφη· εἰ δὲ εἰκασμῷ, οὐκ ἄρα ἀληθῆ ἐστι τὰ ὑπ᾿ αὐτοῦ εἰρημένα.

Δεῖ οὖν μᾶλλον μαθητὴν γενέσθαι τῆς νομοθεσίας τοῦ Θεοῦ, καθῶς καὶ αὐτὸς ὡμολόγηκεν ἄλλως μὴ δύνασθαι τὸ ἀκριβὲς μαθεῖν, ἐὰν μὴ ὁ Θεὸς διδάξῃ διὰ τοῦ νόμου. τί δ᾿ οὐχὶ καὶ οἱ ποιηταὶ, Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἔφασαν ἑαυτοὺς ἀπὸ θείας προνοίας μεμαθηκέναι; ἔτι μὴν μάντεις καὶ προγνώστας γεγενῆσθαι κατὰ τοὺς συγγραφεῖς, καὶ τοὺς παρ᾿ αὐτῶν μαθόντας ἀκριβῶς συγγεγραφέναι φασίν. πόσῳ οὖν μᾶλλον ἡμεῖς τὰ ἀληθῆ εἰσόμεθα, οἱ μανθάνοντες ἀπὸ τῶν ἁγίων προφητῶν, τῶν χωρησάντων τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ. διὸ σύμφωνα καὶ φίλα ἀλλήλοις οἱ πάντες προφῆται εἶπον, καὶ προεκήρυξαν τὰ μέλλοντα ἔσεσθαι παντὶ τῷ κόσμῳ. τοὺς γὰρ φιλομαθεῖς, μᾶλλον δὲ φιλαληθεῖς δύναται αὐτὴ ἡ ἔκβασις τῶν προαναπεφωνημένων πραγμάτων καὶ ἤδη ἀπηρτισμένων ἐκδιδάσκειν ὄντως ἀληθῆ εἶναι τὰ δι᾿ αὐτῶν κεκηρυγμένα περί τε χρόνων καὶ καιρῶν τῶν πρὸ κατακλυσμοῦ, ἀφ᾿ οὗ ἔκτισται ὁ κόσμος ἕως τοῦ δεῦρο, ὡς συνέστηκε τὰ ἔτη, εἰς

v.2.p.184
τὸ ἐπιδεῖξαι τὴν φλυαρίαν τοῦ ψεύδους τῶν συγγραφέων, ὅτι οὐκ ἀληθῆ ἐστι τὰ δι᾿ αὐτῶν ῥηθέντα.

Πλάτων γὰρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆσθαι, ἔφη μὴ πάσης τῆς γῆς, ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλοτάτοις ὄρεσιν αὐτοὺς διασεσῶσθαι. ἕτεροι δὲ λέγουσι γεγονέναι Δευκαλίωνα καὶ Πύῤῥαν, καὶ τούτους ἐν λάρνακι διασεσῶσθαι, καὶ τὸν Δευκαλίωνα μετὰ τὸ ἐλθεῖν ἐκ τῆς λάρνακος, λίθους εἰς τὰ ὀπίσω πεπομφέναι, καὶ ἀνθρώπους ἐκ τῶν λίθων γεγενῆσθαι· ὅθεν φασὶ λαοὺς προσαγορεύεσθαι τὸ πλῆθος ἀνθρώπων. ἄλλοι δ᾿ αὖ Κλύμενον εἶπον ἐν δευτέρῳ κατακλυσμῷ γεγονέναι. ὅτι μὲν οὖν ἄθλιοι καὶ πάνυ δυσσεβεῖς καὶ ἀνόητοι εὑρίσκονται οἱ τὰ τοιαῦτα συγγράψαντες καὶ φιλοσοφήσαντες ματαίως, ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὁ δὲ ἡμέτερος προφήτης καὶ θεράπων τοῦ Θεοῦ Μωσῆς περὶ τῆς γενέσεως τοῦ κοσμοῦ ἐξιστορῶν, διηγήσατο τίνι τρόπῳ γεγένηται ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς· οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ κατακλυσμοῦ ᾧ τρόπῳ γέγονεν, οὐ Πύῤῥαν οὐδὲ Δευκαλίωνα ἢ Κλύμενον μυθεύων, οὐδὲ μὴν τὰ πεδία μόνον κατακεκλύσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὄρεσι μόνους διασεσῶσθαι.

Ἀλλ᾿ οὐδὲ δεύτερον κατακλυσμὸν γεγονέναι δηλοῖ. ἀλλὰ μὲν οὖν ἔφη μηκέτι τῷ κόσμῳ κατακλυσμὸν ὕδατος ἔσεσθαι, οἷος οὔτε γέγονεν, οὔτε μὴν ἔσται. ὀκτὼ δέ φησι τὰς ψυχὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ διασεσῶσθαι, ἐν τῇ κατασκευασθείσῃ προστάγματι Θεοῦ, οὐχ ὑπὸ τοῦ Δευκαλίωνος, ἀλλ᾿ ὑπὸ τοῦ Νῶε Ἑβραϊστὶ, ὃς διερμηνεύεται τῇ Ἑλλάδι γλώσσῃ ἀνάπαυσις· καθὼς καὶ ἐν

v.2.p.186
ἑτέρῳ λόγῳ ἐδηλώσαμεν, ὡς Νῶε καταγγέλλων τοῖς τότε ἀνθρώποις μέλλειν κατακλυσμὸν ἔσεσθαι, προεφήτευσεν αὐτοῖς λέγων· δεῦτε, καλεῖ ὑμᾶς ὁ Θεὸς εἰς μετάνοιαν· διὸ οἰκείως Δευκαλίων ἐκλήθη. τούτῳ δὲ τῷ Νῶε υἱοὶ τρεῖς ἦσαν, καθὼς καὶ ἐν τῷ δευτέρῳ τόμῳ ἐδηλώσαμεν, ὧν τὰ ὀνόματά ἐστι Σὴμ καὶ Χὰμ καὶ Ἰαφέθ· οἷς καὶ γυναῖκες τρεῖς ἦσαν, τὸ καθ᾿ ἕνα αὐτῶν, καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ. τοῦτον τὸν ἄνδρα ἔνιοι εὐνοῦχον προσηγορεύκασιν. ὀκτὼ οὖν αἱ πᾶσαι ψυχαὶ ἀνθρώπων διεσώθησαν, οἱ ἐν τῇ κιβωτῷ εὑρεθέντες. τὸν δὲ κατακλυσμὸν ἐσήμανεν ὁ Μωσῆς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα γεγενῆσθαι, ἀπὸ τοῦ οὐρανοῦ τῶν καταῤῥακτῶν ῥυέντων, καὶ ἀπὸ τῶν πηγῶν τῆς ἀβύσσου βλυσάντων, ὥστε τὸ ὕδωρ ὑψωθῆναι ἐπάνω παντὸς ὄρους ὑψηλοῦ, πεντεκαίδεκα πήχεις. καὶ οὕτω διεφθάρη τὸ γένος πάντων τῶν τότε ἀνθρώπων· μόνοι δὲ διεσώθησαν οἱ φυλαχθέντες ἐν τῇ κιβωτῷ οὓς προειρήκαμεν ὀκτώ· ἧς κιβωτοῦ τὰ λείψανα μέχρις τοῦ δεῦρο δείκνυται εἶναι ἐν τοῖς Ἀραβικοῖς ὄρεσιν. τὰ μὲν οὖν τοῦ κατακλυσμοῦ κεφαλαιωδῶς τοιαύτην ἔχει τὴν ἱστορίαν.

Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Αἰγύπτου ὑπὸ βασιλέως Φαραὼ, οὗ τοὔνομα Τεθμῶσις, ὃς, φασὶ, μετὰ

v.2.p.188
τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ μῆνας δ΄, ὡς ὑφῄρηται Μαναιθῶς. καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ΄. μετὰ δὲ τοῦτον Ἀμενώφις ἔτη κ΄, μῆνας ἑπτά. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα΄, μῆνα α΄. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ΄, μῆνας θ΄. μετὰ δὲ τοῦτον Μηθραμμουθώσις ἔτη κ΄, μῆνας ι΄. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ΄, μῆνας η΄. μετὰ δὲ τοῦτον Δαμφενόφις ἔτη λ΄, μῆνας ι΄. μετὰ δὲ τοῦτον Ὦρος ἔτη λε΄, μῆνας ε΄. τοῦ δὲ θυγάτηρ ἔτη ι΄, μῆνας γ΄. μετὰ δὲ ταύτην Μερχερὴς, ἔτη ιβ΄, μῆνας γ΄. τοῦ δὲ Ἀρμαῖς ἔτη λ΄, μῆνα α΄. μετὰ δὲ τοῦτον Μέσσης Μιαμμοῦ, ἔτη ς΄, καὶ μῆνας β΄. καὶ μετὰ τοῦτον Ῥαμεύσης ἐνιαυτὸν, μῆνας δ΄. καὶ μετὰ τοῦτον Ἀμενώφις ἔτη ιθ΄, μῆνας ς΄. τοῦ δὲ Θοίσσος καὶ Ῥαμέσσης, ἔτη ι΄, οὕς φασιν ἐσχηκέναι πολλὴν δύναμιν ἱππικῆς, καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους. οἱ μὲν Ἑβραῖοι κατ᾿ ἐκεῖνο καιροῦ παροικήσαντες ἐν τῇ Αἰγύπτῳ, καὶ καταδουλωθέντες ὑπὸ βασιλέως, ὡς προείρηται, Τεθμῶσις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυρὰς, τήν τε Πειθὼ καὶ Ῥαμεσῆ, καὶ Ὢν, ἥτις ἐστὶν Ἡλιοπόλις. ὥστε καὶ τῶν πόλεων τῶν τότε ὀνομαστῶν κατ᾿ Αἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἱ καὶ προπάτορες ἡμῶν, ἀφ᾿ ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρήκαμεν. Αἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως. ὁ γὰρ Σέθως, φασὶν, Αἴγυπτος καλεῖται. τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἀρμαῖν. οὗτος Δαναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Αἰγύπτου παραγενόμενος, οὗ μέμνηνται οἱ λοιποὶ συγγραφεῖς, ὡς πάνυ ἀρχαίου τυγχάνοντος.

v.2.p.190