Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

ἘΠΕΙΔΗ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθότατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ Θεὸς, καὶ δι᾿ ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῖν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας, ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτα ἔχοντός σου πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι, ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν· σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν ἰδιώτης ὦ τῷ λόγῳ, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι᾿ ὀλίγων τῶν κατά σε ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι.

Καὶ γὰρ γέλοιόν μοι δοκεῖ, λιθοξόους μὲν καὶ πλάστας, ἢ ζωγράφους, ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν, καὶ θεοὺς κατασκευάζειν, οἳ ἐπὰν γένωνται ὑπὸ τῶν τεχνιτῶν, οὐδὲν αὐτοὺς ἡγοῦνται· ὅταν δὲ ἀγορασθῶσιν ὑπό τινων καὶ ἀνατεθῶσιν εἰς ναὸν καλούμενον ἢ οἶκόν τινα, τούτοις οὐ μόνον θύουσιν οἱ ὠνησάμενοι, ἀλλὰ καὶ οἱ ποιήσαντες καὶ πωλήσαντες ἔρχονται μετὰ σπουδῆς καὶ παρατάξεως θυσιῶν τε καὶ σπονδῶν εἰς τὸ προσκυνεῖν αὐτοῖς, καὶ ἡγοῦνται θεοὺς αὐτοὺς, οὐκ εἰδότες ὅτι τοιοῦτοί εἰσιν, ὁποῖοι καὶ ὅτε

v.2.p.40
ἐγένοντο ὑπ᾿ αὐτῶν, ἤτοι λίθος, ἢ χαλκὸς, ἢ ξύλον, ἢ χρῶμα, ἢ καὶ ἑτέρα τις ὕλη. τοῦτο δὲ καὶ ὑμῖν συμβέβηκε τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας καὶ γενεαλογίας τῶν λεγομένων θεῶν· ὁπόταν γὰρ ἐντυγχάνητε ταῖς γενέσεσιν αὐτῶν, ὡς ἀνθρώπους αὐτοὺς νοεῖτε· ὕστερον δὲ θεοὺς προσαγορεύετε, καὶ θρησκεύετε αὐτοῖς, οὐκ ἐφιστάνοντες οὐδὲ συνίεντες, ὅτι οἵους αὐτοὺς ἀνέγνωτε γεγονέναι, τοιοῦτοι καὶ ἐγεννήθησαν.

Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο· τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; εἰ γὰρ τότε ἐγεννῶν καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γίνεσθαι θεοὺς γεννητούς· εἰ δέ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθήσεται. ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον, καὶ οὐκ ἔτι εἰσίν. εἰ γὰρ ἐγεννῶντο θεοὶ, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾷσθαι· καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται. μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἵναι τῶν ἀνθρώπων, ὥς φησι Σίβυλλα· Εἰ δὲ θεοὶ γεννῶσι, καὶ ἀθάνατοί γε μένουσι, Πλείονες ἀνθρώπων γεγενημένοι οἱ θεοὶ ἦσαν, Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾿ ὑπῆρξεν. Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾷσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας, κατὰ τοὺς ποιητὰς, γεννᾷν καὶ γεννᾷσθαι, καθῶς φατε θεῶν γένεσιν γεγενῆσθαι; πρὸς τί δὲ μὲν τότε τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τύγχανει; ἢ τίνος ἕνεκεν, τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ

v.2.p.42
κατῴκει, καὶ ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητὰς, νυνὶ δὲ ἀγνοεῖται; διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλ᾿ ἐν μέρει γῆς ηὑρίσκετο; ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι, καὶ τῶν πάντων προνοεῖν. εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς. Θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος, καὶ τοῦ ὄντως Θεοῦ, τοῦτό ἐστι μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾷν, καὶ πάντων ἀκούειν· ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστι τὸ χωροῦν τοῦ χωρουμένου· Θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην; πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; ποῦ δὲ καὶ ἐπορεύθη; εἰς οὐρανούς; οὐχί. ἀλλὰ ἐρεῖς εἰς Κρήτην; ναὶ, ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. πάλιν φήσεις εἰς Πίσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου. ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.

Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου Θεὸν εἶναι, ἢ εἰ καὶ ἔστι, μηδενός φασι φροντίζειν τὸν Θεὸν, πλὴν ἑαυτοῦ· καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο. ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγέννητον, καὶ φύσιν ἀϊδίαν, καὶ τὸ σύνολον

v.2.p.44
πρόνοιαν μὴ εἶναι Θεοῦ ἐτόλμησαν ἐξειπεῖν· ἀλλὰ Θεὸν εἶναι μόνον φασὶ τὴν ἑκάστου συνείδησιν. ἄλλοι δ᾿ αὖ τὸ δι᾿ ὅλου κεχωρηκὸς πνεῦμα Θεὸν δογματίζουσι. Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ, Θεὸν μὲν ὁμολογοῦσιν ἀγέννητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται Θεὸν καὶ ὕλην ἀγέννητον, καὶ ταύτην φασὶ συνηκμακέναι τῷ Θεῷ. εἰ δὲ Θεὸς ἀγέννητος, καὶ ὕγη ἀγέννητος, οὐκ ἔτι ὁ Θεὸς ποιητὴς τῶν ὅλων ἐστὶ, κατὰ τοὺς Πλατωνικοὺς, οὐδὲ μὴν μοναρχία Θεοῦ δείκνυται, ὅσον τὸ κατ᾿ αὐτούς. ἔτι δὲ καὶ ὥσπερ ὁ Θεὸς ἀγέννητος ὢν καὶ ἀναλλοίωτός ἐστιν, οὕτως εἰ καὶ ἡ ὕλη ἀγέννητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν. τὸ γὰρ γεννητὸν τρεπτὸν καὶ ἀλλοίωτον· τὸ δὲ ἀγέννητον ἀτρεπτὸν καὶ ἀναλλοίωτον. τί δὲ μέγα εἰ ὁ Θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; καὶ γὰρ τεχνίτης ἄνθρωπος ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ· Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται, ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται· καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν, ἀλλ᾿ ἢ μόνου Θεοῦ. καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ᾿ αὐτοῦ γινομένῳ. Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικὸν, ἔμπνουν, αἰσθητικόν. ὥσπερ οὖν ἐν τούτοις πᾶσι δυνατώτερός ἐστιν ὁ Θεὸς τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα καὶ ὅσα βούλεται, καθὼς βούλεται.

Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος, ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου, ἀλλὰ καὶ θεῶν· φησὶ γάρ που·

v.2.p.46
Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθὺν, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. ἃ δὴ λέγων οὐκ ἔτι Θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται, τὸν ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα Θεός. ὁ δὲ Θεὸς εἰ τῶν ὅλων ποιητής ἐστι, καθὼς καί ἐστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου· καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν, ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησε Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε, καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτω γάρ φησι· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς, καὶ ἐπέφραδε τιμάς. εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν, τίνι τρόπῳ τὰ πάντα γεγένηται· λέγει γάρ· Χαίρετε τέκνα Διὸς, δότε δ᾿ ἱμερόεσσαν ἀοιδὴν, Κλείετε δ᾿ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο, καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θ᾿ ἁλμυρὸς ἔτρεφε πόντος. Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ, καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ, καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν·
v.2.p.48
Οἵ τ᾿ τῶν ἐγένοντο θεοὶ, δωτῆρες ἐάων, Ὥς τ᾿ ἄφενος δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο. Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον· Ταῦτά μοι ἔσπετε Μοῦσαι ὀλύμπια δώματ᾿ ἔχουσαι, Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅτι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ· ὅπου δὲ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;

Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾿ ἠερόεντα, μυχῷ χθονὸς εὐρυοδείης, Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, Λυσιμελὴς, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων Δάμναται ἐν στήθεσσι νόον, καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἐρεβός τε, μέλαινά τε Νὺξ ἐγένοντο. Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, Οὓς τέκε κυσαμένη, Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεὶ, Γείνατο δ᾿ οὔρεα μακρὰ, θεῶν χαρίεντας ἐναύλους Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα, Ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θύον,

v.2.p.50
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα, τέκ᾿ Ὠκεανὸν βαθυδίνην. καὶ ταῦτα εἰπὼν, οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγέννητος οὖσα· τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων, καὶ μεταῤῥυθμίζων, καὶ μεταμορφῶν; πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζε καὶ ἐκοσμεῖ; (ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης, ἀλλὰ καὶ τοῦ κόσμου, καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος) ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτὴν, λέγω δὲ Θεὸς ὁ καὶ κατακοσμήσας. ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται, καὶ ἐνάντια ἑαυτῷ λέγων· εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν, ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων, καὶ Γιγάντων πληθὺν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης ὁ καὶ Ὡράπιος ἐπικληθεὶς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ, καὶ ταῖς λοιπαῖς κατ᾿ αὐτὸν ἱστορίαις, περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς, καὶ τῶν βασιλέων αὐτῶν, καὶ τῆς ἐν αὐτοῖς ματαιοπονίας.

Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους; Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντον δύνοντα, καὶ τῇ Μελανίππῃ περιπλεκόμενον, καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα· ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν·

v.2.p.52
καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς, ἐν ταῖς ἐπιγραφομέναις ὄρνισιν ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων· Τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν. ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι. διὸ καὶ φυλὴν τὴν Διονυσίαν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθέας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς οἶμαι Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανὸν, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκετὰν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτω περιέχει. ὅθεν καὶ ἐν
v.2.p.54
τῇ Διονυσίᾳ φυλῇ δῆμοι εἰσὶ κατακεχωρισμένοι· Ἀλθῆς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου Ἀλθέας· Δηϊανείρης ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθέας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριάδνης ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρύμνιδι· Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθέας πατρός· Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλον υἱοῦ Διονύσου· Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου· οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασι καὶ εἰσὶν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι· καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.

Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν; ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ καὶ φιλόσοφοι λεγόμενοι· ἔτι μὴν καὶ οἱ προσέχοντες αὐτοῖς. μύθους γὰρ μᾶλλον καὶ μωρίας συνέταξαν περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν. οὐ γὰρ ἀπέδειξαν αὐτοὺς θεοὺς, ἀλλὰ ἀνθρώπους, οὓς μὲν μεθύσους, ἑτέρους πόρνους καὶ φονεῖς. ἀλλὰ καὶ περὶ τῆς κοσμογονίας, ἀσύμφωνα ἀλλήλοις καὶ φαῦλα ἐξεῖπον. πρῶτον μὲν ὅτι τινὲς ἀγέννητον τὸν κόσμον ἀπεφήναντο, καθὼς καὶ ἔμπροσθεν ἐδηλώσαμεν· καὶ οἱ μὲν ἀγέννητον αὐτὸν καὶ ἀϊδίαν φύσιν φάσκοντες, οὐκ ἀκόλουθα εἶπον τοῖς γενητὸν αὐτὸν δογματίσασιν. εἰκασμῷ γὰρ ταῦτα καὶ ἀνθρωπίνῃ ἐννοίᾳ ἐφθέγξαντο, καὶ οὐ κατὰ ἀλήθειαν. ἕτεροι δ᾿

v.2.p.56
αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν· Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα, Καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες. Τοῦ γὰρ καὶ γένος ἐσμέν. ὁ δ᾿ ἤπιος ἀνθρώποισι Δέξια σημαίνει· λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει, Μιμνήσκων βιότοιο· λέγει δ᾿ ὅτε βῶλος ἀρίστη Βουσί τε καὶ μακέλῃσι· λέγει δ᾿ ὅτε δέξιαι ὧραι Καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι. τίνι οὖν πιστεύσωμεν; πότερον Ἀράτῳ τῷδε, ἢ Σοφοκλεῖ λέγοντι· πρόνοια δ᾿ ἐστιν οὐδενὸς σαφὴς, εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις. Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει· λέγει γάρ· Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. καὶ Σιμωνίδης· Οὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν, Οὐ πόλις, οὐ βροτός· Θεὸς ὁ παμμῆτις. Ἀπήμαντον δ᾿ οὐδέν ἐστιν ἐν αὐτοῖς. ὁμοίως καὶ Εὐριπίδης· οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις Θεοῦ. καὶ Μένανδρος· οὐκ ἄρα φροντίζει τις ἡμῶν, ἢ μόνος Θεός.
v.2.p.58
καὶ πάλιν Εὐριπίδης· σῶσαι γὰρ ὁπόταν τῷ Θεῷ δοκῇ, πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. καὶ Θέστιος· Θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς πλέῃς, σώζῃ. καὶ τὰ τοιαῦτα μυρία εἰπόντες, ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν λέγων ἐν ἑτέρῳ λέγει· Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. πλὴν καὶ πληθὺν εἰσήγαγον, ἢ μοναρχίαν εἶπον· καὶ πρόνοιαν εἶναι, τοῖς λέγουσιν ἀπρονοησίαν τἀνάντια εἰρήκασιν. ὅθεν Εὐριπίδης ὁμολογεῖ λέγων· σπουδάζομεν δὲ πολλ᾿ ὑπ᾿ ἐλπίδων μάτην πόνους ἔχοντες, οὐδὲν εἰδότες. καὶ μὴ θέλοντες ὁμολογοῦσι τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες, καὶ ὑπ᾿ αὐτῶν φυσιωθέντες, ἃ εἶπον, δι᾿ αὐτῶν εἶπον. ἤτοι γὰρ οἱ ποιηταὶ, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν, ὑπὸ μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι, ἀλλὰ πλάνῳ. ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως Θεοῦ, καὶ ὁμολογεῖ
v.2.p.60
αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν, εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἴη εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε Θεοῦ μοναρχίας καὶ κρίσεως, καὶ τῶν λοιπῶν ἇν ἔφασαν.

Οἱ δὲ τοῦ Θεοῦ ἄνθρωποι πνευματοφόροι πνεύματος ἁγίου, καὶ προφῆται γενόμενοι, ὑπ᾿ αὐτοῦ τοῦ Θεοῦ ἐμπνευσθέντες, καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι καὶ ὅσιοι καὶ δίκαιοι. διὸ καὶ κατηξιώθησαν τὴν ἀντιμισθίαν ταύτην λαβεῖν, ὄργανα Θεοῦ γενόμενοι, καὶ χωρήσαντες σοφίαν τὴν παρ᾿ αὐτοῦ, δι᾿ ἧς σοφίας εἶπον καὶ περὶ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. καὶ γὰρ περὶ λοιμῶν καὶ λιμῶν καὶ πολέμων προεῖπον. καὶ οὐχ εἷς, ἢ δύο, ἀλλὰ πλείονες κατὰ χρόνους καὶ καιροὺς ἐγενήθησαν παρὰ Ἑβραίοις, ἀλλὰ καὶ παρὰ Ἕλλησι Σίβυλλα· καὶ πάντες φίλα ἀλλήλοις καὶ σύμφωνα εἰρήκασι, τά τε πρὸ αὐτῶν γεγενημένα, καὶ τὰ κατ᾿ αὐτοὺς γεγονότα, καὶ τὰ καθ᾿ ἡμᾶς νυνὶ τελειούμενα· διὸ καὶ πεπείσμεθα καὶ περὶ τῶν μελλόντων οὕτως ἔσεσθαι, καθὼς καὶ τὰ πρῶτα ἀπήρτισται.

Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. οὐ γάρ τι τῷ Θεῷ συνήκμασεν· ἀλλ᾿ αὐτὸς ἑαυτοῦ τόπος ὢν, καὶ ἀνενδεὴς ὢν, καὶ ὑπάρχων πρὸ τῶν αἰώνων, ἠθέλησεν ἄνθρωπον ποιῆσαι ᾧ γνωσθῇ· τούτῳ οὖν προητοίμασε τὸν κόσμον. ὁ γὰρ γενητὸς καὶ προσδεής ἐστιν, ὁ δὲ ἀγένητος, οὐδενὸς

v.2.p.62
προσδεῖται. ἔχων οὖν ὁ Θεὸς τὸν ἑαυτοῦ λόγον ἐνδιάθετον ἐν τοῖς ἰδίοις σπλάγχνοις, ἐγέννησεν αὐτὸν μετὰ τῆς ἑαυτοῦ σοφίας ἐξερευξάμενος πρὸ τῶν ὅλων. τοῦτον τὸν λόγον ἔσχεν ὑπουργὸν τῶν ὑπ᾿ αὐτοῦ γεγενημένων, καὶ δἰ αὐτοῦ τὰ πάντα πεποίηκεν. οὗτος λέγεται ἀρχὴ, ὅτι ἄρχει καὶ κυριεύει πάντων τῶν δι᾿ αὐτοῦ δεδημιουργημένων. οὗτος οὖν ὢν πνεῦμα Θεοῦ, καὶ ἀρχὴ καὶ σοφία καὶ δύναμις ὑψίστου, κατήρχετο εἰς τοὺς προφήτας, καὶ δι᾿ αὐτῶν ἐλάλει τὰ περὶ τῆς ποιήσεως τοῦ κόσμου καὶ τῶν λοιπῶν ἁπάντων. Οὐ γὰρ ἦσαν οἱ προφῆται ὅτε ὁ κόσμος ἐγίνετο· ἀλλὰ ἡ σοφία ἡ ἐν αὐτῷ οὖσα ἡ τοῦ Θεοῦ, καὶ ὁ λόγος ὁ ἅγιος αὐτοῦ ὁ ἀεὶ συμπαρὼν αὐτῷ. διὸ δὴ καὶ διὰ Σολομῶνος προφήτου οὕτω λέγει· ἡνίκα δὴ ἠτοίμασε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾿ αὐτῷ ἁρμόζουσα. Μωσῆς δὲ ὁ καὶ Σολομῶνος πρὸς πολλῶν ἐτῶν γενόμενος, μᾶλλον δὲ ὁ λόγος ὁ τοῦ Θεοῦ ὡς δι᾿ ὀργάνου δι᾿ αὐτοῦ φησίν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρῶτον ἀρχὴν καὶ ποίησιν ὠνόμασεν· εἶθ᾿ οὕτως τὸν Θεὸν συνέστησεν. οὐ γὰρ ἀργῶς χρὴ καὶ ἐπὶ κενῷ Θεὸν ὀνομάζειν. προῄδει γὰρ ἡ θεία σοφία μέλλειν φλυαρεῖν τινὰς, καὶ πληθὺν Θεῶν ὀνομάζειν τῶν οὐκ ὄντων.
v.2.p.64
ὅπως ουν ὁ τῷ ὄντι Θεὸς διὰ ἔργων νοηθῇ, καὶ ὅτι ἐν τῷ λόγῳ αὐτοῦ ὁ Θεὸς πεποίηκε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς, ἔφη· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἶτα εἰπὼν τὴν ποίησιν αὐτῶν, δηλοῖ ἡμῖν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ταῦτα ἐν πρώτοις διδάσκει ἡ θεία γραφὴ, τρόπῳ τινι ὕλην γενητὴν, ὑπὸ τοῦ Θεοῦ γεγονυῖαν, ἀφ᾿ ἧς πεποίηκε καὶ δεδημιούργηκεν ὁ Θεὸς τὸν κόσμον.

Ἀρχὴ δὲ τῆς ποιήσεως φῶς ἐστιν· ἐπειδὴ τὰ κοσμούμενα τὸ φῶς φανεροῖ. διὸ λέγει· καὶ εἶπεν ὁ θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν· δηλονότι καλὸν ἀνθρώπῳ γεγονός. καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχώριζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ,

v.2.p.66
ἡμέρα δευτέρα. καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ
v.2.p.68
πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τῆς θαλάσσης· καὶ τὰ πετεινὰ πληθυνέτω ἐπὶ τῆς γῆς. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως· καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ κατὰ γένος. καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης. καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν αὐτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν. καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ
v.2.p.70
ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν αὐτῷ πνοὴν ζωῆς, πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἴδου καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.

Τῆς μὲν οὖν Ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ᾿ ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι, καὶ μυρίας γλώσσας· ἀλλ᾿ οὐδὲ εἰ μυρίοις ἔτεσι βιώσει τις, ἐπιδημῶν ἐν τῷδε τῷ βίῳ, οὐδὲ οὕτως ἔσται ἱκανὸς πρὸς ταῦτα ἀξίως τι εἰπεῖν, διὰ τὸ ὑπέρβαλλον μέγεθος καὶ τὸν πλοῦτον τῆς σοφίας τοῦ Θεοῦ, τῆς οὔσης ἐν ταύτῃ τῇ προγεγραμμένῃ Ἑξαημέρῳ. πολλοὶ μὲν οὖν τῶν συγγραφέων ἐμιμήσαντο, καὶ ἠθέλησαν περὶ τούτων διήγησιν ποιήσασθαι, καίτοι λαβόντες ἐντεῦθεν τὰς ἀφορμὰς, ἤτοι περὶ κόσμου κτίσεως, ἢ περὶ φύσεως ἀνθρώπου· καὶ οὐδὲ τὸ τυχὸν ἔναυσμα ἄξιόν τι τῆς ἀληθείας ἐξεῖπον. δοκεῖ δὲ τὰ ὑπὸ τῶν φιλοσόφων ἢ συγγραφέων καὶ ποιητῶν εἰρημένα ἀξιόπιστα μὲν εἶναι, παρὰ τὸ φράσει κεκαλλωπίσθαι. μωρὸς δὲ καὶ κένος ὁ λόγος αὐτῶν δείκνυται, ὅτι πολλὴ μὲν πληθὺς τῆς φλυαρίας αὐτῶν ἐστι· τὸ τυχὸν δὲ τῆς ἀληθείας ἐν αὐτοῖς οὐχ εὑρίσκεται. καὶ γὰρ εἴ τι δοκεῖ ἀληθὲς δι᾿ αὐτῶν ἐκπεφωνῆσθαι, σύγκρασιν ἔχει τῇ πλάνῃ.

v.2.p.72
καθάπερ γὰρ φάρμακόν τι δηλητήριον συγκραθὲν μέλιτι, ἢ οἴνῳ, ἢ ἑτέρῳ τινὶ, τὸ πᾶν ποιεῖ βλαβερὸν καὶ ἄχρηστον· οὕτως καὶ ἡ ἐν αὐτοῖς πολυλογία εὑρίσκεται ματαιοπονία, καὶ βλάβη μᾶλλον τοῖς πειθομένοις αὐτῇ. ἔτι μὴν καὶ περὶ τῆς ἑβδόμης ἡμέρας ἥν πάντες μὲν ἄνθρωποι ὀνομάζουσιν, οἱ δὲ πλείους ἀγνοοῦσιν, ὅτι παρ᾿ Ἑβραίοις ὃ καλεῖται σάββατον Ἑλληνιστὶ ἑρμηνεύεται ἑβδομάς· ἥτις εἰς πᾶν γένος ἀνθρώπων ὀνομάζεται μὲν, δι᾿ ἣν δὲ αἰτίαν καλοῦσιν αὐτὴν οὐκ ἐπίστανται. τὸ δὲ εἰπεῖν Ἡσίοδον τὸν ποιητὴν ἐκ χάους γεγενῆσθαι Ἔρεβον, καὶ τὴν γῆν καὶ ἔρωτα κυριεύοντα τῶν κατ᾿ αὐτόν τε Θεῶν καὶ ἀνθρώπων, μάταιον καὶ ψυχρὸν τὸ ῥῆμα αὐτοῦ, καὶ ἀλλότριον πάσης ἀληθείας δείκνυται. Θεὸν γὰρ οὐ χρὴ ὑφ᾿ ἡδονῆς νικᾷσθαι· ὅπου γε καὶ οἱ σώφρονες ἄνθρωποι ἀπέχονται πάσης αἰσχρᾶς ἡδονῆς, καὶ ἐπιθυμίας κακῆς.

Ἀλλὰ καὶ τὸ ἐκ τῶν ἐπιγείων κάτωθεν ἄρξασθαι καὶ λέγειν τὴν ποίησιν τῶν γεγενημένων, ἀνθρώπινον καὶ ταπεινὸν καὶ πάνυ ἀσθενὲς τὸ ἐννόημα αὐτοῦ, ὡς πρὸς Θεόν ἐστιν. ἄνθρωπος γὰρ κάτω ὢν, ἄρχεται ἐκ τῆς γῆς οἰκοδομεῖν, καὶ οὐ πρὸς τάξιν δύναται καὶ τὴν ὀροφὴν ποιῆσαι, ἐὰν μὴ τὸν θεμέλιον ὑπόθηται. Θεοῦ δὲ τὸ δυνατὸν ἐκ τούτου δείκνυται, ἴνα πρῶτον μὲν ἐξ οὐκ ὄντων ποιῇ τὰ γινόμενα, εἶτα καθὼς βούλεται. τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατά ἐστι παρὰ Θεῷ· διὸ καὶ ὁ προφήτης πρῶτον εἴρηκε τὴν ποίησιν τοῦ οὐρανοῦ γεγενῆσθαι, τρόπον ἐπέχοντα ὀροφῆς, λέγων·

v.2.p.74
ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, τουτέστι διὰ τῆς ἀρχῆς γεγενῆσθαι τὸν οὐρανὸν καθὼς ἔφθημεν δεδηλωκέναι. γῆν δὲ λέγει δυνάμει ἔδαφος καὶ θεμέλιον, ἄβυσσον δὲ τὴν πληθὺν τῶν ὑδάτων· καὶ σκότος διὰ τὸ τὸν οὐρανὸν, γεγονότα ὑπὸ τοῦ Θεοῦ, ἐσκεπακέναι καθαπερεὶ πῶμα τὰ ὕδατα σὺν τῇ γῇ. πνεῦμα δὲ τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἔδωκεν ὁ Θεὸς εἰς ζωογόνησιν τῇ κτίσει καθάπερ ἀνθρώπῳ ψυχὴν, τῷ λεπτῷ τὸ λεπτὸν συγκεράσας· τὸ γὰρ πνεῦμα λεπτὸν καὶ τὸ ὕδωρ λεπτόν· ὅπως τὸ μὲν πνεῦμα τρέφῃ τὸ ὕδωρ, τὸ δὲ ὕδωρ σὺν τῷ πνεύματι τρέφῃ τὴν κτίσιν διϊκνούμενον πανταχόσε. ἓν μὲν τὸ πνεῦμα, φωτὸς τύπον ἔπεχον, ἐμεσίτευε τοῦ ὕδατος καὶ τοῦ οὐρανοῦ, ἵνα τρόπῳ τινι μὴ κοινωνῇ τὸ σκότος τῷ οὐρανῷ ἐγγυτέρῳ ὄντι τοῦ Θεοῦ, πρὸ τοῦ εἰπεῖν τὸν Θεόν· γενηθήτω φῶς. ὥσπερ οὖν καμάρα ὁ οὐρανὸς ὢν συνεῖχε τὴν ὕλην βώλῳ ἐοικυῖαν. καὶ γὰρ εἴρηκε περὶ τοῦ οὐρανοῦ ἕτερος προφήτης ὀνόματι Ἠσαΐας λέγων· Θεὸς οὗτος ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖσθαι. ἡ διάταξις οὖν τοῦ Θεοῦ, τοῦτό ἐστιν ὁ λόγος αὐτοῦ, φαίνων ὥσπερ λύχνος ἐν οἰκήματι συνεχομένῳ, ἐφώτισε τὴν ὑπ᾿ οὐρανὸν, χωρὶς μὲν τοῦ κόσμου ποιήσας. καὶ τὸ
v.2.p.76
μὲν φῶς ὁ Θεὸς ἐκάλεσεν ἡμέραν, τὸ δὲ σκότος νύκτα· ἐπειτοί γε ἄνθρωπος οὐκ ἂν ᾔδει καλεῖν τὸ φῶς ἡμέραν, ἢ τὸ σκότος νύκτα· ἀλλ᾿ οὐδὲ μὲν τὰ λοιπὰ εἰ μὴ τὴν ὀνομασίαν εἰλήφει ἀπὸ τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. τῇ μὲν οὖν πρώτῃ ὑποθέσει τῆς ἱστορίας, καὶ γενέσεως τοῦ κόσμου, εἴρηκεν ἡ ἁγία γραφὴ οὐ περὶ τούτου τοῦ στερεώματος, ἀλλὰ περὶ ἑτέρου οὐρανοῦ τοῦ ἀοράτου ἡμῖν ὄντος, μεθ᾿ ὃν οὗτος ὁ ὁρατὸς οὐρανὸς κέκληται στερέωμα, ἐφ᾿ ᾧ ἀνείληπται τὸ ἥμισυ τοῦ ὕδατος, ὅπως ᾖ τῇ ἀνθρωπότητι εἰς ὑετοὺς καὶ ὄμβρους καὶ δρόσους. τὸ δὲ ἥμισυ ὕδατος ὑπελείφθη ἐν τῇ γῇ εἰς ποταμοὺς καὶ πηγὰς καὶ θαλάσσας· ἔτι οὖν συνέχοντος τοῦ ὕδατος τὴν γῆν, μάλιστα κοίλους τόπους, ἐποίησεν ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ τὸ ὕδωρ συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ ὁρατὴν γενηθῆναι τὴν ξηρὰν, πρότερον γεγονυῖαν αὐτὴν ἀόρατον. ὁρατὴ οὖν ἡ γῆ γενομένη ἔτι ὑπῆρχεν ἀκατασκεύαστος. κατεσκεύασεν οὖν αὐτὴν καὶ κατεκόσμησεν ὁ Θεὸς διὰ παντοδαπῶν χλοῶν καὶ σπερμάτων καὶ φυτῶν.

Σκόπει τὸ λοιπὸν τὴν ἐν τούτοις ποικιλίαν καὶ διάφορον καλλονὴν καὶ πληθὺν, καὶ ὅτι δι᾿ αὐτῶν δείκνυται ἡ ἀνάστασις, εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως ἁπάντων ἀνθρώπων. τίς γὰρ κατανοήσας οὐ θαυμάσει ἐκ συκῆς κεγχραμίδος γίνεσθαι συκῆν, ἢ τῶν λοιπῶν σπερμάτων ἐλαχίστων φύειν παμμεγέθη δένδρα; τὸν δὲ κόσμον ἐν ὁμοιώματι ἡμῖν λέγομεν εἶναι

v.2.p.78
τῆς θαλάσσης. ὥσπερ γὰρ θάλασσα εἰ μὴ εἶχε τὴν τῶν ποταμῶν καὶ πηγῶν ἐπίῤῥυσιν καὶ ἐπιχορηγίαν εἰς τροφὴν, διὰ τὴν ἁλμυρότητα αὐτῆς πάλαι ἂν ἐκπεφρυγμένη ἦν· οὕτω καὶ ὁ κόσμος εἰ μὴ ἐσχήκει τὸν τοῦ Θεοῦ νόμον, καὶ τοὺς προφήτας ῥέοντας καὶ πηγάζοντας τὴν γλυκύτητα καὶ εὐσπλαγχνίαν καὶ δικαιοσύνην καὶ διδαχὴν τῶν ἁγίων ἐντολῶν τοῦ Θεοῦ, διὰ τὴν κακίαν καὶ ἁμαρτίαν τὴν πληθύουσαν ἐν αὐτῷ ἤδη ἂν ἐκλελοίπει. καὶ καθάπερ ἐν θαλάσσῃ νῆσοί εἰσιν αἱ μὲν οἰκηταὶ καὶ εὔυδροι καὶ καρποφόροι, ἔχουσαι ὅρμους καὶ λιμένας, πρὸς τὸ τοὺς χειμαζομένους ἔχειν ἐν αὐτοῖς καταφυγάς· οὕτω δέδωκεν ὁ Θεὸς τῷ κόσμῳ κυμαινομένῳ καὶ χειμαζομένῳ ὑπὸ τῶν ἁμαρτημάτων τὰς συναγωγὰς, λέγομεν δὲ ἐκκλησίας ἁγίας, ἐν αἷς καθάπερ λιμέσιν εὐόρμοις ἐν νήσοις αἱ διδασκαλίαι τῆς ἀληθείας εἰσί· πρὸς ἃς καταφεύγουσιν οἱ θέλοντες σώζεσθαι, ἐρασταὶ γινόμενοι τῆς ἀληθείας, καὶ βουλόμενοι ἐκφυγεῖν τὴν ὀργὴν καὶ κρίσιν τοῦ Θεοῦ. καὶ ὥσπερ αὖ νῆσοί εἰσιν ἕτεραι πετρώδεις καὶ ἄνυδροι καὶ ἄκαρποι καὶ θηριώδεις καὶ ἀοίκητοι, ἐπὶ βλάβῃ τῶν πλεόντων καὶ χειμαζομένων, ἐν αἷς τείρεται τὰ πλοῖα, καὶ ἐξαπόλλυνται ἐν αὐταῖς οἱ κατερχόμενοι, οὕτως εἰσὶν αἱ διδασκαλίαι τῆς πλάνης, λέγω δὲ τῶν αἱρέσεων, αἱ ἐξαπολλύουσι τοὺς προσίοντας αὐταῖς. οὐ γὰρ ὁδηγοῦνται ὑπὸ τοῦ λόγου τῆς ἀληθείας, ἀλλὰ καθάπερ πειρᾶται, ἐπὰν πληρώσωσι τὰς ναῦς, ἐπὶ τοὺς προειρηένους τόπους περιπείρουσιν ὅπως ἐξαπολέσωσιν αὐτὰς, οὕτω συμβαίνει καὶ τοῖς πλανωμένοις ἀπὸ τῆς ἀληθείας ἐξαπόλλυσθαι ὑπὸ τῆς πλάνης.

v.2.p.80

Τετάρτῃ ἡμέρᾳ ἐγένοντο οἱ φωστῆρες. ἐπειδὴ ὁ Θεὸς, προγνωστὴς ὢν, ἠπίστατο τὰς φλυαρίας τῶν ματαίων φιλοσόφων, ὅτι ἔμελλον λέγειν ἀπὸ τῶν στοιχείων εἶναι τὰ ἐπὶ τῆς γῆς φυόμενα, πρὸς τὸ ἀθετεῖν τὸν Θεόν· ἵν᾿ οὖν τὸ ἀληθὲς δειχθῇ, προγενέστερα γέγονε τὰ φυτὰ καὶ τὰ σπέρματα τῶν στοιχείων. τὰ γὰρ μεταγενέστερα οὐ δύναται ποιεῖν τὰ αὐτῶν προγενέστερα. ταῦτα δὲ δεῖγμα καὶ τύπον ἐπέχει μεγάλου μυστηρίου. ὁ γὰρ ἥλιος ἐν τύπῳ Θεοῦ ἐστιν· ἡ δὲ σελήνη ἀνθρώπου. καὶ ὥσπερ ὁ ἥλιος πολὺ διαφέρει τῆς σελήνης δυνάμει καὶ δόξῃ, οὕτω πολὺ διαφέρει ὁ Θεὸς τῆς ἀνθρωπότητος· καὶ καθάπερ ὁ ἥλιος πλήρης πάντοτε διαμένει, μὴ ἐλάσσων γινόμενος, οὕτω πάντοτε ὁ Θεὸς τέλειος διαμένει, πλήρης ὢν πάσης δυνάμεως καὶ συνέσεως καὶ σοφίας καὶ ἀθανασίας καὶ πάντων τῶν ἀγαθῶν. ἡ δὲ σελήνη κατὰ μῆνα φθίνει, καὶ δυνάμει ἀποθνήσκει, ἐν τύπῳ οὖσα ἀνθρώπου, ἔπειτα ἀναγεννᾶται καὶ αὔξει εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι ἀναστάσεως. ὡσαύτως καὶ αἱ τρεῖς ἡμέραι, πρὸ τῶν φωστήρων γεγονυῖαι, τύποι εἰσὶ τῆς τριάδος, τοῦ Θεοῦ, καὶ τοῦ λόγου αὐτοῦ, καὶ τῆς σοφίας αὐτοῦ. τετάρτῳ δὲ τύπῳ ἐστὶν ἄνθρωπος ὁ προσδεὴς

v.2.p.82
τοῦ φωτὸς, ἵνα ᾖ Θεὸς, λόγος, σοφία, ἄνθρωπος. διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ ἐγεννήθησαν φωστῆρες. ἡ δὲ τῶν ἄστρων θέσις οἰκονομίαν καὶ τάξιν ἔχει τῶν δικαίων καὶ εὐσεβῶν καὶ τηρούντων τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ. οἱ γὰρ ἐπιφανεῖς ἀστέρες καὶ λαμπροὶ εἰσὶν εἰς μίμησιν τῶν προφητῶν. διὰ τοῦτο καὶ μένουσιν ἀκλινεῖς, μὴ μεταβαίνοντες εἰς τόπον ἐκ τόπου. οἱ δὲ ἑτέραν ἔχοντες τάξιν τῆς λαμπρότητος, τύποι εἰσὶ τοῦ λαοῦ τῶν δικαίων. οἱ δ᾿ αὖ μεταβαίνοντες καὶ φεύγοντες τόπον ἐκ τόπου, οἱ καὶ πλάνητες καλούμενοι, καὶ αὐτοὶ τύπος τυγχάνουσι τῶν ἀφισταμένων ἀνθρώπων ἀπὸ τοῦ Θεοῦ, καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα αὐτοῦ.

Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τὰ ἐκ τῶν ὑδάτων ἐγενήθη ζῶα· δι᾿ ὧν καὶ ἐν τούτοις δείκνυται ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. τίς γὰρ δύναιτ᾿ ἂν τὴν ἐν αὐτοῖς πληθὺν καὶ γονὴν παμποίκιλον ἐξαριθμῆσαι; ἔτι μὴν καὶ εὐλογήθη ὑπὸ τοῦ Θεοῦ τὰ ἐκ τῶν ὑδάτων γενόμενα, ὅπως ᾖ καὶ τοῦτο εἰς δεῖγμα τοῦ μέλλειν λαμβάνειν τοὺς ἀνθρώπους μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ ὕδατος καὶ λουτροῦ παλιγγενεσίας πάντας τοὺς προσίοντας τῇ ἀληθείᾳ, καὶ ἀναγεννωμένους καὶ λαμβάνοντας εὐλογίαν παρὰ τοῦ Θεοῦ. ἀλλὰ καὶ τὰ κήτη καὶ τὰ πετεινὰ τὰ σαρκοβόρα ἐν ὁμοιώματι τυγχάνει τῶν πλεονεκτῶν καὶ παραβατῶν. ὥσπερ γὰρ ἐκ μιᾶς φύσεως ὄντα τὰ ἔνυδρα καὶ τὰ πετεινὰ, ἔνια μὲν μένει ἐν τῷ κατὰ φύσιν, μὴ ἀδικοῦντα τὰ ἑαυτῶν ἀσθενέστερα, ἀλλὰ τηρεῖ νόμον τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν σπερμάτων τῆς γῆς ἐσθίει· ἔνια δὲ ἐξ αὐτῶν παραβαίνει τὸν νόμον τοῦ Θεοῦ σαρκοβοροῦντα, καὶ ἀδικεῖ τὰ ἑαυτῶν ἀσθενέστερα· οὕτως καὶ οἱ

v.2.p.84
δίκαιοι φυλάσσοντες τὸν νόμον τοῦ Θεοῦ οὐδένα δάκνουσιν ἢ ἀδικοῦσιν, ὁσίως καὶ δικαίως ζῶντες· οἱ δὲ ἅρπαγες καὶ φονεῖς καὶ ἄθεοι ἐοίκασι κήτεσι καὶ θηρίοις καὶ πετείνοις τοῖς σαρκοβόροις. δυνάμει γὰρ καταπίνουσι τοὺς ἀσθενεστέρους ἑαυτῶν. ἡ μὲν οὖν τῶν ἐνύδρων καὶ ἑρπετῶν γονὴ, μετεσχηκυῖα τῆς εὐλογίας τοῦ Θεοῦ, οὐδὲν ἴδιον πάνυ κέκτηται.

Ἕκτῃ δὲ ἡμέρᾳ ὁ Θεὸς ποιήσας τὰ τετράποδα καὶ τὰ θηρία καὶ ἑρπετὰ τὰ χερσαῖα τὴν πρὸς αὐτὰ εὐλογίαν παρασιωπᾷ, τηρῶν τῷ ἀνθρώπῳ τὴν εὐλογίαν, ὅν ἤμελλεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ποιεῖν. ἅμα καὶ εἰς τύπον ἐγένοντο τὰ τετράποδα καὶ θηρία ἐνίων ἀνθρώπων τὸν Θεὸν ἀγνοούντων καὶ ἀσεβούντων, καὶ τὰ ἐπίγεια φρονούντων, καὶ μὴ μετανοούντων. οἱ γὰρ ἐπιστρέφοντες ἀπὸ τῶν ἀνομιῶν καὶ δικαίως ζῶντες, ὥσπερ πετεινὰ ἀνίπτανται τῇ ψυχῇ, τὰ ἄνω φρονοῦντες καὶ εὐαρεστοῦντες τῷ θελήματι τοῦ θεοῦ. οἱ δὲ τὸν θεὸν ἀγνοοῦντες καὶ ἀσεβοῦντες ὅμοιοί εἰσιν ὀρνέοις τοῖς πτερὰ μὲν ἔχουσι, μὴ δυναμένοις δὲ ἀνίπτασθαι, καὶ τὰ ἄνω τρέχειν τῆς θειότητος. οὕτω καὶ οἱ τοιοῦτοι ἄνθρωποι μὲν λέγονται, τὰ δὲ χαμαιφερῆ καὶ τὰ ἐπίγεια φρονοῦσι, καταβαρούμενοι ὑπὸ τῶν ἁμαρτιῶν. θηρία δὲ ὠνόμασται τὰ ζῶα ἀπὸ τοῦ θηρεύεσθαι· οὐχ ὡς κακὰ ἀρχῆθεν γεγενημένα ἢ ἰοβόλα. οὐ γάρ τι κακὸν γέγονεν ἀπὸ θεοῦ, ἀλλὰ τὰ πάντα καλὰ, καὶ καλὰ λίαν· ἡ δὲ ἁμαρτία ἡ περὶ τὸν ἄνθρωπον κεκάκωκεν αὐτά. τοῦ γὰρ ἀνθρώπου παραβάντος

v.2.p.86
καὶ αὐτὰ συμπαρέβη. ὥσπερ γὰρ δεσπότης οἰκίας, ἐὰν αὐτὸς εὖ πράσσῃ, ἀναγκαίως καὶ οἱ οἰκέται εὐτάκτως ζῶσιν· ἐὰν δὲ ὁ κύριος ἁμαρτάνῃ, καὶ οἱ δοῦλοι συναμαρτάνουσι· τῷ αὐτῷ τρόπῳ γέγονε καὶ τὰ περὶ τὸν ἄνθρωπον κύριον ὄντα ἁμαρτῆσαι, καὶ τὰ δοῦλα συνήμαρτεν. ὁπόταν οὖν πάλιν ὁ ἄνθρωπος ἀναδράμῃ εἰς τὸ κατὰ φύσιν, μηκέτι κακοποιῶν· κἀκεῖνα ἀποκατασταθήσεται εἰς τὴν ἀρχῆθεν ἡμερότητα.

Τὰ δὲ περὶ τῆς ἀνθρώπου ποιήσεως, ἀνέκφραστός ἐστιν ὡς πρὸς ἄνθρωπον ἡ κατ᾿ αὐτὸν δημιουργία, καίπερ σύντομον ἔχει ἡ θεία γραφὴ τὴν κατ᾿ αὐτὸν ἐκφώνησιν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τὴν ἡμετέραν, πρῶτον μηνύει τὸ ἀξίωμα τοῦ ἀνθρώπου. πάντα γὰρ λόγῳ ποιήσας ὁ θεὸς, καὶ τὰ πάντα πάρεργα ἡγησάμενος, μόνον ἰδίων ἔργον χειρῶν ἡγεῖται τὴν ποίησιν τοῦ ἀνθρώπου. ἔτι μὴν καὶ ὡς βοηθείας χρῄζων ὁ θεὸς εὑρίσκεται λέγων· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν. οὐκ ἄλλῳ δέ τινι εἴρηκε, ποιήσωμεν, ἀλλ᾿ ἢ τῷ ἑαυτοῦ λόγῳ καὶ τῇ ἑαυτοῦ σοφίᾳ. ποιήσας δὲ αὐτὸν καὶ εὐλογήσας εἰς τὸ αὐξάνεσθαι καὶ πληρῶσαι τὴν γῆν, ὑπέταξεν αὐτῷ ὑποχείρια καὶ ὑπόδουλα τὰ πάντα· προσέταξε δὲ καὶ ἔχειν τὴν δίαιταν αὐτὸν ἀρχῆθεν ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν σπερμάτων καὶ χλοῶν καὶ ἀκροδρύων, ἅμα καὶ συνδίαιτα

v.2.p.88
κελεύσας εἶναι τὰ ζῶα τῷ ἀνθρώπῳ, εἰς τὸ καὶ αὐτὰ ἐσθίειν ἀπὸ τῶν σπερμάτων ἁπάντων τῆς γῆς.

Οὕτω συντελέσας ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα ὅσα ἐν αὐτοῖς ἐν τῇ ἕκτῃ ἡμέρᾳ, κατέπαυσεν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. εἶθ᾿ οὕτως ἀνακεφαλαιοῦται λέγουσα ἡ ἁγία γραφή· αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ τῆς γῆς, ὅτε ἐγένετο ἡμέρα ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι. οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. διὰ τούτου ἐμήνυσεν ἡμῖν ὅτι καὶ ἡ γῆ πᾶσα κατ᾿ ἐκεῖνο καιροῦ ἐποτίζετο ὑπὸ πηγῆς θείας, καὶ οὐκ εἶχε χρείαν ἐργάζεσθαι αὐτὴν ἄνθρωπον· ἀλλὰ τὰ πάντα αὐτοματισμῷ ἀνέφυεν ἡ γῆ κατὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, πρὸς τὸ μὴ κοπιᾷν ἐργαζόμενον τὸν ἄνθρωπον. ὅπως δὲ καὶ ἡ πλάσις δειχθῇ, πρὸς τὸ μὴ δοκεῖν εἶναι ζήτημα ἐν ἀνθρώποις ἀνεύρετον, ἐπειδὴ εἴρητο ὑπὸ τοῦ Θεοῦ, ποιήσωμεν ἄνθρωπον, καὶ οὔπω ἡ ποίησις αὐτοῦ πεφανέρωται, διδάσκει ἡμᾶς ἡ γραφὴ λέγουσα· πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ὅθεν καὶ ἀθάνατος ἡ ψυχὴ ὠνόμασται παρὰ τοῖς πλείοσι.

v.2.p.90
μετὰ δὲ τὸ πλάσαι τὸν ἄνθρωπον, ὁ Θεὸς ἐξελέξατο αὐτῷ χώριον ἐν τοῖς τόποις τοῖς ἀνατολικοῖς, διάφορον φωτὶ, διαυγὲς ἀέρι λαμπροτέρῳ, φυτοῖς παγκαλοῖς, ἐν ᾧ ἔθετο τὸν ἄνθρωπον.

Τὰ δὲ ῥητὰ τῆς ἱστορίας τῆς ἱερᾶς ἡ γραφὴ οὕτω περιέχει. καὶ ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε. καὶ ἐξανέτειλεν ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών. οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Ἑυιλάτ· ἐκεῖ οὖν ἐστι χρυσίον. τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· κἀκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεών. οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος, Τίγρις. οὗτος ὁ πορευόμενος κατεναντίας Συρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης. καὶ ἔλαβε κύριος ὁ Θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. καὶ ἐνετείλατο ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ. ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. καὶ εἶπε κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν. καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς

v.2.p.92
τὸν Ἀδάμ. καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὰ Ἀδὰμ, ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ. καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετείνοις τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐνεπλήρωσε σάρκα ἀντ᾿ αὐτοῦ, καὶ ᾠκοδόμησε κύριος ὁ Θεὸς τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου, αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτὴ ἐλήφθη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.