Ad Autolycum

Theophilus

Theophilus. Libri Tres ad Autolycum. Humphry, William Gilson, editor. Cambridge: Parker, 1852.

ΣΤΩΜΥΛΟΝ μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον. ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιασμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου, τί καὶ ὁποῖον ἐστίν. ἐπειδὴ οὐν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς· οἱ οὔτε βλέπουσιν, οὔτε ἀκούουσιν· εἰσὶ γὰρ εἴδωλα καὶ ἔργα χειρῶν ἀνθρώπων· ἔτι δὲ φῄς με καὶ Χριστιανὸν, ὡς κακὸν τοὔνομα φοροῦντα· ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι Χριστιανὸς, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο, ἐλπίζων εὔχρηστος εἶναι τῷ Θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις χαλεπὸν εἶναι τοὔνομα τοῦ Θεοῦ, οὕτως ἔχει. ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ Θεῷ, περὶ τοῦ Θεοῦ οὕτω φρονεῖς.

Ἀλλὰ καὶ ἐὰν φῇς, δεῖξόν μοι τὸν Θεόν σου· κἀγώ σοι εἴποιμι ἂν, δεῖξόν μοι τὸν ἄνθρωπόν σου, κἀγώ σοι δείξω τὸν Θεόν μου. ἐπεὶ δεῖξον βλέποντας τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου, καὶ τὰ ὦτα τῆς καρδίας σου ἀκούοντα. ὥσπερ γὰρ οἱ βλέποντες τοῖς ὀφθαλμοῖς τοῦ σώματος κατανοοῦσι τὴν τοῦ βίου καὶ ἐπίγειον πραγματείαν, ἅμα δοκιμάζοντες τὰ διαφέροντα, ἤτοι φῶς ἢ σκότος, ἢ λευκὸν ἢ μέλαν, ἢ ἀειδὲς ἢ εὔμορφον, ἢ εὔρυθμον καὶ εὔμετρον, ἢ ἄῤῥυθμον καὶ ἄμετρον, ἢ ὑπὲρ μέτρον ἢ κόλουρον· ὁμοίως δὲ καὶ τὰ ὑπ᾿ ἀκοὴν πίπτοντα, ἢ ὀξύφωνα, ἢ βαρύφωνα, ἢ ἡδύφωνα· οὕτως ἔχοι ἂν καὶ περὶ τὰ ὦτα τῆς καρδίας, καὶ τοὺς ὀφθαλμοὺς τοὺς τῆς ψυχῆς, δύνασθαι Θεὸν θεάσασθαι. βλέπεται γὰρ Θεὸς τοῖς δυναμένοις αὐτὸν ὁρᾷν, ἐπὰν ἔχωσι τοὺς ὀφθαλμοὺς ἀνεωγμένους τῆς ψυχῆς. πάντες μὲν γὰρ ἔχουσι τοὺς ὀφθαλμοὺς, ἀλλὰ ἕνιοι ὑποκεχυμένους, καὶ μὴ βλέποντας τὸ φῶς τοῦ ἡλίου· καὶ οὐ παρὰ τὸ μὴ βλέπειν τοὺς τυφλοὺς ἤδη καὶ οὐκ ἔστι τὸ φῶς τοῦ ἡλίου φαῖνον· ἀλλὰ ἑαυτοὺς αἰτιάσθωσαν οἱ τυφλοὶ, καὶ τοὺς ἑαυτῶν ὀφθαλμούς. οὕτω καὶ σὺ, ὦ ἄνθρωπε, ἔχεις ὑποκεχυμένους τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς σου ὑπὸ τῶν ἁμαρτημάτων καὶ τῶν πράξεών σου τῶν πονηρῶν. ὥσπερ ἔσοπτρον ἐστιλβωμένον, οὕτω δεῖ τὸν ἄνθρωπον ἔχειν καθαρὰν ψυχήν· ἐπὰν οὖν ᾖ ἰὸς ἐν τῷ ἐσόπτρῳ, οὐ δύναται ὁρᾷσθαι τὸ πρόσωπον τοῦ ἀνθρώπου ἐν τῷ ἐσόπτρῳ. οὕτω καὶ ὅταν ἡ ἁμαρτία ἐν τῷ ἀνθρώπῳ, οὐ δύναται ὁ τοιοῦτος ἄνθρωπος θεωρεῖν

v.2.p.8
τὸν Θεόν. δεῖξον οὖν καὶ σὺ σεαυτὸν, εἰ οὐκ εἶ μοιχὸς, εἰ οὐκ εἶ πόρνος, εἰ οὐκ εἶ κλέπτης, εἰ οὐκ εἶ ἅρπαξ, εἰ οὐκ εἶ ἀποστερητὴς, εἰ οὐκ εἶ ἀρσενοκοίτης, εἰ οὐκ εἶ ὑβριστὴς, εἰ οὐκ εἶ λοίδορος, εἰ οὐκ ὀργίλος, εἰ οὐ φθονερὸς, εἰ οὐκ ἀλαζὼν, εἰ οὐχ ὑπερόπτης, εἰ οὐ πλήκτης, εἰ οὐ φιλάργυρος, εἰ οὐ γονεῦσιν ἀπειθὴς, εἰ οὐ τὰ τέκνα σου πωλεῖς. τοῖς γὰρ ταῦτα πράσσουσιν ὁ Θεὸς οὐκ ἐμφανίζεται, ἐὰν μὴ πρῶτον ἑαυτοὺς καθαρίσωσιν ἀπὸ παντὸς μολυσμοῦ. καὶ σοὶ οὖν ἅπαντα ἐπισκοτεῖ, καθάπερ ὕλης ἐπιφορὰ ἐπὰν γένηται τοῖς ὀφθαλμοῖς πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τὸ φῶς τοῦ ἡλίου· οὕτω καὶ σοὶ, ὦ ἄνθρωπε, ἐπισκοτοῦσιν αἱ ἀσέβειαι πρὸς τὸ μὴ δύνασθαί σε ὁρᾷν τὸν Θεόν.

Ἐρεῖς οὖν μοι· σὺ ὁ βλέπων, διήγησαί μοι τὸ εἶδος τοῦ Θεοῦ. ἄκουε, ὦ ἄνθρωπε, τὸ μὲν εἶδος τοῦ Θεοῦ, ἄῤῥητον καὶ ἀνέκφραστον, καὶ μὴ δυνάμενον ὀφθαλμοῖς σαρκίνοις ὁραθῆναι. δόξῃ γάρ ἐστιν ἀχώρητος, μεγέθει ἀκατάληπτος, ὕψει ἀπερινόητος, ἰσχύϊ ἀσύγκριτος, σοφίᾳ ἀσυμβίβαστος, ἀγαθοσύνῃ ἀμίμητος, καλοποιΐᾳ ἀνεκδιήγητος. εἰ γὰρ φῶς αὐτὸν εἴπω, ποίημα αὐτοῦ λέγω· εἰ λόγον εἴπω, ἀρχὴν αὐτοῦ λέγω· νοῦν ἐὰν εἴπω, φρόνησιν αὐτοῦ λέγω· πνεῦμα ἐὰν εἴπω, ἀναπνοὴν αὐτοῦ λέγω· σοφίαν ἐὰν εἴπω, γέννημα

v.2.p.10
αὐτοῦ λέγω· ἰσχὺν ἐὰν εἴπω, κράτος αὐτοῦ λέγω· δύναμιν ἐὰν εἴπω, ἐνέργειαν αὐτοῦ λέγω· πρόνοιαν ἐὰν εἴπω, ἀγαθοσύνην αὐτοῦ λέγω· βασιλείαν ἐὰν εἴπω, δόξαν αὐτοῦ λέγω· κύριον ἐὰν εἴπω, κριτὴν αὐτὸν λεγω· κριτὴν ἐὰν εἴπω, δίκαιον αὐτὸν λέγω· πατέρα ἐὰν εἴπω, τὰ πάντα αὐτὸν λέγω· πῦρ ἐὰν εἴπω, τὴν ὀργὴν αὐτοῦ λέγω. ἐρεῖς οὖν μοι· ὀργίζεται Θεός; μάλιστα· ὀργίζεται τοῖς τὰ φαῦλα πράσσουσιν, ἀγαθὸς δὲ καὶ χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ἐπὶ τοὺς ἀγαπῶντας καὶ φοβουμένους αὐτόν· παιδευτὴς γάρ ἐστι τῶν θεοσεβῶν, καὶ πατὴρ τῶν δικαίων· κριτὴς δὲ καὶ κολαστὴς τῶν ἀσεβῶν.

Ἄναρχος δέ ἐστιν, ὅτι ἀγέννητός ἐστιν· ἀναλλοίωτος δὲ, καθότι ἀθάνατός ἐστι. Θεὸς δὲ λέγεται, διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν· τὸ δὲ θέειν ἐστὶ τὸ τρέχειν, καὶ κινεῖν, καὶ ἐνεργεῖν, καὶ τρέφειν, καὶ προνοεῖν, καὶ κυβερνᾷν καὶ ζωοποιεῖν τὰ πάντα. κύριος δέ ἐστι, διὰ τὸ κυριεύειν αὐτὸν τῶν ὅλων. πατὴρ δὲ, διὰ τὸ εἶναι αὐτὸν πρὸ τῶν ὅλων. δημιουργὸς δὲ καὶ ποιητὴς, διὰ τὸ αὐτὸν εἶναι κτίστην καὶ ποιητὴν τῶν ὅλων. ὕψιστος δὲ, διὰ τὸ εἶναι αὐτὸν ἀνώτερον τῶν πάντων. παντοκράτωρ δὲ, ὅτι αὐτὸς τὰ πάντα κρατεῖ καὶ ἐμπεριέχει. τὰ γὰρ ὕψη τῶν οὐρανῶν, καὶ τὰ βάθη τῶν ἀβύσσων, καὶ τὰ πέρατα τῆς οἰκουμένης, ἐν τῇ χειρὶ αὐτοῦ ἐστι, καὶ

v.2.p.12
οὐκ ἔστι τόπος τῆς καταπαύσεως αὐτοῦ. οὐρανοὶ μὲν γὰρ ἔργον αὐτοῦ εἰσι, γῆ ποίημα αὐτοῦ ἐστι, θάλασσα κτίσμα αὐτοῦ ἐστιν, ἄνθρωπος πλάσμα καὶ εἰκὼν αὐτοῦ ἐστιν· ἥλιος καὶ σελήνη καὶ ἀστέρες στοιχεῖα αὐτοῦ εἰσιν, εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς γεγονότα, πρὸς ὑπηρεσίαν καὶ δουλείαν ἀνθρώπων· καὶ τὰ πάντα ὁ Θεὸς ἐποίησεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι· ἵνα διὰ τῶν ἔργων γινώσκηται καὶ νοηθῇ τὸ μέγεθος αὐτοῦ.

Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή· οὕτως ἔχοι ἂν καὶ τὸν Θεὸν μὴ δύνασθαι ὁραθῆναι ὑπὸ ὀφθαλμῶν ἀνθρωπίνων, διὰ δὲ τῆς προνοίας καὶ τῶν ἔργων αὐτοῦ βλέπεται καὶ νοεῖται. ὃν τρόπον γὰρ καὶ πλοῖον θεασάμενός τις ἐν θαλάσσῃ κατηρτισμένον, καὶ τρέχον καὶ κατερχόμενον εἰς λιμένα, δῆλον ὅτι ἡγήσεται εἶναι ἐν αὐτῷ κυβερνήτην τὸν κυβερνῶντα αὐτό· οὕτω δεῖ νοεῖν εἶναι τὸν Θεὸν κυβερνήτην τῶν ὅλων, εἰ καὶ οὐ θεωρεῖται ὀφθαλμοῖς σαρκίνοις διὰ τὸ αὐτὸν ἀχώρητον εἶναι. εἰ γὰρ τῷ ἡλίῳ ἐλαχίστῳ ὄντι στοιχείῳ οὐ δύναται ἄνθρωπος ἀτενίσαι, διὰ τὴν ὑπερβάλλουσαν θέρμην καὶ δύναμιν, πῶς οὐχὶ μᾶλλον τῇ τοῦ Θεοῦ δόξῃ ἀνεκφράστῳ οὔσῃ ἄνθρωπος θνητὸς οὐ δύναται ἀντωπῆσαι. ὃν τρόπον γὰρ ῥόα, ἔχουσα φλοιὸν τὸν περιέχοντα αὐτὴν, ἔνδον ἔχει μονὰς

v.2.p.14
καὶ θήκας πολλὰς διαχωριζομένας διὰ ὑμένων, καὶ πολλοὺς κόκκους ἔχει τοὺς ἐν αὐτῇ κατοικοῦντας· οὕτως ἡ πᾶσα κτίσις περιέχεται ὑπὸ πνεύματος θεοῦ, καὶ τὸ πνεῦμα τὸ περίεχον σὺν τῇ κτίσει περιέχεται ὑπὸ χειρὸς Θεοῦ. ὥσπερ οὖν ὁ κόκκος τῆς ῥοᾶς ἔνδον κατοικῶν οὐ δύναται ὁρᾷν τὰ ἔξω τοῦ λέπους αὐτὸς ὢν ἔνδον· οὕτως οὐδὲ ἄνθρωπος ἐμπεριεχόμενος μετὰ πάσης τῆς κτίσεως ὑπὸ χειρὸς Θεοῦ, οὐ δύναται θεωρεῖν τὸν θεόν. εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ καὶ ἐξουσιῶν καὶ δυνάμεων καὶ εἰκόνων νοεῖται. τὸν δὲ θεὸν οὐ βούλει σὺ νοεῖσθαι διὰ ἔργων, καὶ δυνάμεων;

Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν, καὶ ἀέρων τροπὰς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν εὔτακτον πορείαν, σπερμάτων τε καὶ φυτῶν καὶ καρπῶν τὴν διάφορον καλλονὴν, τήν τε πολυποίκιλον γονὴν κτηνῶν τετραπόδων καὶ πετεινῶν καὶ ἑρπετῶν καὶ νηκτῶν, ἐνύδρων τε καὶ ἐναλίων, ἢ τὴν ἐν αὐτοῖς τοῖς ζώοις δεδομένην σύνεσιν πρὸς τὸ γεννᾷν καὶ ἐκτρέφειν, οὐκ εἰς ἰδίαν χρῆσιν, ἀλλὰ εἰς τὸ ἔχειν τὸν ἄνθρωπον· τήν τε πρόνοιαν ἣν ποιεῖται ὁ Θεὸς ἐτοιμάζων τροφὴν πάσῃ σαρκὶ, ἢ τὴν ὑποταγὴν ἣν ὥρισεν ὑποτάσσεσθαι τὰ πάντα τῇ ἀνθρωπότητι· πηγῶν τε γλυκερῶν καὶ ποταμῶν ἀεννάων ῥύσιν· δρόσων τε καὶ ὄμβρων καὶ ὑετῶν τὴν κατὰ καιροὺς γινομένην ἐπιχορηγίαν· τὴν οὐρανίων παμποίκιλον κίνησιν, ἑωσφόρον ἀνατέλλοντα μὲν καὶ προσημαίνοντα

v.2.p.16
ἔρχεσθαι τὸν τέλειον φωστῆρα· σύνδεσμόν τε Πλειάδος καὶ Ὠρίωνος· Ἀρκτοῦρόν τε καὶ τὴν τῶν λοιπῶν ἄστρων πορείαν γινομένην ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, οἷς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ πᾶσιν ἴδια ὀνόματα κέκληκεν. οὗτος Θεὸς μόνος ὁ ποιήσας ἐκ σκότους Φῶς· ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν αὐτοῦ, ταμεῖά τε νότου καὶ θησαυροὺς ἀβύσσου, καὶ ὅρια θαλασσῶν, χιόνων τε καὶ χαλαζῶν θησαυροὺς, συνάγων ὕδατα ἐν θησαυροῖς ἀβύσσου, καὶ συνάγων τὸ σκότος ἐν θησαυροῖς αὐτοῦ, καὶ ἐξάγων τὸ φῶς τὸ γλυκὺ καὶ τὸ ποθεινὸν καὶ ἐπιτερπὲς ἐκ θησαυρῶν αὐτοῦ· ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ ἀστραπὰς πληθύνων εἰς ὑετόν· ὁ ἀποστέλλων τὴν βροντὴν εἰς φόβον, καὶ προκαταγγέλλων τὸν κτύπον τῆς βροντῆς διὰ τῆς ἀστραπῆς, ἵνα μὴ ψυχὴ αἰφνιδίως ταραχθεῖσα ἐκψύξῃ, ἀλλὰ μὴν καὶ τῆς ἀστραπῆς τῆς κατερχομένης ἐκ τῶν οὐρανῶν τὴν αὐτάρκειαν ἐπιμετρῶν πρὸς τὸ μὴ ἐκκαῦσαι τὴν γῆν. εἰ γὰρ λάβοι τὴν κατ᾿ ἐξουσίαν ἡ ἀστραπὴ, ἐκκαύσει τὴν γῆν· εἰ δὲ καὶ ἡ βροντὴ, καταστρέψει τὰ ἐν αὐτῇ.

Οὗτός μου Θεὸς ὁ τῶν ὅλων κύριος, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ θεὶς τὸ εὖρος τῆς ὑπ᾿ οὐρανόν· ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, καὶ ἠχῶν τὰ κύματα αὐτῆς· ὁ δεσπόζων τοῦ κράτους αὐτῆς, καὶ τὸν σάλον τῶν κυμάτων καταπραΰνων· ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, καὶ δοὺς πνεῦμα τὸ τρέφον αὐτήν· οὗ ἡ πνοὴ ζωογονεῖ τὸ πᾶν· ὃς ἐὰν συσχῇ τὸ

v.2.p.18
πνεῦμα παῤ ἑαυτῷ, ἐκλείψει τὸ πᾶν. τοῦτον λαλεῖς ἄνθρωπε, τούτου τὸ πνεῦμα ἀναπνεῖς, τοῦτον ἀγνοεῖς· τοῦτο δὲ σοι συμβέβηκε, διὰ τὴν τύφλωσιν τῆς ψυχῆς, καὶ πώρωσιν τῆς καρδίας σου. ἀλλὰ εἰ βούλει, δύνασαι θεραπευθῆναι· ἐπίδος σεαυτὸν τῷ ἰατρῷ, καὶ παρακεντήσει σου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς καὶ τῆς καρδίας. τίς ἐστιν ὁ ἰατρός; ὁ θεὸς, ὁ θεραπεύων καὶ ζωοποιῶν διὰ τοῦ λόγου καὶ τῆς σοφίας. ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας. ὁ Θεὸς διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς σοφίας ἐποίησε τὰ πάντα. τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν οἱ οὐρανοὶ, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. κρατίστη ἡ σοφία αὐτοῦ. ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἠτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους. εἰ ταῦτα νοεῖς, ἄνθρωπε, ἁγνῶς καὶ ὁσίως καὶ δικαίως ζῶν, δύνασαι ὁρᾷν τὸν Θεόν. πρὸ παντὸς δὲ προηγείσθω σου ἐν τῇ καρδίᾳ πίστις καὶ φόβος ὁ τοῦ Θεοῦ, καὶ τότε συνήσεις ταῦτα. ὅταν ἀπόθῃ τὸ θνητὸν, καὶ ἐνδύσῃ τὴν ἀφθαρσίαν, τότε ὄψει κατ᾿ ἀξίαν τὸν Θεόν. ἀνεγείρει γάρ σου τὴν σάρκα ἀθάνατον σὺν τῇ ψυχῇ ὁ Θεός· καὶ τότε ὄψει γενόμενος ἀθάνατος τὸν ἀθάνατον, ἐὰν νῦν πιστεύσῃς αὐτῷ· καὶ τότε ἐπιγνώσῃ ὅτι ἀδίκως κατελάλησας αὐτοῦ.

v.2.p.20

Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. ὅτε ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. πρὸς τί δὲ καὶ ἀπιστεῖς; ἢ οὐκ οἶδας ὅτι ἁπάντων πραγμάτων ἡ πίστις προηγεῖται; τίς γὰρ δύναται θερίσαι γεωργὸς, ἐὰν μὴ πρῶτον πιστεύσῃ τὸ σπέρμα τῇ γῇ· ἢ τίς δύναται διαπερᾶσαι τὴν θάλασσαν, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ πλοίῳ καὶ τῷ κυβερνήτῃ; τίς δὲ κάμνων δύναται θεραπευθῆναι, ἐὰν μὴ πρῶτον ἑαυτὸν πιστεύσῃ τῷ ἰατρῷ; ποίαν δὲ τέχνην ἢ ἐπιστήμην δύναταί τις μαθεῖν, ἐὰν μὴ πρῶτον ἐπιδῷ ἑαυτὸν καὶ πιστεύσῃ τῷ διδασκάλῳ; εἰ οὖν γεωργὸς πιστεύει τῇ γῇ, καὶ ὁ πλέων τῷ πλοίῳ, καὶ ὁ κάμνων τῷ ἰατρῷ, σὺ οὐ βούλει σεαυτὸν πιστεῦσαι τῷ Θεῷ, τοσούτους ἀῤῥαβῶνας ἔχων παρ᾿ αὐτοῦ; πρῶτον μὲν γὰρ ὅτι ἐποίησέ σε ἐξ οὐκ ὄντος εἰς τὸ εἶναι. εἰ γὰρ ὁ πατήρ σου οὐκ ἦν, οὐδὲ ἡ μητὴρ, πολὺ μᾶλλον οὐδὲ σὺ ἦς ποτε. καὶ ἔπλασέ σε ἐξ ὑγρᾶς οὐσίας μικρᾶς, καὶ ἐλαχίστης ῥανίδος, ἥτις οὐδὲ αὐτὴ ἦν ποτε. καὶ προήγαγέ σε ὁ Θεὸς εἰς τόνδε τὸν βίον. εἶτα πιστεύεις τὰ ὑπὸ ἀνθρώπων γινόμενα ἀγάλματα θεοὺς εἶναι, καὶ ἀρετὰς ποιεῖν, τῷ δὲ ποιήσαντί σε Θεῷ ἀπιστεῖς δύνασθαί σε καὶ μεταξὺ ποιῆσαι;

Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν, ὀνόματά ἐστι νεκρῶν ἀνθρώπων· καὶ τούτων τίνων καὶ ποταπῶν; οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται, καὶ τὰ ἑαυτοῦ τέκνα ἀναλίσκων; εἰ δὲ καὶ Δία τὸν παῖδα αὐτοῦ εἴποις, κατάμαθε κἀκείνου τὰς πράξεις, καὶ τὴν

v.2.p.22
ἀναστροφήν· πρῶτον μὲν ὅτι ἐν Ἴδῃ ὑπὸ αἰγὸς ἀνετράφη, καὶ ταύτην σφάξας, κατὰ τοὺς μύθους, καὶ ἐκδείρας, ἐποίησεν ἑαυτῷ ἔνδυμα. τάς τε λοιπὰς πράξεις αὐτοῦ, περὶ τε ἀδελφοκοιτίας καὶ μοιχείας καὶ παιδοφθορίας, ἄμεινον Ὅμηρος καὶ οἱ λοιποὶ ποιηταὶ περὶ αὐτοῦ ἐξηγοῦνται. τί μοι τὸ λοιπὸν καταλέγειν περὶ τῶν υἱῶν αὐτοῦ, Ἡρακλέα μὲν ἑαυτὸν καύσαντα· Διόνυσον δὲ μεθύοντα καὶ μαινόμενον· καὶ Ἀπόλλωνα τὸν Ἀχιλλέα δεδιότα καὶ φεύγοντα, καὶ τῆς Δάφνης ἐρῶντα, καὶ τὸν Ὑακίνθου μόρον ἀγνοοῦντα· ἢ Ἀφροδίτην τὴν τιτρωσκομένην· καὶ Ἄρεα τὸν βροτολοιγὸν, ἔτι δὲ καὶ ἰχῶρα ῥέοντα τούτων τῶν λεγομένων θεῶν; καὶ ταῦτα μέν μέτριον εἰπεῖν, ὅπου γε θεὸς εὑρίσκεται μεμελισμένος ὁ καλούμενος Ὄσιρις· οὗ καὶ κατ᾿ ἔτος γίνονται τελεταὶ ὡς ἀπολλυμένου, καὶ εὑρισκομένου, καὶ κατὰ μέλος ζητουμένου. οὔτε γὰρ εἰ ἀπόλλυται νοεῖται, οὔτε εἰ εὑρίσκεται δείκνυται. τί δὲ μοι λέγειν Ἄττιν ἀποκοπτόμενον; ἢ Ἄδωνιν ἐν ὕλῃ ῥεμβόμενον, καὶ κυνηγετοῦντα, καὶ τιτρωσκόμενον ὑπὸ συός; ἢ Ἀσκληπιὸν κεραυνούμενον; καὶ Σάραπιν τὸν ἀπὸ Σινώπης φυγάδα εἰς Ἀλεξάνδρειαν γεγονότα; ἢ τὴν Σκυθίαν Ἄρτεμιν καὶ αὐτὴν φυγάδα γεγονυῖαν, καὶ ἀνδροφόνον, καὶ κυνηγέτιν, καὶ τοῦ Ἐνδυμίωνος ἐρασθεισαν; ταῦτα γὰρ οὐχ ἡμεῖς φαμὲν, ἀλλὰ οἱ καθ᾿ ὑμᾶς συγγραφεῖς καὶ ποιηταὶ κηρύσσουσι.

Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Αἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν· ἔτι δὲ καὶ ποδόνιπτρα καὶ ἤχους αἰσχύνης; εἰ δὲ Ἕλληνας

v.2.p.24
εἴποις καὶ τὰ λοιπὰ ἔθνη, σέβονται λίθους καὶ ξύλα καὶ τὴν λοιπὴν ὕλην, ὡς ἔφθημεν εἰρηκέναι, ἀπεικονίσματα νεκρῶν ἀνθρώπων. Φειδίας μὲν γὰρ εὑρίσκεται ἐν Πίσῃ ποιῶν Ἠλείοις τὸν Ὀλύμπιον Δία, καὶ Ἀθηναίοις ἐν Ἀκροπόλει τὴν Ἀθηνᾶν. πεύσομαι δέ σου κἀγὼ, ὦ ἄνθρωπε, πόσοι Ζῆνες εὑρίσκονται· Ζεὺς μὲν γὰρ ἐν πρώτοις προσαγορεύεται Ὀλύμπιος, καὶ Ζεὺς Λατεάριος, καὶ Ζεὺς Κάσιος, καὶ Ζεὺς κεραύνιος, καὶ Ζεὺς προπάτωρ, καὶ Ζεὺς παννύχιος, καὶ Ζεὺς πολιοῦχος, καὶ Ζεὺς καπετώλιος· καὶ ὁ μὲν Ζεὺς παῖς Κρόνου, βασιλεὺς Κρητῶν γενόμενος, ἔχει τάφον ἐν Κρήτῃ· οἱ δὲ λοιποὶ ἴσως οὐδὲ ταφῆς κατηξιώθησαν. εἰ δὲ καὶ εἴποις τὴν μητέρα τῶν λεγομένων θεῶν, μή μοι γένοιτο διὰ στόματος τὰς πράξεις αὐτῆς ἐξειπεῖν· ἀθέμιτον γὰρ ἡμῖν τὰ τοιαῦτα καὶ ὀνομάζειν· ἢ τῶν θεραπόντων αὐτῆς τὰς πράξεις ὑφ᾿ ὧν θεραπεύεται, ὅποσά τε τέλη καὶ εἰσφορὰς παρέχει τῷ βασιλεῖ αὐτή τε καὶ οἱ υἱοὶ αὐτῆς. οὐ γάρ εἰσι θεοὶ, ἀλλὰ εἴδωλα, καθὼς προειρήκαμεν, ἔργα χειρῶν ἀνθρώπων, καὶ δαιμόνια ἀκάθαρτα. γένοιντο δὲ τοιοῦτοι οἱ ποιοῦντες αὐτὰ, καὶ οἱ ἐλπίζοντες ἐπ᾿ αὐτοῖς.

Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ. Θεῷ δὲ τῷ ὄντως Θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ᾿ αὐτοῦ γέγονεν. ἐρεῖς οὖν μοι· διὰ τί οὐ προσκυνεῖς τὸν βασιλέα; ὅτι οὐκ εἰς τὸ προσκυνεῖσθαι

v.2.p.26
γέγονεν, ἀλλὰ εἰς τὸ τιμᾷσθαι τῇ νομίμῳ τιμῇ· Θεὸς γὰρ οὐκ ἔστιν, ἀλλὰ ἄνθρωπος ὑπὸ Θεοῦ τεταγμένος, οὐκ εἰς τὸ προσκυνεῖσθαι, ἀλλὰ εἰς τὸ δικαίως κρίνειν. τρόπῳ γάρ τινι παρὰ Θεοῦ οἰκονομίαν πεπίστευται· καὶ γὰρ αὐτὸς, οὓς ἔχει ὑφ᾿ ἑαυτὸν τεταγμένους, οὐ βούλεται βασιλεῖς καλεῖσθαι· τὸ γὰρ βασιλεὺς αὐτοῦ ἐστιν ὄνομα· καὶ οὐκ ἄλλῳ ἐξόν ἐστι τοῦτο καλεῖσθαι· οὕτως οὐδὲ προσκυνεῖσθαι ἀλλ᾿ ἢ μόνῳ Θεῷ. ὥστε κατὰ πάντα πλανᾶσαι, ὦ ἄνθρωπε. τὸν δὲ βασιλέα τίμα εὐνοῶν αὐτῷ, ὑποτασσόμενος αὐτῷ, εὐχόμενος ὑπὲρ αὐτοῦ. τοῦτο γὰρ ποιῶν, ποιεῖς τὸ θέλημα τοῦ Θεοῦ· λέγει γὰρ ὁ νόμος τοῦ Θεοῦ· τίμα υἱὲ Θεὸν καὶ βασιλέα, καὶ μηδενὶ αὐτῶν ἀπειθὴς ᾖς. ἐξαίφνης γὰρ τίσονται τοὺς ἐχθροὺς αὐτῶν.

Περὶ δὲ τοῦ σε καταγελᾷν μου, καλοῦντά με Χριστιανόν· οὐκ οἶδας ὃ λέγεις. πρῶτον μὲν ὅτι τὸ χριστὸν ἡδὺ καὶ εὔχρηστον καὶ ἀκαταγέλαστόν ἐστι. ποῖον γὰρ πλοῖον δύναται εὔχρηστον εἶναι καὶ σώζεσθαι, ἐὰν μὴ πρῶτον χρισθῇ; ἢ ποῖος πύργος ἢ οἰκία εὔμορφος καὶ εὔχρηστός ἐστιν, ἐπὰν οὐ κέχρισται; τίς δὲ ἄνθρωπος εἰσελθὼν εἰς τόνδε τὸν βίον, ἢ ἀθλῶν, οὐ χρίεται ἐλαίῳ; ποῖον δὲ ἔργον ἢ κόσμιον δύναται εὐμορφίαν ἔχειν, ἐὰν μὴ χρισθῇ καὶ στιλβωθῇ; εἶτα ἀὴρ μὲν, καὶ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν, τρόπῳ τινὶ χρίεται φωτὶ καὶ πνεύματι· σὺ δὲ οὐ βούλει χρισθῆναι ἔλαιον Θεοῦ; τοιγαροῦν ἡμεῖς τούτου εἵνεκεν καλούμεθα Χριστιανοί· ὅτι χριόμεθα ἔλαιον Θεοῦ.

v.2.p.28

Ἀλλὰ καὶ τὸ ἀρνεῖσθαί σε νεκροὺς ἐγείρεσθαι· φῂς γὰρ, δεῖξόν μοι κἂν ἕνα ἐγερθέντα ἐκ νεκρῶν, ἵνα ἰδὼν πιστεύσω· πρῶτον μὲν, τί μέγα, εἰ θεασάμενος τὸ γεγονὸς πιστεύεις; εἶτα πιστεύεις μὲν Ἡρακλέα καύσαντα ἑαυτὸν ζῇν· καὶ Ἀσκληπιὸν κεραυνωθέντα ἐγηγέρθαι, τὰ δὲ ὑπὸ τοῦ Θεοῦ σοι λεγόμενα ἀπιστεῖς; ἴσως καὶ ἐπιδείξω σοι νεκρὸν ἐγερθέντα, καὶ ζῶντα, καὶ τοῦτο ἀπιστήσεις. ὁ μὲν οὖν Θεός σοι πολλὰ τεκμήρια ἐπιδείκνυσιν εἰς τὸ πιστεύειν αὐτῷ. εἰ γὰρ βούλει, κατανόησον τὴν τῶν καιρῶν καὶ ἡμερῶν καὶ νυκτῶν τελευτὴν, πῶς καὶ αὐτὰ τελευτᾷ καὶ ἀνίσταται. τί δὲ καὶ οὐχὶ ἡ τῶν σπερμάτων καὶ καρπῶν γινομένη ἐξανάστασις, καὶ τοῦτο εἰς τὴν χρῆσιν τῶν ἀνθρώπων; εἰ γὰρ τύχοι εἰπεῖν κόκκος σίτου ἢ τῶν λοιπῶν σπερμάτων ἐπὰν βληθῇ εἰς τὴν γῆν, πρῶτον ἀποθνήσκει καὶ λύεται, εἶτα ἐγείρεται καὶ γίνεται στάχυς. ἡ δὲ τῶν δένδρων καὶ ἀκροδρύων φύσις, πῶς οὐχὶ κατὰ πρόσταγμα Θεοῦ ἐξ ἀφανοῦς καὶ ἀοράτου κατὰ καιροὺς προσφέρουσι τοὺς καρπούς; ἔτι μὴν ἐνίοτε καὶ στρούθιον, ἢ τῶν λοιπῶν πετεινῶν, καταπιὸν σπέρμα μηλέας, ἢ συκῆς, ἤ τινος ἑτέρου, ἦλθεν ἐπί τινα λόφον πετρώδη, ἢ τάφον, καὶ ἀφώδευσε, κἀκεῖνο δραξάμενον ἀνέφυ δένδρον, τὸ ποτὲ καταποθὲν, καὶ διὰ τοσαύτης θερμασίας διελθόν. ταῦτα δὲ πάντα ἐνεργεῖ ἡ τοῦ Θεοῦ σοφία, εἰς τὸ ἐπιδεῖξαι καὶ διὰ τούτων, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ποιῆσαι τὴν καθολικὴν ἀνάστασιν ἁπάντων ἀνθρώπων. εἰ δὲ καὶ θαυμασιώτερον

v.2.p.30
θέαμα θέλεις θεάσασθαι γενόμενον πρὸς ἀπόδειξιν ἀναστάσεως, οὐ μόνον τῶν ἐπιγείων πραγμάτων, ἀλλὰ καὶ τῶν ἐν οὐρανῷ, κατανοήσον τὴν ἀνάστασιν τῆς σελήνης τὴν κατὰ μῆνα γενομένην, πῶς φθίνει καὶ ἀποθνήσκει καὶ ἀνίσταται πάλιν. ἔτι ἄκουσον καὶ ἐν σοὶ αὐτῷ ἔργον ἀναστάσεως γινόμενον, κἂν ἀγνοῇς, ὦ ἄνθρωπε. ἴσως γάρ ποτε νόσῳ περιπεσὼν, ἀπώλεσάς σου τὰς σάρκας, καὶ τὴν ἰσχὺν, καὶ τὸ εἶδος, ἐλέους δὲ τυχὼν παρὰ Θεοῦ, καὶ ἰάσεως, πάλιν ἀπέλαβές σου τὸ σῶμα, καὶ τὸ εἶδος, καὶ τὴν ἰσχύν· καὶ ὥσπερ οὐκ ἔγνως ποῦ ἐπορεύθησάν σου αἱ σάρκες ἀφανεῖς γενόμεναι, οὕτως οὐκ ἐπίστασαι οὐδὲ πόθεν ἐγένοντο, ἢ πόθεν ἦλθον. ἀλλὰ ἐρεῖς· ἐκ τροφῶν καὶ χυμῶν ἐξαιματουμένων. καλῶς. ἀλλὰ καὶ τοῦτο ἔργον Θεοῦ τοῦ οὕτω δημιουργήσαντος καὶ οὐκ ἄλλου τινός.

Μὴ οὖν ἀπίστει, ἀλλὰ πίστευε· καὶ γὰρ ἐγὼ ἠπίστουν τοῦτο ἔσεσθαι· ἀλλὰ νῦν κατανοήσας αὐτὰ πιστεύω, ἁμὰ καὶ ἐπιτυχὼν ἱεραῖς γραφαῖς τῶν ἁγίων προφητῶν, οἱ καὶ προεῖπον διὰ πνεύματος Θεοῦ τὰ προγεγονότα ᾧ τρόπῳ γέγονε, καὶ τὰ ἐνεστῶτα τίνι τρόπῳ γίνεται, καὶ τὰ ἐπερχόμενα ποίᾳ τάξει ἀπαρτισθήσεται. ἀπόδειξιν οὖν λαβὼν τῶν γινομένων καὶ προαναπεφωνημένων, οὐκ ἀπιστῶ· ἀλλὰ πιστεύω πειθαρχῶν Θεῷ, ᾧ εἰ βούλει καὶ σὺ ὑποτάγηθι, πιστεύων αὐτῷ, μὴ νῦν ἀπιστήσας, πεισθῇς ἀνιώμενος τότε ἐν αἰωνίοις τιμωρίαις. ὧν τιμωριῶν προειρημένων ὑπὸ τῶν προφητῶν, μεταγενέστεροι γενόμενοι οἱ ποιηταὶ καὶ φιλόσοφοι ἔκλεψαν ἐκ τῶν ἁγίων γραφῶν, εἰς τὸ

v.2.p.32
δόγματα αὐτῶν ἀξιόπιστα γενηθῆναι. πλὴν καὶ αὐτοὶ προεῖπον περὶ τῶν κολάσεων τῶν μελλουσῶν ἔσεσθαι ἐπὶ τοὺς ἀσεβεῖς καὶ ἀπίστους, ὅπως ᾖ ἐμμάρτυρα πᾶσι, πρὸς τὸ μὴ εἰπεῖν τινὰς ὅτι οὐκ ἠκούσαμεν, οὐδὲ ἔγνωμεν. εἰ δὲ βούλει καὶ σὺ, ἔντυχε φιλοτίμως ταῖς προφητικαῖς γραφαῖς· καὶ αὐταί σε τρανότερον ὁδηγήσουσι πρὸς τὸ ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις, καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν τοῦ Θεοῦ. ὁ γὰρ δοὺς στόμα εἰς τὸ λαλεῖν, καὶ πλάσας οὖς εἰς τὸ ἀκούειν, καὶ ποιήσας ὀφθαλμοὺς εἰς τὸ ὁρᾷν, ἐξετάσει τὰ πάντα καὶ κρινεῖ τὸ δίκαιον, ἀποδίδους ἑκάστῳ κατὰ ἀξίαν τὸν μισθόν. τοῖς μὲν καθ᾿ ὑπομονὴν διὰ ἔργων ἀγαθῶν ζητοῦσι τὴν ἀφθαρσίαν, δωρήσεται ζωὴν αἰώνιον, χαρὰν, εἰρήνην, ἀνάπαυσιν, καὶ πλήθη ἀγαθῶν, ὧν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τοῖς δὲ ἀπίστοις, καὶ καταφρονηταῖς καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ἐπὰν ἐμφύρωνται μοιχείαις, καὶ πορνείαις, καὶ ἀρσενοκοιτίαις, καὶ πλεονεξίαις, καὶ ταῖς ἀθεμίτοις εἰδωλολατρείαις, ἔσται ὀργὴ καὶ θυμὸς, θλίψις καὶ στενοχώριαι· καὶ τὸ τέλος τοὺς τοιούτους καθέξει πῦρ αἰώνιον. ἐπειδὴ προσέθηκας, ὦ ἑταῖρε· δεῖξόν μοι τὸν Θεόν σου, οὗτός μου Θεὸς, καὶ συμβουλεύω σοι φοβεῖσθαι αὐτὸν καὶ πιστεύειν αὐτῷ.