Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

ἔτι δέ, Καλλίμαχος ἐν τοῖς πρώτοις ἢ μέσοις τῆς μάχης ἀπέθανεν οὐκ ἀντισχὼν τοῖς πλείοσιν ἔργοις καὶ πόνοις, Κυναίγειρος δὲ μέχρι τῆς τῶν πολεμίων

ἤρκεσε φυγῆς, ὥστε ὁ μὲν ἐν μέρει τῆς μάχης ἐξητάσθη μόνον, ὁ δὲ πάντα τὸν πόλεμον διὰ τέλους ἐπολέμησεν.

ὁ μὲν ἐν μέσῳ τῷ δεινῷ τὰ πάντα εἱστήκει, καὶ περιὼν ἔτι· Κυναίγειρος δὲ εἰς αὐτὴν τὴν θάλασσαν τὴν Ἀσίαν κατήραξεν. ἐδεῖτο δὲ ἡ μάχη τῶν διωκόντων, οὐ τῶν ἑστηκότων· τὸ μὲν γὰρ ἀρετῇ καὶ ῥώμῃ καὶ θυμῷ καὶ τόλμῃ καὶ λογισμῷ τὸ διώκειν τοὺς πολεμίους καὶ τρέπεσθαι, ἡ δὲ στάσις πολλάκις ἐκπλήξει μόνῃ καὶ φόβῳ γίνεται. καὶ τοίνυν πρότερος μὲν ἀπέθανε Καλλίμαχος, Κυναίγειρος δὲ δεύτερος· προὐμάχει γὰρ πάντως καὶ τοῦ Καλλιμάχου νεκροῦ.

καὶ Καλλίμαχος μὲν ἐξ ὧν ἔπαθε παράσημος ἦν· τὸ γὰρ πλῆθος τῶν ἐπʼ αὐτὸν ἐνεχθέντων βελῶν ἀνέστησεν αὐτόν· Κυναίγειρος δὲ ἐξ ὧν ἔδρασε θαυμάζεται, πέμπων τὰς χεῖρας ἐπὶ τοὺς βαρβάρους ὥσπερ ἀποστόλους καὶ τῇ δεξιᾷ πρὸς τὴν Φοινίκων εἰρεσίαν ἁμιλλώμενος· ὅσῳ δὴ τὸ δρᾶν τοῦ πάσχειν γενναιότερόν ἐστι καὶ τοῖς οἰκείοις φελιμώτερον, τοσούτῳ καὶ Καλλιμάχου Κυναίγειρος θαυμασιώτερος καὶ τοσοῦτον αὐτοῦ προτιμότερος.

ἡ δὲ ἀγαθὴ προαίρεσις εἰς τὰ καλὰ καὶ ἰδιώτερόν ἐστι καὶ ἐνδικώτερον. Κυναίγειρος μὲν αὐτὸς βουλόμενος ἐχρήσατο τῷ περὶ τὰς χεῖρας τολμήματι, Καλλιμάχῳ δὲ ἄκοντι συνέπεσεν ἡ στάσις

ἐκ τῆς τῶν βελῶν συμφορᾶς· οὐ γὰρ ἐκ προθυμίας ἑαυτὸν ἐφῆκε καὶ συνεκάλεσε τὰ τραύματα ὥσπερ Κυναίγειρος ἐπανέτεινε τῇ νηὶ τὰς χεῖρας.

ἔτι δέ, τοῦ μὲν τὸ θαυμαστὸν ἀναίσθητόν ἐστιν· ἐν γὰρ τῷ μετὰ θάνατον βεβηκέναι δόξαν ἡ χάρις οὐκ ἔχει· ἀρετὴ γὰρ οὐκ ἔστιν ἄψυχος· Κυναίγειρος δὲ εἰδὼς καὶ συνιεὶς καὶ δριμείας μὲν ἀλγηδόνας τῆς χειρὸς τεμνομένης ὑπὲρ τοῦ παντὸς στρατοπέδου καρτερῶν, τόλμῃ δὲ τοῦ δεινοῦ τὸ καλὸν πρότερον ποιούμενος ὥστε παρʼ ἀμφοτέρων αὐτῷ δικαίως ὀφείλεται θαῦμα μὲν ὧν πέπονθεν, ἔπαινος δὲ ὧν πεποίηκεν.

εἰ δὲ δεῖ μηδὲν ὀκνήσαντα τἀληθὲς εἰπεῖν, ἡ μὲν Καλλιμάχου παράδοξος δοκοῦσα στάσις οὐδέν ἐστι· νεκρῷ γὰρ ὅλως τι καὶ πράττειν ἀδύνατον· ἡ Κυναιγείρου δὲ ἀρετὴ κράτιστον, ζῶντι τετολμημένη. τὸ μὲν Καλλιμάχου σεμνὸν σχῆμα μόνον ἀργὸν ἦν· τὰ Κυναιγείρου δʼ ἔργα θαυμαστὰ μετὰ καλλίστων σχημάτων.

μὴ παράβαλε στρατιώτῃ νεκρὸν μηδὲ τῷ βάλλοντι τὸν πάντα βεβλημένον μηδὲ σχῆμα κενὸν ἔργῳ θρασεῖ. ὁ μὲν Καλλίμαχον ἐπαινῶν ἐπαινεῖ τὰ βέλη τῶν βαρβάρων· ταῦτα γὰρ ἐμπαγέντα τῇ γῇ καὶ περιπεσόντα τῷ σώματι καὶ μὴ βουλόμενον ἀνεῖχε καὶ ὤρθου τὸν νεκρὸν ἐν αὐτῷ τῷ σχήματι τῶν τοξευμάτων δεδεμένον. τί, τῶν βελῶν ἐν ἀλλήλοις

συνεχομένων θαυμαστή γε ἡ στάσις ἐπὶ τοσούτοις ἐρείσμασι;

Κυναίγειρος δὲ ἐπὶ ποίοις σχήμασιν ἢ φίλων ἢ πολεμίων τὰς χεῖρας ἐπεδίδου τὰς ἑαυτοῦ μεμαχημένος; θαυμαστὸν δέ γε καὶ τίμιον στρατιώτην Καλλίμαχον λέγεις ὅς τὴν ἀρετὴν νεκρὸς ὢν ἐπεδείξατο; ἡμεῖς μὲν ἐν γῇ καὶ θαλάττῃ μεμαχήμεθα, ὑμεῖς δὲ ἐν γῇ μόνῃ· καὶ ὑμεῖς μὲν ἀπεμάχεσθε μόνον τοῖς βαρβάροις, ἡμεῖς δὲ φυγεῖν αὐτοὺς ποιοῦντες οὐκ ἀφιστάμεθα αὐτῶν.

εἰ μὲν δὴ Καλλιμάχῳ παραπλήσιοι πάντες ἐγένοντο, πᾶν ἂν ἡμῶν κατέχωσαν τὸ στρατόπεδον καὶ εἰς Ἀθήνας ἀναδραμόντες καὶ τὴν ἀκρόπολιν αὐτὴν ἂν εἶχον οἱ βάρβαροι· εἰ δὲ Κυναίγειρόν τις καὶ ἄλλος ἐμιμήσατο, δίκας ἂν ἔδοσαν ἔτι μείζονας οἱ μετὰ βασιλέως αὐτοῦ πάντες ἐπὶ τῆς ᾐόνος κατακοπέντες καὶ τέλος ἂν τοῖς βαρβάροις ἔσχε χερσαῖα ναυάγια καὶ πάσας ἂν αἰχμαλώτους ἀναδησάμενοι κεφαλὰς τὰς ναῦς εἴχομεν.

πρὸς δὲ τούτοις, τίνας ἂν ἐφόβησε πολεμίους ὁ κρυπτόμενος ὑπὸ τῶν πολλῶν βελῶν ἢ τίνας ὤνησε φίλους; αὐτὸ γάρ τοι τοῦτο τῷ Καλλιμάχου προβόλῳ καθάπερ τινὶ τῶν Ἀσσυρίων χωμάτων καὶ μέγα φρονοῦντες ἔλεγον· οὐ μόνους Ναξίους, οὐ μόνους Ἐρετριεῖς ἀλλὰ καὶ Καλλίμαχον τοῖς βέλεσιν ἐσαγηνεύσαμεν. τῶν ἡμετέρων στρατιωτῶν ἕκαστος ὀκνηρότερος ἦν περιπίπτων ἀεὶ φανερῷ νεκρῷ μὴ βου

λομένῳ λαθεῖν ἀλλʼ ὥσπερ ἐξεπίτηδες ὑπὸ Μήδων εἰς τὴν ἡμετέραν ἔκπληξιν ἀνεστηκότι.

σὺ δέ, ὦ τέκνον, ἐθάρσυνας μὲν τοὺς στρατιώτας τοὺς σεαυτοῦ δεικνὺς ὡς Ἀθηναίων ἕκαστος ὅλης νεὼς βαρβάρου μαχιμώτερος καὶ τὰς χεῖρας οὕτως εὐκόλως φίεις ὡς ἕτεροι βέλη, Μήδους δὲ καὶ έρσας καὶ Φοίνικας κατέπληττες ἀντιρρόπους δεικνὺς ταῖς ναυσὶν αὐτῶν τὰς Ἀττικὰς δεξιὰς καὶ δηλῶν ὅτι μόνοις ἀνθρώπων Ἀθηναίοις χεῖρές εἰσιν ἀθάνατοι. Καλλίμαχον μέν, εἰ μηδὲν ἕτερον, ἐκάλυψαν οἱ βάρβαροι· σοῦ δὲ φοβοῦνται Φοίνικες τὴν χεῖρα καὶ κειμένην.

ὦ Καλλιμάχου πάτερ, ὁ σὸς υἱὸς εἷς ἦν καὶ μίαν ὅλῳ τῷ σώματι μάχην μεμάχηται· ὁ δὲ ἐμὸς καὶ κατὰ μέρη νενίκηκεν· οὗτος πρῶτος καὶ μόνος χειρὸς ἀριστείαν ἔδειξεν. ἑνὸς εἶ στρατιώτου πατήρ· ἐγὼ δὲ τὸν πολὺν Κυναίγειρον ἐκ Μαραθῶνος ἥμισυν ἐδεξάμην· ἑτέρωθι μὲν γὰρ ἡ δεξιά, ἑτέρωθι δὲ ἡ ἑτέρα χείρ· ὁ δὲ λοιπὸς Κυναίγειρος πλήρης ἦν.

ὦ τοῦ μεγάλου θαύματος. ἐπαινεῖς μὲν σὺ τὸν ἑστῶτα, τὸν ἀκλινῆ, τὸν νεκρόν, τὸν μηδὲν στήλης διαφέροντα· ἐγὼ δὲ τὸν πεζομάχον, τὸν ναυμάχον, τὸν πανταχοῦ, τὸν κατὰ μικρὸν μέγαν, τὸν ἀντὶ πολλῶν ἕνα.

ὦ χεῖρες Μαραθώνιαι, χεῖρες φίλταται κἀν ταῖσδε ταῖς ἐμαῖς χερσὶ τεθραμμέναι· ὦ

σωτῆρες τῆς πάσης Ἑλλάδος· ὦ πρόμαχοι τῶν Ἀθηναίων· ὦ τῶν στρατιωτῶν ὅλων κρείττονες· ὦ Μαραθῶνος δόξα.

ὦ ἡδεἶα δεξιὰ ἣν ἀνέτειλε τοῖς Ἕλλησιν ἡ γῆ· ὦ δεξιὰ βιαιοτέρα πνευμάτων· σὺ γὰρ κατέσχες ναῦν ἀναγομένην· ὦ κρείττων ῥοθίου βαρβαρικοῦ χείρ· σὺ γὰρ ἐρεττομένην ὥρμισας· ὦ στολαγοῦ καὶ μακροτέρας βελῶν δεξιᾶς διʼ ἣν οὐ μάτην ὁ ὰν ἐξ Ἀρκαδίας ἔδραμεν, οὐκ εἰκῆ Δημήτηρ καὶ Κόρη τῇ μάχῃ παρεγένοντο· ὦ θέαμα τῶν θεῶν ἄξιον. ὦ τρόφιμε τῆς παρούσης Ἀθηνᾶς· ὦ σύντιμε τοῖς Ἡρακλέους ἄθλοις καὶ Θησέως· οἱ μὲν γὰρ ταύρους εἷλκον καὶ λέοντας, σὺ δὲ τὸν τῆς Ἀσίας εἷλκες στόλον.

τοῦτο ἦν τὸ δόρυ τῆς Ἀθηνᾶς ἡ Κυναιγείρου δεξιά, τοῦτο δᾷδες τῶν θεῶν χεῖρες ἐλευθέριον σέλας φέρουσαι. νῦν πρῶτον εἶδον ἄνθρωποι ναυμαχίαν ἐν γῇ, νῦν πρῶτον ἀνδρὸς μάχην καὶ νεώς, νῦν πρῶτον ἀντίπρωρον δεξιάν, νῦν ἅμα χεῖρα μὲν ἀφιεμένην, ναῦν δὲ κρατουμένην· οὐ γὰρ ἀπεκόπτετο τοῦ σώματος ἡ χεὶρ ἀλλʼ ἀπῳκίζετο. καὶ τῆς πρώτης ἐμνημόνευεν ἐπιτιμίας ὁ πολέμαρχος τῆς ἀλγηδόνος μὴ αἰσθανόμενος.

ὦ δεξιὰ ψυχῆς ἰδίας ἀξία, οὕτω τὴν ναῦν ὡς Καλλίμαχος τὰ βέλη κατέσχες τιμωρήσασα οἰκείῳ νεκρῷ. ὦ καινὸν ἐπινόημα σώματος. ὦ παῖ, ὦ μέγα θαῦμα, πρῶτος

ναῦν ἔδειξας ὑπὸ χειρῶν ὥσπερ ἀγκυρῶν ἀσάλευτον μένουσαν.

οἷά σέ φασι βοᾶν, ὦ παῖ, τῆς νεὼς ἐχόμενον· Νάξον ἀπαιτῶ τὴν ἡρπασμένην, τὰς ἐν Αἰγαίῳ νήσους ἀπαιτῶ. ἀπόδοτε καὶ μὴ φεύγετε. ὦ παῖ μείζω τῆς φύσεως βεβουλημένε· ὦ θρασύτερα ποιήσας τὰ μέλη τοῦ σώματος· ὦ ὁ περινοήσας διὰ τῶν πεδίων καὶ τῶν ὀρῶν ἄγειν ναῦν Ἀθηναίοις αἰχμάλωτον.

ὦ δεινῆς μάχης αναθήναια μεμιμημένης. εἰ τοιαύτας χεῖρας εἴχομεν οἵας σύ, οὐκ ἂν ἐξῆλθον Αἰγαίου, οὐχ --- ὑπεδέξαντό σου τὰς χεῖρας, ὦ παῖ, τὰς βραδέως πεσούσας τῇ μὲν οἱ πολῖται, τῇ δὲ οἱ φίλοι λαταιεῖς καὶ τὸ λοιπὸν σῶμα πάντες ἐστεφάνωσαν ὥσπερ τρόπαιον.

σὺ δέ, ὦ τέκνον, ὡς μηδὲν δεινὸν ὑποστὰς πρὸς τοὺς πολεμίους ἐβόησας τί φεύγετε, ὦ κακοδαίμονες; στῆτε καὶ τὰς πόλεις ἀπόδοτε ἃς ἐληίσασθε. αὐτοὶ δὲ ἐκραύγαζον φεύγοντες· ω τῆς τολμηρίας, ὦ μαινομένης δεξιᾶς, ὦ τοῦ μεγάλου λήματος· ἐπιστρέψει τάχα τὴν ναῦν ἡ δεξιὰ πρὸς τὴν ἤπειρον.