Declamationes

Marcus Antonius Polemon

Marcus Antonius Polemon. Polemonis Declamationes quae exstant duae. Hinck, Hugo, editor. Leipzig: Teubner, 1873.

Ἐπειδὴ τά τε ἄλλα χρὴ καὶ οἰκεῖον εἶναι τοῖς κειμένοις τὸν ἐροῦντα τὸν ἐπ' αὐτοῖς λόγον, φημὶ τούτου μοι προσήκειν μάλιστα, Κυναιγείρου πατὴρ ὢν καὶ τὸ πάντων ἀξιολογώτατον τῶν Μαραθῶνι

τετολμημένων ἐκ τῆς ἐμῆς φύσεως τῇ πόλει συμβαλόμενος, ἄνδρα τοῖς βαρβάροις καὶ κατὰ μέρος μεμαχημένον.

εἰκὸς μὲν οὖν τι καὶ τῶν Καλλιμάχου τῶν ἀρετῇ δευτέρων ---· ἐγὼ δʼ αὐτοῦ τοσοῦτον ἐπειπεῖν τῷ τάφῳ δικαιότερος ὅσῳ τιμῆς ἄξιος πλείονος Καλλιμάχου Κυναίγειρος, στρατιώτης (ἀγαθὸς) ἀγαθοῦ νεκροῦ, καὶ τὸ σύμπαν ὁπόσῳ τινὶ κρείττων ἀρετὴ σχήματος.

ποιοῦμαι δὲ τὴν σπουδὴν οὐ τῶν ἰδίων τοὐμοῦ παιδὸς ἐπαίνων χάριν — ὅστις γὰρ ἂν καὶ λέγῃ τὸν λόγον, τὸν πλεῖστον ἐπὶ Κυναιγείρῳ διαθήσεται — ἀλλὰ τῆς κοινῆς δόξης τῶν ἐπὶ τῷδε τῷ τάφῳ κειμένων οἷς σεμνόν ἐστιν ἂν ὁ Κυναιγείρου πατὴρ εἴπῃ τὸν ἐπ' αὐτοῖς λόγον. ἔσονται γὰρ οὕτως ὁμότιμοι πάντων αἱ χεῖρες τῇ Κυναιγείρου δεξιᾷ· εἰ δὲ μή, ταῖς ὑμετέραις φιλοτιμίαις τὰ τῶν παίδων συγκινδυνεύουσιν.

ὁρᾶτε δέ, ὅσῳ δικαιότερος κρατεῖν Κυναίγειρος, ἐπεὶ καὶ κρατῶν ἀπέθανεν. εἰδόσι μὲν οὖν τὰ τοῖς παισὶν ἡμῶν πεπραγμένα τῇ τοῦ παιδὸς

θάτερος ἀρετῇ συναγωνίζεται, καὶ λεγόμενα δʼ ἔσται τὰ κρείττω φανερώτερα.

Καλλίμαχον μὲν ὡς πολέμαρχον ἀνάγκη τῆς ἀρχῆς ἦγεν εἰς Μαραθῶνα καὶ μὴ βουλόμενον ἀμύνασθαι τὴν τῶν βαρβάρων ἀπόβασιν· Κυναίγειρος δὲ ὑπʼ ἀρετῆς καὶ τόλμης, ἐθελούσιος, ἐπεὶ καὶ νέος ὢν κομιδῆ, σχεδὸν καὶ πρὸ τῆς ἡλικίας, μετέσχε τῆς ἐξόδου, ἔρωτι δόξης καὶ μεγάλων ἔργων ὀρεγόμενος.

ἐν δὲ τῇ μάχῃ πάντες μὲν ἐγένοντο ἄνδρες ἀγαθοὶ καὶ οἱ πεσόντες τῶν στρατιωτῶν καὶ οἱ περιγενόμενοι· θαυμαστότατοι δὲ πάντων ἐφάνησαν οὑμός τε παῖς καὶ ὁ τούτου.

ἀλλʼ ὁ μὲν τούτου τοῖς βέλεσι τῶν ἐναντίων ἐκθεὶς ἑαυτὸν ὑπʼ αὐτῶν τῶν τοξευμάτων τε καὶ βλημάτων περιχυθέντων κατεσχέθη καὶ διὰ τοῦτο ἔμενεν ἐν τῷ τῆς στάσεως σχήματι καὶ ἐδόκει ἑστάναι πεσεῖν μὴ δυνάμενος καὶ τὸ Καλλιμάχου λαμπρὸν τοῦτό ἐστι μόνον, σχῆμα ζῶντος ἐν νεκρῷ σώματι·

ὁ δὲ ἐμὸς Κυναίγειρος ὑπερβὰς τὴν φάλαγγα κᾆτα ἀδεῶς ἐκδραμών, πρὸς αὐτὴν ἐπεξῆλθε τὴν ᾐόνα ἔνθα δὴ τὸ πλεῖστον ἦν τῆς στρατιᾶς καὶ μαχιμώτατον, καὶ γυμνὸς σχεδὸν μαχόμενος ἐπέβη τῇ θαλάσσῃ καὶ πρῶτος ἀνθρώπων. ἐναυμάχησεν ἐκ γῆς.

πολλὰς μὲν οὖν ἐφόβησε ναῦς, μιᾶς δὲ Φοινίσσης κατὰ τῆς τρόπιδος χεῖρα μεγάλην ἐπιβαλὼν εἴχετο, μὴ φεύγειν

ἐπιτρέπων τῷ βασιλέως ναυτικῷ.

πολὺν μὲν οὖν χρόνον ἡ ναῦς κατείχετο ἐρηρεισμένη τῇ Κυναιγείρου δεξιᾷ καθάπερ πείσματι· ταύτης δὲ ἀποκοπείσης τὴν ἑτέραν ἐπέρριψε καὶ καθʼ ἕκαστον τῶν Κυναιγείρου μελῶν ἐγίνετο μάχη καρτερά· κοπείσης δὲ καὶ ταύτης ὁ λοιπὸς Κυναίγειρος τρόπαιον ἦν.

αὐτὸς μὲν οὖν ὡς ὀλίγῃ κατεμέμφετο τῇ φύσει καὶ χεῖρας ἀπῄτει παρʼ αὐτῆς, ἡ δεξιὰ δὲ ἔτι τῆς πρύμνης εἴχετο καὶ φεύγουσιν ἐπὶ πλεῖστον τοῖς βαρβάροις, καὶ θᾶττον ἀφῆκε τὴν ψυχὴν Κυναίγειρος ἢ τὴν ναῦν ἡ δεξιά. ἔνθα καὶ θαυμαστὸν ἐγένετο, Κυναίγειρος μὲν ἄνευ χειρῶν ναυμαχῶν, ἡ χεὶρ δὲ ἄνευ Κυναιγείρου διώκουσα, καὶ νεκρὸς εἷς ἄμφω τὰ στοιχεῖα πληρώσας ἑαυτοῦ τοῖς μέλεσιν ἔκειτο, γῇ καὶ θαλάσσῃ μεμερισμένος.

ταῦτα ἐμὸν ποιεῖ τὸ νῖκος, διὰ ταῦτα ἐμοὶ τὸν λόγον προσήκειν μᾶλλον δίκαιον· ὑπʼ ἐμοῦ γὰρ δεῖ καὶ λέγοντος καλῶς τιμηθῆναι τὸν τάφον ὃν ἐκόσμησα τῷ πολλῷ μου νεκρῷ.

ἀλλʼ οὑτοσί φησιν εἶναι πολεμάρχου πατήρ, ἐμὲ δὲ τῶν ἀκολουθησάντων ἑνός. οὐκοῦν ὁ μὲν ἱκανῶς τετίμηται καὶ τοὔνομα τῆς ἀρχῆς ἔχει παραμύθιον, ἐμοὶ δὲ ὀφείλεται τιμῆς παραμυθία.

ὁ μὲν οὖν πολέμαρχος κλήρῳ καὶ τύχῃ γίνεται·

οὔκουν ἀρετῆς οὐδὲ ἀξιώματός ἐστι τεκμήριον (ἡ πολεμαρχία)· ἡμεῖς δὲ νῦν ἐξ ἔργων, οὐκ ἐξ ὀνομάτων φιλοτιμούμεθα ὥστʼ οὐδὲν κοινωνεῖ τοῖς δικασταῖς τῆς παρούσης ἁμίλλης ἡ τῆς πολεμαρχίας ἀξίωσις. ἐπολεμάρχησε μὲν οὖν κἂν ἕτερος λαχών, τὰ δὲ μέγιστα τῶν ἔργων ἀρετὴ καὶ τόλμα φέρει μόνη.

δεδήλωται δὲ καὶ τῷ νόμῳ τὸ μὴ τοῖς τῶν πολεμάρχων οἰκείοις ἀνακεῖσθαι τοὺς ἐπιταφίους· εἰ γὰρ εἰκὸς ἦν, πάλαι τοῦτο ἂν ἐδέδοκτο· ἐγὼ δὲ καὶ πάντων αἱρετὸν εἶναί φημι τὸν ἐροῦντα κἂν οὐ πολέμαρχος οὐδὲ πολεμάρχου υἱὸς ᾖ· βελτίων γε μὴν καὶ δικαιότερος [εἰπεῖν χρῆναι] λέγειν ὅστις ἀριστέα ἔχει.

ταῦτα διοριζομένῳ Μιλτιάδην ἀμφισβητεῖν ἔδει τοῦ λόγου· καὶ γὰρ στρατηγός ἐστιν ὅς τοῦ πολεμάρχου καὶ μείζων ἐστίν, καὶ τὴν μεγίστην ἀρχὴν τοῦ πολέμου μετακεχειρισμένος ὁ [τοῦ στρατηγοῦ] πατὴρ (αὐτοῦ) [ὅπερ ἐστὶν ἀπωτέρω]· νῦν δὲ ἡμῖν ἐφεὶς ἱκανῶς καὶ αὐτὸς δεδήλωκεν ὡς οὐκ ἀπʼ ἀρχῆς ἀλλʼ ἀπʼ ἀρετῆς χρὴ παριέναι ἐπὶ τὸν λόγον.

φέρε οὖν ἐπὶ τούτοις κρινώμεθα, ἐπειδὴ καὶ τοὺς ἄλλους πολεμάρχους ὁρᾷς καὶ τοὺς πατέρας αὐτῶν τὴν ἡσυχίαν ἄγοντας.

οὐκοῦν τῷ μὲν σῷ παιδὶ καὶ ἀνάγκη τις --- ἢ ἀρετὴ ἦγεν· ἐξῆρχε γὰρ κἀν τοῖς πρώτοις ἔταττεν αὐτὸν ἡ πολεμαρχία· ὁ δὲ ἐμὸς υἱὸς οὐκ ἀρχὴν αἰδούμενος οὐδὲ ὑπὸ τῆς ἡγεμονίας δυσωπούμενος οὐδὲ ἀκολουθῶν ὀνόματι, αὐτοκράτορι δὲ ἀρετῇ καὶ καθαρᾷ προθυμίᾳ χρώμενος τοιοῦτος ἐφάνη.

ἀλλὰ καὶ Καλλίμαχον μὲν νόμος, Κυναίγειρον δὲ τὸ φρόνημα παρέταττεν· καὶ τῷ μὲν *τὸ χρῶμα* οὐδὲ οἶόν τε ἦν λαθεῖν κακῷ γενομένῳ, τῷ δʼ ἐξῆν ἀφανῶς καὶ τὰ μέτρια μάχεσθαι.

Καλλίμαχος μὲν καὶ πρεσβύτερος ὤν, ὥστε καὶ ῥώμην καὶ πεῖραν ἔχων πλείονα, καὶ μέλλων ἐλάττονος ἀμελήσειν βίου πολλὰ μὲν εἶχε τὰ σύμμαχα· θαυμαστὸν δὲ οὐδὲν εἰ κινδυνεύειν ἐτόλμησεν· Κυναίγειρος δέ, ἅτε μειράκιον ἐξιών, ἐκ πλείονος μὲν μεγαλοψυχίας τοῦ πλείονος περιεῖδε βίου οὐδὲ τὸ τῆς νεότητος ἄπειρον καὶ ἀπόμαχον ἐνέβαλε πολλήν τινα τῇ τούτου τόλμῃ περιουσίαν.