Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΘΥΝΝΟΥ

Θύννου ὀφθαλμοὺς καὶ πνεύμονος θαλασσίου ἐάν τις λειώσας ῥάνῃ ἐν στέγει τοῦ οἴκου, ὀψὲ δόξουσιν οἱ ἐν τῷ οἴκῳ ἀστέρας ὁρᾶν.

Ἐὰν δὲ ῥάβδον χρίσῃς ὁδεύων ὀψέ, ἀσελήνου, δόξεις φῶς ἐκ τῆς ῥάβδου ἀποπέμπεσθαι.

Ἐὰν δὲ ἐν τοίχῳ ἢ ἐν χάρτῃ γράψῃς οἷον θέλεις θηρίον ἢ ζωγράφησιν, οἱ ὁρῶντες θαμβήσονται.

Θύννων δὲ χολὴ καὶ ἧπαρ συνλειωθέντα καὶ ἐπιχρισθέντα προεκτίλας τὰς τῶν βλεφάρων τρίχας, οὐκέτι ἀναβήσονται.

ΠΕΡΙ ΘΡΙΣΣΗΣ

(f. 115 r.) Θρίσσα παστὴ ἐσθιομένη δυσουρίαν ἰᾶται.

Καυθεῖσα δὲ ἡ τέφρα 〈καὶ 〉 μετὰ ἰρίνου μύρου 〈 ἐπιχρισθεῖσα 〉 τρίχας καλὰς ποιεῖ καὶ πολλάς, καὶ τὰς ἐκπιπτούσας ἵστησιν.

Ὀπτὴ δὲ ἐσθιομένη κωλικοὺς καὶ στομαχικοὺς ὠφελεῖ.