Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΕΓΧΕΛΥΟΣ

Ἐγχέλυος τὸ ἧπαρ ὅλον σὺν τῇ χολῇ, ἐὰν λειώσας σὺν οἴνῳ δῴης πιεῖν λάθρα τινί, οὐδέποτε δυνήσεται πιεῖν οἶνον.

Αὕτη δὲ ἡ ἔγχελυς ἐν οἴνῳ πνιγεῖσα ἀμέθυσός ἐστιν, ἐὰν δῷς πιεῖν ἐν οἴνῳ ᾧ ἀπεπνίγη.

Ὀπτὴ δὲ ἐσθιομένη στομαχικοὺς καὶ δυσεντερικοὺς ἰᾶται.

ADDITION DU VIEIL INTERPRETE〈 ΠΕΡΙ ΕΛΟΠΟΣ 〉

ELOPS piscis est magnus, similis glauco. Hujus adeps et fel omnem caliginem oculorum curant. Jecur autem ejus esum et assum epaticos curat. In capite vero lapides ejus suspensi omnem cephalalgiam et hemicraniam 〈 sanant 〉.

ΠΕΡΙ ΕΧΙΝΟΥ

Ἐχίνου θαλασσίου ἡ σὰρξ ἐσθιομένη κοιλίαν μαλάσσει καὶ νεφροὺς καὶ λιθουρίαν ἄκρως θεραπεύει σὺν κονδίτῳ λαμβανομένη.

Αὐτὸς δὲ ὁ ἐχῖνος καυθεὶς καὶ λειωθεὶς τὴς τέφρας καὶ σμηχομένη λέπραν ἰᾶται καὶ ἕλκη ὀφρύων ταχέως ἐπουλοῖ (f. 113 v.) καὶ πᾶν ἕλκος ταχέως εἰς οὐλὴν ἄγει.

Ἀλωπεκίαν δὲ δασύνει μετὰ στέατος ἀρκτείου ἢ δελφινείου ἢ θείου ἀλειφόμενον.

ΠΕΡΙ ΕΧΕΝΗΙΔΟΣ

Ἐχενηὶς ἰχθύς ἐστιν ἐνεργής. Οὗτος, ἐὰν κολλωθῇ πλοίῳ ἀρμενίζοντι φερομένῳ οὐρείᾳ, ἵστησιν αὐτό.

Λαβὼν οὖν ἐχενηίδα ζῶσαν βάλε αὐτὴν εἰς καπνέλαιον ἵνα πνιγῇ, καὶ ὅτε βούλει ἑψῆσαι, στάθμισον τὸ ὀψάριν· ἐὰν οὖν ἔχῃ λίτραν α′. βάλε καπνέλαιον ξέστην α′ καταλυθέντος τοῦ ἰχθύος, καὶ ἕψει μαλακῷ πυρί· καὶ ὅταν γνώσῃς ὅτι ἐλύθη τὸ ὀψάριον καὶ ἔστιν ὁ χυλὸς μετὰ ἐλαίου, διήθησον 〈καὶ 〉 πρόσμιγε βουτύρου πρωτείου γο γ′ εἰς τὸν χυλὸν τοῦ ὀψαρίου καὶ εἰς τὸν ξέστην, καὶ ὅταν ἑψηθῇ, ἀπόθου ἐν ὑελίνῳ ἄγγει, χρῶ δὲ ἀλείφων ἐκ τούτου πόδας, χεῖρας, ἄρθρα· ἐὰν γὰρ ὡς δέκα ἐτῶν ἐστιν τὸ πάθος τῆς ποδάγρας θεραπευθήσεται, κἂν ποδάγρα, κἂν χειράγρα ἐστίν, κἂν τε γονάγρα. (f. 114 r.) Χρῶ δὲ ἐν κοίτῃ καὶ ἀπὸ λούτρου. Ἑψῶν πρόσεχε μὴ ὑπερζέσῃ τὸ καπνέλαιον, ἐπεὶ ἐμπρησμὸν ποῖει. Ἕψει οὖν αὐτὸ ἐν ὑπαίθρῳ καὶ οὐκ ἐν οἰκίᾳ τὸν σταθμὸν τὸν προειρημένον βαλών. Εἰ δὲ ἔχει ὁ ἰχθὺς λίτρας θ′ ἢ ζ′ ἢ ἐλαττότερον, βάλε καὶ καπνέλαιον τόσον, τὸ δὲ βούτυρον γο θ′. Τὸ δὲ καπνέλαιον νάφθα ἐστίν.