Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΔΕΛΦΙΝΟΥ ΙΧΘΥΟΣ

Δελφὶς τὸ κητῶέν ἐστιν ἐνάλιον ζῶον. Πλῆθος δὲ ἐκβλίσκεται κατὰ τὸν Εὔξεινον Πόντον, ὅθεν τὸ δελφινέλαιον καὶ ἡ ἰχθυόκολλα γίνεται.

Τούτου ὁ ἀσκὸς φυσηθεὶς καὶ τιθεὶς πρὸς ἄρκτον ποιεῖ βορρᾶν φυσᾶν· εἰ δὲ τιθεὶς πρὸς μεσημβρίαν, νότον· ὁμοίως καὶ εἰς τοὺς ἄλλους ἀνέμους δρᾷ.

Οἱ δὲ ὄδοντες αὐτοῦ περιαπτόμενοι παισὶν ὀδοντοφυοῦσιν ἁρμόδιοι.

Ἡ δὲ κοιλία αὐτοῦ ξηρὰ λεία ποθεῖσα σπληνικοὺς ἰᾶται.

ΠΕΡΙ ΔΡΑΚΟΝΤΟΣ

(f. 113 r.) Δράκων ἰχθὺς θαλάσσιος ἰοβόλος λίαν· οὗτος ἀναπτυχθεὶς τὴν ἰδίαν πληγὴν θεραπεύει.

Τὸ δὲ κέντρον αὐτοῦ καὲν καὶ 〈ὄδοντι〉 ἐπιτεθὲν 〈με〉τὰ χυλοῦ ὀποῦ τιθυμάλλου ἐκριζοῖ αὐτόν.

Οἱ δὲ ἐν τῇ κεφαλῇ λίθοι ποθέντες λιθουρίαν θεραπεύουσιν.

Ἐὰν δὲ τεφρωθῇ καὶ ἐπιπασθέν, ἐκ τῆς πληγῆς αὐτοῦ ἕλκη μετὰ θείου θεραπεύει.

Τὸ δὲ κέντρον αὐτοῦ δένδρῳ πηχθὲν αὐτίκα ξηραίνει αὐτό.