Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΕΔΩΝΟΣ

Ἐδὼν στρουθίον ἐστὶν γνώριμον· τοῦτο ἐν ἀρχῇ ἔαρος οὐδέποτε παύεται κατᾴδον νυκτὸς καὶ ἡμέρας, καὶ ᾄδων λιγυρὴ τὴν φωνὴν καὶ τὸ ὄνομα ἔσχεν διὰ τὸ ἀεὶ ᾄδειν.

Τούτου τὴν καρδίαν σπαράττουσαν ἐάν τις μετὰ μέλιτος πίῃ, ἄλλην δὲ καρδίαν σὺν τῇ γλώσσῃ φορῇ, ἔσται εὔλαλος καὶ λιγύφωνος καὶ ἡδέως ἀκουόμενος.

Εἰ δέ τις τοὺς ὀφθαλμοὺς αὐτοῦ περιάψῃ ὁ φορῶν (?) οὐδὲ κοιμήσεως παύει ἔως ἂν αὐτοὺς βαστάζῃ.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει.

ΠΕΡΙ ΖΗΝΗΣ

Ζήνη ἐστὶ στρουθίον τοῦ θεοῦ Διὸς ἔχον ἐν τῇ κεφαλῇ πτερὰ ἐρυθρὰ καὶ χρυσοειδῆ ἐν ταῖς πτέρυξι καὶ ἀπλῶς ὅλος ἐστὶ πεποικιλμένος χροιαῖς. Τοῦτον καλοῦσιν ἀστραγαλῖνόν τινες (?).

Τοῦτο ὀπτὸν βρωθὲν κοιλιακοὺς καὶ κωλικοὺς ὀνήσει καλῶς, ὃ καὶ τοὺς τὴν φωνὴν αὐτοῦ ἀκούοντας φρονίμους ποιεῖ.

ΠΕΡΙ ΗΛΙΟΔΡΟΜΟΥ

Ἡλιοδρόμος ἐστὶ πετηνὸν ἰνδικὸν ὅπερ ἅμα γεννηθῇ ἀνίπταται πρὸς τὴν ἀνατολὴν (f. 95 v.) τοῦ ἡλίου· ἄμα δὲ τραπῇ ὁ ἥλιος, αὖθις πρὸς δυσμάς. Οὐ ζῇ δὲ πλέον ἐνιαυτοῦ, ἀλλὰ τεκνογονεῖ ἀρρενοθέλη. Τοῦτο δὲ ἔχει χάριν· ἐὰν γάρ τις αὐτὸ ἀναπτύξῃ καὶ τὰ ἐντὸς φορῇ σμυρνίσας, πλουσιώτατος γίνεται· βρωθεὶς δὲ ὑγιείαν παρέχει καὶ οὐ νοσείη τὰς ἡμέρας τῆς ζωῆς αὐτοὺ ὁ ἄνθρωπος καὶ σφόδρα πλουτεῖ τοῦτο φορῶν.

ΠΕΡΙ ΘΩΠΕΙΟΥ

Θωπεῖον ὄρνεόν ἐστι νυκτερινόν· τούτου οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία φορουμένη ἄφοβον τὰς νύκτας ποιεῖ τὸν φοροῦντα καὶ ἀβλαβῆ εἰς τοὺς ὀφθαλμούς· ἐσθιομένη δὲ εὐεξίαν παρέχει καὶ εὐστομαχίαν.

ΠΕΡΙ ΓΕΡΑΚΟΣ

Ἱέραξ δύναται ὅσα καὶ ὁ γύψ, ἔλασσον δέ τὸ ἀφόδευμα αὐτοῦ μετὰ γλυκέως πινόμενον ὠκυτόκιόν ἐστιν ἐπὶ πλεῖστον ποθέν.

(f. 96 r.) Ζῶν δὲ μαδισθεὶς καὶ συνεψηθεὶς σὺν ἐλαίῳ σουσίνῳ ἄχρι τακῇ καὶ διηθουμένου τοῦ ἐλαίου ὅντινα χρίσεις, ἐξ αὐτοῦ πᾶσαν ἀχλὺν καὶ ἀμβλυωπίαν ἰάσει.

Τὸ δὲ πετηνὸν ὀπτὸν ἐσθιόμενον ἱερὰν νόσον ἰᾶται.

Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ περιαπτόμενοι τριταῖον παύουσιν.

Ἡ δὲ καρδία φορουμένη πρὸς πάντα διατηρεῖ ἀβλαβῆ τὸν φοροῦντα.