Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΔΟΡΚΑΔΟΣ

Δορκάς ἐστι ζῶον τετράπουν ἔχον δύναμιν εὐσύλληπτον. Ἐὰν οὖν βούλῃς εὐσύλληπτον ποιῆσαι μέγιστον καὶ ἀπαράβατον, ποίει οὕτως· σατυρίου σπέρματος 〈 ο δ′, χολῆς δορκάδος τὸ ὑγρὸν ὅλον, μέλιτος γο γ′· λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, ὅταν δὲ χρεία δίδου ἐν κροκύσι (f. 72 v.) ἐξ αὐτῆς 〈ἐν〉 πεσσῷ, καὶ συγγενέσθω.

Καὶ ἐὰν μὲν ἄρρεν θέλῃς γεννηθῆναι, ἄρρενος χολὴν βάλε· εἰ δε θήλειαν, θηλείας· ἔστι γὰρ ἡδονικὸν πάνυ. Ἐὰν δὲ ξηρόν ἐστι, ἐπιβαλε μέλιτος τὸ ἀρκοῦν.

ΠΕΡΙ ΕΧΙΔΝΗΣ

Ἔχιδνά ἐστιν ζῶον συρτόν, πᾶσι γνωστόν. Ταύτην τινὲς πιέζουσι, ζῶσαν καὶ ἐμβάλλουσιν εἰς χύτραν καινήν, μεγάλην σὺν ἁλσί, καὶ βάλλουσιν εἰς κάμινον νυχθήμερον ἕως φρυχθῶσιν, καὶ μίξαντες βάλλουσιν ἀρώματα. Ποιοῦσι πρὸς πᾶσαν νόσον ἀνθιστάμενοι ἐλεφαντιῶσιν, λεπροῖς, ποδαγροῖς, ἐπιληπτικοῖς, παραλύτοις, καὶ ὅσα ἀπεγνωμένα πάθη ἀποθεραπεύει τὸ ἅλας.

Τῆς ἐχίδνης τὸ στέαρ ὀξυδέρκειαν παρέχει· (f. 73 v.) ἰᾶται δὲ πᾶσαν ἀμβλυωπίαν.

Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι πᾶσαν ὀφθαλμίαν ἰῶνται· οἱ δὲ ὄδοντες, ὀδονταλγίαν, καὶ παίδων ἀνωδίνως φύονται οἱ ὄδοντες.

Διώκει δὲ αὐτὴν λίθος γαγάτης θυμιώμενος, καὶ πινόμενος δὲ ταύτης δήγματα ἰᾶται σὺν ἐλαφείῳ μυελῷ.

ΠΕΡΙ ΕΧΙΝΟΥ ΧΕΡΣΑΙΟΥ

Ἐχῖνος χερσαῖος ὁ καὶ ἀκανθόχοιρος, ζῶον πονηρὸν πάνυ. Τοῦτον ἀγρεύσας καὶ ταριχεύσας ἔχε ὡς μέγα ἴαμα.

Τὴν μέντοι χολὴν αὐτοῦ ῥίψον, κακὴ γάρ ἐστι.