Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΓΑΛΗΣ

Γαλῆ, ζῶον μικρὸν γνώριμον πᾶσι. Ταύτης ἡ γλῶσσα ξηρὰ ὑπὸ τοῖς ὑποδήμασι φορουμένη φιμοκάτοχός ἐστιν.

Εἰ δὲ εὕροις ποτὲ γαλῆν ἐρριμμένην νεκράν, ἀνελόμενος ἕψε σὺν ἐλαίῳ ἄχρις ἄν τακῇ καὶ διυλίσας τὸ ἔλαιον ἔμβαλε κηροῦ τὸ ἀρκοῦν, καὶ ποιήσας κηρωτήν, ἔχε 〈ὡς〉 μέγιστον ἴαμα πρὸς ἀρθριτικοὺς καὶ πᾶσαν νευρικὴν συμπάθειαν, καὶ φλεγμονὰς ποδῶν καὶ ἄρθρων, (f. 71 v.) καὶ πάντα ῥευματισμόν.

Ἰάσει δὲ καὶ χοιράδας μεγάλας καὶ μασθοὺς καὶ ὄρχεις καὶ πᾶν ἀπόστημα εἰς χειρουργίας μελετώμενον καὶ βούβωνας.

Οἱ δὲ ὄρχεις αὐτῆς εἰσι καὶ συλληπτικοὶ καὶ ἀσύλληπτοι.

Ἐάν τις τὸν δεξιὸν ὄρχιν λειώσας μετὰ μύρου, σὺν ἐρίῳ ἐν πεσσῷ προσθῇ, ὡς εἴρηται, καὶ συνουσιάσῃ, παραχρῆμα συλλήψεται.

Ὁ δὲ εὐώνυμος ὄρχις ἐν ἡμιονείῳ δέρματι δεθεὶς καὶ περιαφθεὶς ἀσύλληπτόν ἐστι. Δεῖ δὲ γράφειν ἐν τῷ δέρματι τοῦ ἡμιόνου τὰ ὀνόματα ταῦτα· ΙΩΑ′, ΩΙΑ′, ΡΑΥΙΩ′. ΟΥ῎, ΟΙ῎ΚΟΟΧΡ. Εἰ δὲ ἀπιστεῖς, δοκίμασον ὄρνιθι τικτούσῃ ὠά, καὶ οὐ τέξεται.

Τοὺς δὲ ὄρχεις αὐτῆς ἀπότεμνε ἐν ἀποκρούσει, (f. 72 r.) αὐτὴν δὲ ζῶσαν ἄφες, τοὺς δὲ ὄρχεις δὸς φορεῖν εἰς ἡμιονίου δέρμα· ἀσύλληπτον γάρ ἐστι καὶ ἀνίκητον, καὶ φίλτρον γλυκύ.

Τὸ δὲ αἷμα αὐτῆς φύλαττε σὺν ὄξει καὶ δίδου λάθρα 〈αίμοπτοϊκῷ καὶ〉 ἐπιληπτικῷ, καὶ ἕως δαπανηθῇ, ἰάσει ἄκρως.