Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΧΑΜΑΙΛΕΟΝΤΟΣ

Χαμαιλέων ἐστὶν ζῶον ἐοικὸς κροκοδείλῳ· ἑκάστης ὥρας τῆς ἡμέρας χρόαν ἀναλλάσσει. Ἔχει δὲ τὸ πρόσωπον λέοντος, τοὺς δὲ πόδας καὶ τὴν οὐρὰν κροκοδείλου, χροιὰν δὲ ποικίλην. Τούτου ἀπὸ τῆς κεφαλῆς ἕως τῆς οὐρᾶς τέταται ἕν νεῦρον στερεόν, ὅπερ ἀναιρεθὲν εἰς ὄνομα τοῦ πάσχοντος καὶ περιαφθὲν τραχήλῳ ὀπισθότονον θεραπεύει.

Ἡ δὲ χολὴ αὐτοῦ γλυκανθεῖσα κοσμεῖ αὐθήμερον· τὰ δὲ ἄλλα πάντα μέλη ἐξ ἴσου δρῶσιν ὅσα ἡ φώκη καὶ ὕαινα.

Σὺν δὲ ῥίζῃ [χαμαιλέοντος] χόρτου φορουμένη ἢ κρατουμένη ἡ γλώσσα αὐτοῦ καὶ βουγλώσσου φιμοκάτοχόν ἐστιν μέγιστον πρὸς ἐχθρούς.