Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Φρῦνοι πολλοὶ ἑψηθέντες ζῶντες ἐν ἐλαίῳ μετὰ θύμου κόμης καὶ πρασίου καὶ σκίλλης ἕως τριῶν ἡμερονυκτίων εἰς κάμινον λούτρου ποδαγροὺς ἰῶνται παραδόξως.

(A mg.). Τὸ δὲ ἧπαρ αὐτοῦ ἐάν τις λειώσας ἐπιβάλῃ εἰς ὅπερ λούεται ὕδωρ, ἀπορρυήσονται βλεφάρων αἱ τρίχες.

(A mg.). Ἐὰν δὲ τὸν φρῦνον βάλῃς εἰς χύτραν καινὴν καὶ περισπιλώσῃς ἕως

ἄν ἀπανθρακωθῇ, τούτου ἡ τέφρα μετὰ ὄξους σμηχομένη πᾶσαν αἱμορραγίαν ἵστησιν ἀνδρῶν τε καὶ γυναικῶν ἀπό τε νεφρῶν καὶ ὑστέρας, καὶ ῥύσιν(?) φλεβός, καὶ ἀρτηρίας παύσεται τομήν· καὶ ἀπλῶς εἰπεῖν, ὅπου αἱμορραγία γίνεται. Εἰ δὲ δοκιμάσαι θέλεις, λαβὼν μάχαιραν ἐπίχρισον ἐκ τῆς τέφρας, καὶ σφάξον τετρά ποδον οἷον θέλεις, καὶ ἐξ αὐτοῦ αἷμα οὐ ῥεύσει. (f. 89 v.)