Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΤΑΥΡΟΥ

Ταῦρος πᾶσι γνωστὸς καὶ αὐθάδης.

Ταύρου χολὴ μετὰ ὠῶν λεκίθων συλλειωθεῖσα καὶ χρισθεῖσα οὐλὰς ὁμόχρους ποιεῖ.

Σὺν ὄξει δὲ σμηχομένη ἀλφοὺς μελανοὺς ἰᾶται, καὶ πίτυρα κεφαλῆς καθαίρει, καὶ φακοὺς (f. 23 r.) καὶ ἐφήλεις γυναικῶν καθαίρει διὰ τῶν ἔξωθεν παιδίων· οὐκ αὐτὸ γὰρ τὸ ζῶόν ἐστιν ἰσχυρόν, ἀλλ’ ἡ περικειμένη ἐν αὐτῷ δύναμις ἔσωθεν παιδίων· καὶ γὰρ ἄνθρωπος ἐὰν αὐτὸ φορῇ, πάντα γνώσεται.

Ὁμοίως δὲ καὶ αλξ κέρας μὴ ἔχουσα, ἐὰν αὐτὸ φορῇ, χρηματίσει.

Ὁμοίως δὲ καὶ ἀνδριάντι περιθέμενος χρηματίζει, καὶ οἱ ἐπιορκοῦντες ἐξαγορεύσουσιν καὶ ὁμολογήσουσι, καὶ ἀναθέματα μέγιστα τεθήσονται ἐν τῷ τόπῳ ἐκείνῳ.

Λαβὼν οὖν τὸν ἱέρακα τὸν πελάγιον ἀπόπνιξον ὕδατι ὀμβρίῳ· ὁμοίως καὶ ἔποπα πνίξον ἐν τῷ ὕδατι καὶ βαστάζων αὐτῶν τοὺς ὀφθαλμοὺς θεράπευσον σμύρνῃ καὶ κρόκῳ καὶ ξήρανον αὐτοὺς ἐν σκιᾷ, ἄνευ (f. 83 v.) ἡλίου.

Τηρῶν [αὐτῶν] τὰ σώματα δὲ αὐτῶν θάψον ἐν τῇ γῇ ἐν τόπῳ ὅπου ἐστὶν ὁ φορῶν, εἶτε ἄνθρωπος, εἴτε ἄλλο τι.

Λαβὼν τοὺς ὀφθαλμοὺς φόρει.

Σὺν μέλιτι δὲ 〈ὴ χολή〉 χριομένη στομαχικοὺς ἄκρως ἰἄται.

Σὺν δὲ ἰρίνῳ μύρῳ διπλῆ μιγεῖσα καὶ ἐν πεσσῷ προσαχθεῖσα ἄγει ἔμμηνα πολλὰ αὐθήμερον.

Σὺν δὲ ἀμαρακίνῳ μύρῳ καὶ ἀφρονίτρῳ προσαχθεῖσα ἔμβρυα νεκρὰ καθέλκει.

Καθ ἑαυτὴν δὲ περιχρισθεῖσα τῷ δακτυλίῳ ἢ τῷ ὀμφαλῷ ἡ χολὴ πλεῖον κλυστῆρος κενοῖ τὴν γαστέρα.

Καταπλασθεῖσα δὲ 〈τῷ〉 ὀμφαλῷ ἕλμινθας ἐκτινάσσει.

Ἡ δὲ κόπρος τοῦ ταύρου καὶ τὰς ἀπὸ μυκτήρων αἱμορραγίας στέλλει καὶ ἀλωπεκίας δασύνει καὶ τὰς ῥεούσας τρίχας ἐκ νόσου ἵστησι.

(f. 84 r.) Τὸ δὲ αἶμα αὐτοῦ ξηρὸν [βρωθὲν καὶ λειωθὲν σὺν ἐλαίῳ ὀμφακίνῳ καὶ ἀλειφὲν πολιὰς τρίχας μελαίνει· ἔστω δὲ μελανοῦ ταύρου.

Ὅταν δὲ ἀποθάνῃ ταῦρος, εἰς ἡμέρας ζ′ ποιεῖ σκώληκας οἵτινες εἰς κα′ ἡμέραν γίνονται μέλισσαι ποιοῦσαι μέλι, ἄς δεῖ συνάγειν ἐν τοῖς σίμβλοις καὶ ἔχειν.

ΠΕΡΙ ΤΡΑΓΟΥ

Τράγου τὸ αἶμα ξηρὸν μετὰ κηκίδων καὶ βαλαυστίου ἐν βρώματι δοθὲν δυσεντερικοὺς θεραπεύει.

Ὁμοίως κατάκλεισον εἰς σφραγίδα χρυσῆν δισκοειδῆ μετὰ γλώσσης βατράχου καὶ κιναμώμου ἢ μόσχου, καὶ συρράψας εἰς δέρμα ἐλάφου περίαπτε, ἢ ἐντίθει τοῦτο ἐν ζῳδίῳ, καὶ ἔσονται ἐν τῷ τόπῳ (f. 84 v.) ἐκείνῳ θυσίαι ὀνομασταί. Ποιεῖ 〈δὲ〉 καὶ ὁ κοινὸς ἱέραξ. Τοῦτο δὲ πάνυ κρύβε.

Τὸ δὲ λίπος αὐτοῦ τὸ ἐκ τῶν νεφρῶν ἑψηθὲν μετὰ χόνδρου ἡ ὀρύζης χυλοῦ ἐνίεται πρὸς τὰ ὥτα.

Τὸ δὲ λάδανον αὐτοῦ τοῦ ἐκ τοῦ πώγωνος συναγόμενον ποιεῖ πρὸς ἀλωπεκίας καὶ τριχορροίας, σὺν οἴνῳ καὶ ἐλαίῳ ὀμφακίνῳ· σὺν ὄξει δὲ χριόμενον κεφαλαλγίαν παύει.