Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Πνεύμων δὲ προβάτου ἐσθιόμενος νήστει ἀμέθυστον τὸν ἐσθίοντα φυλάξει καὶ ὅσα πίνει.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἐν ταῖς παρειαῖς τῶν γυναικῶν ἐπιτιθὲν ζεστὸν εὔχρουν καὶ εὔμορφον ποιεῖ τὸ πρόσωπον.

Τὸ δὲ στέαρ αὐτοῦ εἰς πεσσοὺς χρήσιμον.

Πνεύμων δὲ ἀρνίου ξηρὸς λεῖος δοθεὶς ἐν πότῳ τοῖς ὑπὸ δηλητηρίων (f. 81 v.) φαρμάκων βλαβεῖσιν ἀρήγει.

Χολὴ δὲ καὶ αἶμα τοῦ ἀρνίου ἐπιληπτικοὺς θεραπεύει.

ΠΕΡΙ ΡΙΝΟΚΕΡΟΥ

Ῥινόκερώς ἐστι ζῶον τετράπουν παραπλήσιον ἐλάφου, ἐν κέρας ἔχον κατὰ τῆς ῥινὸς μέγιστον. Ἄλλως δέ οὐκ ἀγρεύεται εἰ μὴ μύρῳ καὶ εὐμορφίᾳ γυναικῶν εὐστόλων· ἔστι γὰρ ἐρωτικόν.

Τούτου ὁ εὑρισκόμενος ἔνδον τῆς ῥινὸς ἡ τοῦ κέρατος λίθος 〈καὶ〉 φορού μένος δαίμονας ἀποδιώκει.

Οἱ δὲ ὄρχεις αὐτοῦ ποτιζόμενοι ἢ τὸ αἰδοῖον ἀνδράσι καὶ γυναιξὶ συνουσίαν παρορμᾷ ἀκρότατα.

ΠΕΡΙ ΣΥΑΓΡΟΥ

Σύαγρός ἐστι χοῖρος ἄγριος. Τούτου οἱ ὄρχεις πινόμενοι ἀφροδισίαν παρορμῶσιν.

Ἡ δὲ κόπρος αὐτοῦ λειωθεῖσα σὺν ὄξει ἐρυσιπέλατα (f. 82 r.) ἰᾶται, καὶ ἡ χολὴ ὁμοίως.

Ἡ δὲ πυτία πινομένη ποιεῖ πρὸς πάντα τὰ θανάσιμα· ἔστι γὰρ ἀλεξιφάρμακον.

ΠEPI ΣΚΙΓΓΟΥ ΖΩΟΥ

Σκίγγος ἐστὶ ζῶον χερσαῖον ὅμοιον κροκοδείλῳ ἐν τῇ Μελανιτίδι γῇ εὑρισκόμενον.

Τούτου τὸ ἄκρον τῆς οὐρᾶς καὶ οἱ δίδυμοι καὶ οἱ νεφροὶ πρὸς συνουσίαν διεγείρουσι τὸ μόριον, ἐν πότῳ δοθέν.

ΠΕΡΙ ΣΑΛΑΜΑNΔΡΑΣ

Σαλαμάνδρα ζῶόν ἐστι τετράπουν μεῖζον σαύρας χλωρᾶς, ἐν θάμνοις δὲ καὶ ὕλαις διαιτώμενον.

Ταύτης ἡ καρδία φορουμένη ἄφοβον ποιεῖ πρὸς τὸ πῦρ τὸν φοροῦντα, καὶ ἄτρομον εἰς πυρκαίαν καὶ ἄκαυστον.

Τὸ οὖν ζῶον τοῦτο ἢ ἐν πυρὶ ἢ ἐν καμίνῳ (f. 82 v.) ἐμβληθὲν πᾶσαν φλόγα σβεννύει.

Καὶ εἶ τις τὴν καρδίαν τούτου περιάψει πυρέσσουσιν, παραυτίκα ἀπέδρα ὁ πυρετός.

Εἰ δὲ περὶ τοῖς γόνασιν γυνὴ αὐτὴν φορεῖ, οὕτε ὅλως συλλήψεται, οὕτε ἔμμηνα ὁρᾷ.

Εἰ δὲ δέρματι μελανῷ αὐτὴν ἐνθήσεις καὶ περιάψεις ἀγκῶνι, τριταῖον, τεταρτοῖον καὶ πάντα πυρετὸν ἰάσεις.

Καυθεῖσα δὲ καὶ πασθεῖσα ἀνασπᾷ μυρμηκίας καὶ τοὺς ἐν χερσὶν καὶ ποσίν 〈ἥλους〉.