Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΚΑΜΗΛΟΥ

Κάμηλος, ζῶον γνώριμον πᾶσι.

Τῆς οὖν θηλείας τὸ γάλα οὐ πήγνυται.

Χολὴ δὲ καμήλου παγεῖσα ἐν μολιβῷ ἀγγείῳ ἕως οὖ γλυκανθῇ αὐθήμερον κοσμεῖ ἐν βρώματι καὶ χαριτοῖ.

Ἄφοδος δὲ αὐτοῦ καεῖσα καὶ σὺν ἐλαίῳ τριβεῖσα ἀλωπεκίας καὶ τριχορροίας τὰς ἀπὸ νόσου ἄκρως ἰᾶται.

Καταπλασσομένη ὡς εἴρηται ὑδρωπικοὺς (f. 78 r.) κενοῖ δι’ οὔρων.

Ξηρὰ δὲ 〈καὶ〉 λεία ἐπιπασθεῖσα ἐν ὕδατι καὶ ποθεῖσα δυσεντερικοὺς ἰᾶται.

Θυμιωμένη δὲ τὰ ἐναντία διώκει.

Ὁ δὲ μυελὸς αὐτοῦ σὺν ῥοδίνῳ ἀλειφόμενος τὴν κεφαλὴν ἔμπροσθεν καὶ ὅλον τὸ σῶμα ἐπιληψίαν ἰᾶται παραδόξως καὶ ὑπὲρ λόγον.

ΠΕΡΙ ΚΥΝΟΥ ΜΙΚΡΟΥ

Κύων ἐστὶν ὁ παρ’ ἡμῶν· μικρὸς δὲ καὶ νεογέννητος ὢν ἔτι ζαλάθων, ἐὰν συνευνᾶται ἀρρώστῳ διηνεκῶς πολὺν χρόνον ἔχοντι ἐν τῇ ἀρρωστιᾷ καὶ συνκοιτάζῃ

αὐτῷ ἐπὶ τὸ στῆθος ἢ γυναικὸς ἢ ἀνδρὸς ἢ παιδίου, καὶ διόλου συνανάκειται αὐτῷ ἐν τῇ κλίνῃ, ὁ μὲν κύων ἀποθνήσκει· ὁ δὲ ἄρρωστος τῆς χρονίας νόσου ἀπαλλαγήσεται.

Σπλῆνα δὲ κυνὸς θερμὸν ἐπιθεὶς (f. 78 v.) σπληνικῷ ἐν τῷ σπληνί, ἰαθήσεται.

Ἡ δὲ κόπρος ξηρὰ λεία ἐν ποτῷ δοθεῖσα ἰκτερικοὺς καὶ δυσεντερικοὺς θεραπεύει.

Μετὰ μέλιτος δὲ ἐγχριομένη τῷ λαιμῷ καὶ τῷ στόματι συναγχικοὺς ἄκρως ἰᾶται· λαθραίως δὲ ποίει πάντα μὴ ὁμολογῶν τῷ πάσχοντι.

Πινομένη δὲ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

Λεία δὲ κόπρος συγχριομένη σὺν ὄξει ὑδροκοίλους καὶ φλεγμονὰς μορίων ἰᾶται.

Καεῖσα δὲ εἰς ὄστρακον καὶ λειωθεῖσα σὺν ῥοδίνῳ ῥαγάδας τὰς ἐν ἕδρᾳ ἰᾶται, καὶ θύμους καὶ ἐξοχάδας ἐκριζοῖ.

Σὺν τερεβινθίνῃ δὲ ἐπιτεθεῖσα κονδυλώματα καὶ ἐξοχάδας ἰᾶται.

Μετὰ δὲ ῥοδίνου [εἰς] ἕλκη ῥυπαρὰ καὶ δυσεπούλωτα, μάλιστα σὺν κηρωτῇ ῥοδίνῃ· σὺν ἐλαίῳ δὲ πρὸς μελισσῶν καὶ σφηκῶν κρούσματα.

(f. 79 r.) Ἐὰν δὲ τὴν καρδίαν κυνός τις κρατῇ ἐν εὐωνύμῳ χειρὶ, ἢ τὴν γλῶτταν εἱλιγμένην ἐν ῥακίῳ, πάντες κύνες φιμωθήσονται καὶ φεύξονται.

Γλαυκοῦ δὲ κυνὸς ἀμφοτέρους τοὺς ὀφθαλμοὺς μετὰ μάγνητος λίθου καὶ ὁψιανοῦ λίθου ποίησον τὴν στιμίαν ὡς ξηροκολλούριον, καὶ ὀψὲ στιβισάμενος, ὄψει τὰ ἐν τῷ σκότει γινόμενα.

Ἐὰν δὲ ἀρρωστῇ τις, μετὰ ζύμης μικρᾶς ἐκμάσσε τὸ πρόσωπον καὶ τὰς μάλας, καὶ βουβῶνας καὶ πόδας καὶ χεῖρας, καὶ δώσεις κυνὶ φαγεῖν. Ἐὰν φάγῃ ὁ κύων, ζήσεται 〈ὁ νοσῶν〉· εἰ δὲ μὴ φάγῃ, θανεῖται· ἡ δὲ ζυμὴ ἔστω θερμή.