Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ὁ δὲ σπλὴν τῆς αἰγὸς βρωθεὶς ὀπτὸς δυσεντερίαν ἰᾶται.

Ἡ δὲ κόπρος 〈αὐτῆς〉 λεία σὺν ἀλφίτοις ἐπιπλασθεῖσα τοῖς ἕλκεσι, φαλαγγιοδήκτοις καὶ τοῖς ἀπὸ βουπρήστεως πληγέντας ἰᾶται. Ξηρὰ δὲ ἡ κόπρος προποθεῖσα σὺν οἰνομέλιτι δυσουρίαν ὀνίνησι· σὺν οἴνῳ δὲ παλαιῷ ἑψουμένη καὶ ἐπιτιθεμένη οἰδήματα ἄρθρων καὶ φλεγμονὰς διδύμων καὶ μασθῶν καὶ ἰσχίων ἄκρως ἰᾶται· σὺν μέλιτι δὲ λεία καταπλασθεῖσα τοὺς ὑπὸ ὄφεων καὶ ἰοβόλων ἰᾶται δηχθέντας· πάντα 〈γὰρ〉 τὸν ἰὸν ἀναμᾶται.

Ὁ δὲ σπλὴν τῆς (f. 69 r.) αἰγὸς ληφθεὶς θερμὸς πρόσφατος εἰς ὄνομα τοῦ πάσχοντος καὶ ἐπιτεθεὶς τῷ σπληνικῷ ἐπάνω τῆς σπληνὸς καὶ φασκιωθεὶς ἡμέραν μίαν, εἶτα 〈τῇ〉 ἑξῆς ἐπάρας ὁ κάμνων κρεμάσας αὐτὸν ὑπὲρ καπνὸν ἢ εἰς ἄνεμον πρὸς οὗ ὁ σπλὴν τῆς αἰγὸς ξεραίνηται, καὶ ὁ τοῦ πάσχοντος μειοῦται.

Τοῦ δὲ ἐρίφου τὸ δέρμα ποθὲν τοὺς ἀπὸ διψάδων τρωθέντας ἰᾶται.

Ἡ δὲ τάμισος αὐτοῦ ὀπτὴ ἐσθιομένη δυσεντερικοὺς θεραπεύει· ἑφθὴ μετὰ κηκίδων καὶ ἐλαίου ἐψουμένη καὶ ἐσθιομένη γαστρορροίαν ἵστησιν.

Ὁ δὲ σπλὴν αὐτοῦ ἐσθιόμενος ὀπτὸς συνεχῶς σπληνικοὺς ἰᾶται.

Ἡ δὲ δορὰ αὐτοῦ καπνιζομένη ληθαργικοὺς διεγείρει, καὶ τοὺς πίπτοντας ἐπιληπτικοὺς καὶ τὰς ὑστερικὰς (f. 69 v.) πνιγμονάς· καὶ αἱ τρίχες καπνιζόμεναι τὰ αὐτὰ ποιοῦσι κατ’ ἐνέργειαν.