Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἐὰν οὖν τις ἔχων χοιράδας ἢ παρωτίδας ἢ παντοῖον ἀπόστημα, καὶ λάβε ζῶντα τὸν ἀσφάλακα καὶ μάλασσε αὐτὸν ὅλον τοῖς ἰδίαις χερσίν, 〈καὶ〉 ὁ κάμνων ἕως οὗ ἀποθάνῃ μαλασσόμενος θεραπευθήσεται πάντως τοῦ τοιούτου πάθους, καὶ οὐκέτι πειρασθήσεται ἢ σταφυλὴν πονήσει ἢ ἀντιάδας ἢ βουβῶνας ἢ χοιράδας ἕξει ποτὲ ἢ παντοῖον ἀπόστημα.

(f. 68 r.) Τὸ δὲ στέαρ αὐτοῦ τακὲν ὠταλγίας ἄκρως ἰᾶται.

Τὸν οὖν ἀσφάλακα θάπτε ἐν τῇ γῇ.

Εἴ τις δὲ τὴν καρδίαν αὐτοῦ ἔτι σπαίρουσαν καταπίνει, πρόγνωσιν λάβοι τῶν μελλόντων καὶ τῶν ἐπ’ αἰῶνος. (Ἐν ἄλλῳ γράφει τὴν ἐπ’ αἰώνων.)

ΠΕΡΙ ΛΙΓΩΝ ΘΗΛΕΙΩΝ

Αἶγες θήλειαι πᾶσι γνωσταὶ αἵ τινες καὶ χρηματίζουσιν, ὥστε εἴ τις τὴν δορὰν τῆς αἰγὸς περιθήσει ἐπιληπτικῷ καὶ ὑπαγάγῃ πρὸς ποταμὸν ἢ θάλασσαν, παραχρῆμα ἐλεγχθήσεται πεσὼν ἐν τρόμῳ καὶ νήφων.

Αἷμα δὲ αἰγὸς θερμανθὲν ἐν πυρὶ καὶ βρωθὲν δυσεντερικοὺς θεραπεύει καὶ τοὺς τὰ τοξικὰ φάρμακα πίνοντας σώζει ἐνεργῶς, καὶ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

(f. 68 v.) Ἡ δὲ χολὴ σὺν ἀκάπνῳ μέλιτι ἐγχριομένη θεραπεύει ἀχλύν, ἄργεμα, πτερύγια.