Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἡ δὲ καρδία φορουμένη ἀβασκάντους ποιεῖ.

Ὄδους δὲ ἀλώπεκος περιαφθεὶς ἐσχάρας ὠφελεῖ καὶ παῖδας ἀνωδύνως ὀδοντοφυεῖν 〈ποιεῖ? 〉.

Μετὰ δὲ ἀσφάλτου καὶ ἐλαίου ὀμφακίνου προλειωθέντων ὀνύχων ἐν ῥοδίνῳ καὶ μιγέντων ἀμφοτέρων, προστεθὲν δὲ ἐν πεσσῷ ὑστερικὰς πνῖγας ἄκρως ἰᾶται.

Ὁ δὲ ὄρχις λεῖος σὺν κηρωτῇ παρωτίδας ὠφελεῖ.

Ἐὰν δέ τις τὸ μόριον αὐτοῦ ἐνειλήσας ῥάκει περιάψῃ τῇ κεφαλῇ, πάντα πόνον κεφαλῆς καὶ ἡμικράνιον καὶ σκοτώματα ἰᾶται.

Ἡ δὲ κόπρος αὐτοῦ μετ’ ὄξους λειωμένη λειχῆνας θεραπεύει.

(f. 66 v.) Σὺν δὲ στέατι ἡ κόπρος αὐτοῦ λεία ἐπιπασθεῖσα ἀλωπεκίας δασύνει.

Ἀσφάλαξ ἐστὶν ζῶον τυφλὸν ὑποκάτω τῆς γῆς φωλεῦον καὶ βαδίζον. Ἐὰν δὲ ἴδῃ τὸν ἥλιον, οὐκέτι δέχεται αὐτὸν ἡ γῇ, ἀλλὰ τελευτᾷ.

Τούτου οὖν ἡ καρδία ἐν ἐλαφείῳ δέρματι περιαπτομένη σεληνιαζομένους ἰᾶται. Ἐν δέρματι δὲ ἔποπος τοῦ ὀρνέου σὺν τοῖς δυσὶν τοῦ ὀρνέου ὀφθαλμοῖς ἐὰν περιάψῃς, εἰς πάντα προγνώσεται ἐφ’ ὅσον χρόνον φορεῖ αὐτὸ ἁγνός.

Ἐὰν δὲ τὴν καρδίαν φορῇ, ἔνθεν μείζονα καὶ κρείττονα ποιεῖ φοροῦντα· ἡ γὰρ δύναμις τοῦ ζώου τούτου θεία καὶ ἐνεργὴς, περὶ ἧς εἰπὼν οὐ σιωπήσομαι.

(f. 67 r.) Τοῦτό ἐστιν ἀπόγευσις. Ἐὰν γάρ τις ἀπογεύσηται τοῦ ἡλίου ἀνατέλλοντος δάκτυλον α′, γνώσει τὰ γινόμενα ἕως οὗ δύσει ὁ ἥλιος.

Ἔστι δὲ ἡ σκευὴ τῆς ἀπογεύσεως αὕτη· Λαβὼν τὸν ἀσφάλακα ἀπόπνιξον ἐν ὕδατι ὀμβρίῳ κοτύλας γ′· ἕψε αὐτὰ ἕως κηρωθῇ· εἶτα διυλίσας τὸ ὕδωρ ἕψεις ἐν χαλκῷ ἀγγείῳ ἐπιβαλών· εἶτα σκεύαζε οὕτως· θεογόνου ῥίζης (ἐν ἄλλῳ γράφε θεόπνου) ‹ ο δ′, ἀρτεμισίας μονοκλώνου ‹ο δ′, στύρακος καλαμίτου, σμύρνης τρωγλοδυτικῆς, βδελλίου ἀνὰ οὔγγ. δ′· σφαιρίου 〈οὔγγ. 〉 δ′· λιβάνου ἄρρενος. ‹ο η′. Ταῦτα κόψας, (f. 67 v.) σείσας, λειώσας ἐπίβαλλε μέλιτος πρωτείου κοτύλην μίαν, καὶ ἔψει ἕως οὗ γένηται μέλιτος πάχος· καὶ ἀνελόμενος ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, καὶ χρῶ ὡς εἴρηται.

Τὰ δὲ ὀστεὰ τοῦ ἀσφάλακος θάψον ἐν τῷ οἴκῳ σου ἔνδον· Ὁ γὰρ ἀσφάλαξ καὶ ζῶν καὶ θανὼν χρηματίζει, ὥσπερ καὶ αἱ θήλειαι αἴγες.

Ἐὰν οὖν τις ἔχων χοιράδας ἢ παρωτίδας ἢ παντοῖον ἀπόστημα, καὶ λάβε ζῶντα τὸν ἀσφάλακα καὶ μάλασσε αὐτὸν ὅλον τοῖς ἰδίαις χερσίν, 〈καὶ〉 ὁ κάμνων ἕως οὗ ἀποθάνῃ μαλασσόμενος θεραπευθήσεται πάντως τοῦ τοιούτου πάθους, καὶ οὐκέτι πειρασθήσεται ἢ σταφυλὴν πονήσει ἢ ἀντιάδας ἢ βουβῶνας ἢ χοιράδας ἕξει ποτὲ ἢ παντοῖον ἀπόστημα.

(f. 68 r.) Τὸ δὲ στέαρ αὐτοῦ τακὲν ὠταλγίας ἄκρως ἰᾶται.

Τὸν οὖν ἀσφάλακα θάπτε ἐν τῇ γῇ.

Εἴ τις δὲ τὴν καρδίαν αὐτοῦ ἔτι σπαίρουσαν καταπίνει, πρόγνωσιν λάβοι τῶν μελλόντων καὶ τῶν ἐπ’ αἰῶνος. (Ἐν ἄλλῳ γράφει τὴν ἐπ’ αἰώνων.)

ΠΕΡΙ ΛΙΓΩΝ ΘΗΛΕΙΩΝ

Αἶγες θήλειαι πᾶσι γνωσταὶ αἵ τινες καὶ χρηματίζουσιν, ὥστε εἴ τις τὴν δορὰν τῆς αἰγὸς περιθήσει ἐπιληπτικῷ καὶ ὑπαγάγῃ πρὸς ποταμὸν ἢ θάλασσαν, παραχρῆμα ἐλεγχθήσεται πεσὼν ἐν τρόμῳ καὶ νήφων.

Αἷμα δὲ αἰγὸς θερμανθὲν ἐν πυρὶ καὶ βρωθὲν δυσεντερικοὺς θεραπεύει καὶ τοὺς τὰ τοξικὰ φάρμακα πίνοντας σώζει ἐνεργῶς, καὶ ὑδρωπικοὺς ἄκρως ἰᾶται.

(f. 68 v.) Ἡ δὲ χολὴ σὺν ἀκάπνῳ μέλιτι ἐγχριομένη θεραπεύει ἀχλύν, ἄργεμα, πτερύγια.