Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΘΗΡΙΟΥ ΑΡΚΤΟΥ

Ἄρκτος ἐστὶ ζῶον θηρίον, δασύ, νωθρόν, κατὰ πάντα ἐοικὸς τῷ ἀνθρώπῳ καὶ συνετόν, καὶ ὀρθὰ βαδίζειν θέλων.

Τούτου ἕκαστον μέλος πεποίηται πρὸς ἕκαστον μέλος τοῦ ἀνθρώπου· ὠφελεῖ οὖν εἰς θεραπείαν· τῆς γὰρ κεφαλῆς τὰ ὀστὰ περιαπτόμενα 〈ποιεῖ〉 (f. 63 v.) πρὸς πᾶσαν κεφαλαλγίαν· ὁ δὲ ἐγκέφαλος αὐτοῦ βρωθεὶς ἐπιληψίαν ἰᾶται· οἱ δὲ ὀφθαλμοὶ φορούμενοι παντοῖον πάθος ὀφθαλμῶν ἀποστρέψουσιν· τῶν δὲ ὠτῶν αὐτοῦ ὁ ῥύπος σὺν ῥοδίνῳ πᾶσαν ὠταλγίαν ἰᾶται, οἱ δὲ ὄδοντες ὀδονταλγίαν, καὶ περιαφθέντες τοῖς παιδίοις ἀνωδύνως ὄδοντας φύουσιν· οἱ δὲ ὀφθαλμοὶ φορούμενοι χαριτήσιόν εἰσι· καὶ οἱ ὄνυχες τῆς δεξιᾶς χειρὸς φορούμενοι παντοῖον πυρετὸν διώκουσιν· αἱ δὲ τρίχες πνεύματα πονηρὰ καὶ παντοῖον πυρετὸν διώκουσιν, καὶ θυμιώμεναι καὶ φορούμεναι· τὸ δὲ ἧπαρ ξηρόν, λεῖον, ἐπιπασθὲν ἡπατικοὺς ἰᾶται· νεῦρα δὲ ποδῶν καὶ χειρῶν φορούμενα ποδαγροὺς καὶ χειραγροὺς βοηθεῖ· ἡ δὲ κόπρος

αὐτοῦ (f. 64 r.) σὺν ὄξει καταχριομένη ὀξυωπίαν παρέχει· ἡ δὲ καρδία φορουμένη ἐπιχαρῆ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν ποιεῖ τὸν φοροῦντα.

Τὸ δὲ στέαρ αὐτοῦ μετὰ λαδάνου καὶ ἀδιάντου ἀλειφὲν ἀλωπεκίας δασύνει, ὁμοίως καὶ ὀφρύας καὶ γενείων λιποτριχίας σὺν κηκιδίοις καὶ χαλκάνθῳ καὶ κεδρίᾳ καὶ λύχνου θρυαλλίσι· καθ’ ἐαυτὸ δὲ τὸ στέαρ παρωτίδας καὶ ῥαγάδας καὶ χείμετλα ἰᾶται.

Αἰδοῖον δὲ ἄρκτου ὑποτιθέμενον τῇ ὑστέρᾳ ὥστε παράψασθαι τοῦ στομίου ὑστερικὰς πνῖγας ἰᾶται· ἔχε δὲ αὐτὸ ἕτοιμον ξηρόν. Ἡ δὲ χολὴ σὺν μέλιτι πινόμενον ὅσον κογχλιάριον α′ (f. 64 v.) ἡπατικοὺς ἄκρως ἰᾶται· τὸ δὲ δέρμα αὐτοῦ ἐπιτεθὲν ὅπου ἄν εἰσι ψύλλοι φεύξονται καὶ οὐδ’ ὅλως παραμένουσιν.

ΠΕΡΙ ΤΗΣ ΑΛΩΠΕΚΟΣ

Ἀλώπηξ πᾶσι γνωστή, δεινότατον καὶ πανουργότατον καὶ σοφὸν ζῶον, ὀρνιθοβόρον καὶ δύσοσμον.

Ἐάν τις αὐτὴν ζῶσαν πιάσῃ καὶ ἐμβάλῃ εἰς παλαιότατον ἔλαιον καὶ ἑψήσῃ ἕως τὰ ὀστὰ μείνωσιν καὶ διηθήσας τὸ ἔλαιον ὡς ἔτι θερμόν ἐστι, καὶ ἀλείψῃ, ἐξ αὐτοῦ ἀρθριτικούς, ποδαλγικούς, ἰσχιαδικούς, παρέτους, ἔχοντας ἔτη πολλὰ τὸ πάθος, θεραπεύσει παραδόξως.

Ὅταν μὲν οὖν [δὲ] ἀγρεύσῃς αὐτήν, ὀφείλεις εἰπεῖν αὐτῇ καὶ τὴν αἰτίαν (f. 65 r.) τὸ τίνος ἕνεκα ἠγρεύσας ταύτην.

Ὁ δὲ ὄρχις αὐτοῦ ὁ δεξιός ξηρός, λεῖος, ἐπιπασθεὶς ἐν πότῳ φιλτροπόσιμός ἐστιν ἐπὶ γυναικῶν, ὁ δὲ εὐώνυμος ἐπὶ ἀνδρῶν.

Τὸ δὲ ἄκρον αὐτοῦ περιαφθὲν μεγίστην τάσιν ποιεῖ, ὁμοίως καὶ λεῖον, ἐπιπασθὲν ἐν πότῳ λάθρα.

Καὶ οἱ ὄρχεις πινόμενοι ξηροὶ τὸ αὐτὸ δρῶσιν.

Δίδου δὲ ὅσον κοχλιαρίου πλῆθος· τοσοῦτον δέ ἐστιν ἀνυτικὸν ὥστε ἀβλαβῆ τὴν ἔντασιν καὶ ἀδιάψευστον τηροῦσι.

Τοὺς δὲ δύο ὄρχεις ἐκτεμών, ζῶντα μὲν αὐτὸν ἀπόλυσον, θεραπεύσας δὲ περίαψον. Ἐὰν γὰρ αὐτοῦ τῶν διδύμων θίγῃς, παραυτὰ ἔντιν... Τινὲς δὲ αὐτοὺς βάλλουσιν εἰς τὰ ἰσχία τοῦ τράγου.

(f. 65 v.). Ἐὰν δὲ τοῦ αἰδοίου αὐτοῦ τὸ ἄκρον ἐν κύστει ἢ ἐν δέρματι ἐνδήσῃς ἐν ᾧ ἐπιγράψεις τὸ ὄνομα τοῦτο διὰ σμυρνομέλανος ΤΙ′Ν ΒΙ′Β Η′ΛΙΘΙ, καὶ περιάψῃς, ἀβλαβῶς συνουσιάσεις.

Τὸ δὲ αἷμα αὐτοῦ νεφρὸν ἀλγοῦντα ἰᾶται, θερμὸν ἐπιχυθέν.

Οἱ δὲ νεφροὶ αὐτοῦ ἐσθιόμενοι ἢ πινόμενοι ἀφροδισίας παρορμῶσιν.

Τὸ δὲ ἧπαρ αὐτοῦ ξηρόν, λεῖον ἐπιπασθὲν 〈σὺν〉 ὀξυμέλιτι καὶ ποθὲν σπληνικοὺς ἄκρως ἰᾶται, καὶ ὁ σπλὴν αὐτοῦ φορούμενος.

Τὸ δὲ ἧπαρ αὐτοῦ σὺν οἴνῳ ποθὲν ἀσθματικοὺς ἰᾶται.

Ὀ δὲ πνεύμων δύσπνοιαν ὀπτὸς βρωθείς.

Τὸ δὲ στέαρ αὐτοῦ ἀλωπεκίας ἄκρως θεραπεύει.

(f. 66 r.) Ἡ δὲ κόπρος αὐτοῦ σὺν ῥοδίνῳ ἐν πεσσῷ σύλληψιν ποιεῖ.