Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ζμῖλαξ, βοτάνη.

Ζῶκος, πτηνόν.

Ζμύρνα θαλασσία.

Ζμάραγδος, λίθος τίμιος, πράσινος.

Ζμῖλαξ ἐστὶ βοτάνη ἰσχυροτάτη ὡς κισσόφυτον· ἐὰν δέ τις στέψῃ μετ’ αὐτοῦ γυναῖκα δυστοκοῦσαν, παραυτὰ τέξεται ἀπόνως.

Ἐὰν δὲ ἐν ταῖς καθάρσεσι δυσκολαίνῃ τις μετ’ ἀλγηδόνων, καὶ περιζώσας αὐτὴν τὴν βοτάνην, καθαρθήσεται ἀπόνως.

Ἐὰν δὲ τοῦ χυλοῦ τῶν φύλλων κο. α′ καὶ μέλιτος γο. α′ μίξας δώσεις ὑδρωπικῷ, ἀκινδύνως κενωθήσεται (f. 20 r.). Γυνὴ δὲ γευσαμένη αἱμορραγήσει.

Ζῶκός ἐστι πτηνόν· οἱ δὲ ζώγιόν φασι, οἱ δὲ ἅρπην. Ἐστι δὲ εἶδος λευκοῦ γυπὸς νεκροβόρου. Ζμύραινα θαλασσία γνωστὴ πᾶσιν. Ζμάραγδος, λίθος πᾶσι γνωστός.

Τῆς οὖν ἅρπης τὸ ἔντερον ἐὰν δώσεις τινὶ φαγεῖν ἐν βρώματι, ὁ τοῦτο λαβὼν ῥαγήσεται ἐσθίων· ἔσται γὰρ ἀχόρταστος.

Τὸ δὲ κωλέντερον τοῦ πτηνοῦ ἐὰν δῴης λεῖον πιεῖν ἢ ὀπτὸν φαγεῖν κωλικῷ, τελείως σωθήσεται.

Στέαρ δὲ συγχριόμενον μετ’ ἐλαίου μύρου τετραΐζοντας ἀπολύει· κόπρος δὲ λέπρας παύει μετ’ ὄξους καταχριομένη· τὸ δὲ ἧπαρ διδόμενον ὅσον ἄν βούλῃ φθείρει τὰ ἔντερα πάντα.

Ὁ δὲ ζμάραγδος λίθος ἐστὶν χλωρός, βαρύτιμος.

Γλύψον (f. 20 v.) οὖν ἐν αὐτῷ τὴν ἄρπην, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὴν ζμύραιναν, καὶ ὑπὸ τὸν λίθον κατάκλεισον 〈τὴν〉 ῥίζαν τῆς βοτάνης, καὶ φόρει πρὸς ταραχώδη ἐνύπνια καὶ θάμβη καὶ ὅσα σεληνιαζομένους ἀνῆκε· παύει καὶ κωλικούς Κάλλιον δὲ εἰ καὶ στέαρ ζμυραίνης ὑποβληθῇ· τοῦτο ἔνθεον ἐστιν.