Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Εὔζωμος, βοτάνη.

Εὐβοή, πτηνὸν ὅ ἐστιν ἀηδών.

Ἐχῖνος, ἰχθυώδης.

Εὔανθος λίθος ἐστί.

Εὔζωμος βοτάνη ἐστὶν ἐσθιόμενον λάχανον παρὰ πᾶσι γνωστόν. Εὐβοὴ πτηνόν ἐστιν ἀηδὼν ὑπὸ πάντων γινωσκόμενος. Ἐχῖνος θαλάσσιος ὑπὸ πάντων γινωσκόμενος. Εὔανθος λίθος ἐστὶ πάγχρυσος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ, ὅτι πολύχρωμός ἐστι.

Τὸ οὖν εὔζωμον θερμαίνει· ἐπιπλάνη ἐστι παρὰ πολλοῖς μὴ νοοῦσι τὰς φύσεις μιᾶς ἑκάστης βοτάνης. Τὸ οὖν εὔζωμον καὶ τὸ πήγανον καὶ τὸ ἁγνὸν οἱ ἱερεῖς ἐσθίουσιν ἁγνείας χάριν. Τὸ μὲν γὰρ χλωρὸν εὔζωμον ψύχει τὰς συνουσίας, καὶ οὐκ ἐᾷ πολλὰ συνουσιάζειν, οὕτε πυκνῶς ὀρθιᾶν, οὕτε ὀνειριάζειν· διὸ οἱ ἐν τοῖς ἱεροῖς προσιόντες ἱερεῖς τοῦτο πυκνῶς ἐσθιόμενον παρ’ αὐτῶν οὐ συγχωρεῖ ὀνειριάζειν.

(f. 19 r.) Τούτου τοῦ σπέρματος 〈ο δ′, πέπεριν 〈ο δ′, μετὰ μέλιτος πρωὶ καὶ ὀψὲ λαμβανόμενος ὅσον δακτύλων β′ ὀρθιᾶν ποιεῖ.

Ἐὰν δέ τις τὴν ἡλικίαν ἐστὶ προβεβημένος καὶ τὸ μόριον ἔχῃ παρειμένον, ποιείτω τοῦτο· εὐζώμου σπέρματος 〈ο ιϛ′, κυμίνου 〈ο η′, πέπεριν 〈ο δ′. ἀνδράχνης σπέρματος 〈ο β′, λεῖα 〈σὺν〉 μέλιτι ἀναλαβὼν δίδου ὀψὲ καὶ πρωί· Τοῦτο ἀσύγκριτόν ἐστιν.

Τοῦ 〈δὲ〉 ἀηδόνος οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία περιαπτόμενοι ἐν κραβάτῳ ἀύπνους ποιοῦσι τοὺς ἀνακειμένους.

Ἐὰν δέ τις λειώσας δῴη τινὶ πιεῖν λάθρα, ἄυπνος ἀποθανεῖται· λύσιν δὲ οὐκ ἔχει.

Ἐχίνου θαλασσίου τὸ μεσομφάλιον ἐὰν λειώσας δώσεις ἐπιληψίᾳ πειραζομένοις, παραυτίκα κουφηθήσονται· δίδου δὲ μόνον μετὰ μέλιτος πλειστάκις.

Εἰς δὲ τὸν εὐάνθη λίθον τὸν πάγχρυσον γλύφεται Ἀφροδίτη τὰς τρίχας καὶ τοὺς πλοκάμους τῆς κεφαλῆς ἀναδεσμουμένη, καὶ ὑποβάλλεται ῥίζα τῆς (f. 19 v.) βοτάνης καὶ ἀηδόνος γλῶσσα, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ πᾶσιν ἀνθρώποις φιλητὸς καὶ γνωστός, καὶ ἡδυλάλος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις καὶ δαίμοσιν· πᾶν δὲ θηρίον φεύξεταί σε.