Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Γλυκυσίδη, βοτάνη· οἱ δὲ παιωνίαν.

Γλαῦκος, πτηνόν.

Γνάθος, λίθος.

Γλαῦκος, ἰχθὺς ὁ πασίγνωστος.

Γλυκυσίδη βοτάνη ἐστὶν ἡ παιωνία· ἐκλήθη (f. 14 r.) δὲ παιωνία διὰ τὸ τὸν παίωνα αὐτὴν εὑρηκέναι· ἔχει δὲ καρπὸν ὡσεὶ στύρακα ἀμιγδάλῃς. Τὰ μὲν οὖν ἀποστήματα αὐτῆς ἐστιν μεμυκότα, ἃ δὲ κεχηνότα.

Ἔστι πτηνὸν τοῦτο ὅπερ τῇ Ἀθηνᾶ ἀναγράφεται· βασίλειον ἔχει ἐπὶ τῆς κεφαλῆς πτερωτόν, ὀφθαλμοὺς δὲ νυκτικόρακος μεγάλους, ἐν ἀγροῖς διατρίβων.

Γνάθος λίθος ἐστὶν σκληρὸς ὡς μυλίτης ὁμοίως γνάθου.

Γλαῦκος, ἰχθὺς θαλάσσιος πασίγνωστος.

Τῆς οὖν βοτάνης εἴδη εἰσὶν δύο, ἡ μὲν ἀρρενική, ἡ δὲ θηλυκή.

Ἐὰν οὖν γυναικὸς μὴ κατέχῃ μήτρα τὸ ἐσπαρμένον, θέλῃ δὲ συλλαβεῖν. 〈 λαβῶν 〉 θεῖον βλάστημα, περιζωννύσθω καρπὸν μεμυκότα, δήσας αὐτὸν ἐν ῥάκει λινῷ βεβαμμένον (f. 14 v.) ἑπτὰ χροιάς, περὶ τὸ ἦτρον δὲ ζωννύσθω. 7 bis] Ἐὰν θέλῃς μὴ τίκτειν γυναῖκαν, μολύνας κρίθας εἰς τὰ καταμήνια αὐτῆς δὸς μήλου φαγεῖν, καὶ οὐ τίκτει ποτέ. Ὁμοίως καὶ ἄνθρακας ζῶντας σβέσον εἰς τὰ ἄμηνα αὐτῆς, καὶ οὐ τίκτει. Ἂς ἄρῃ δεόντως ἄνθρακα, καὶ φύλαττε· ὅταν δὲ θέλῃς πάλιν τίκτῃ, ἃς ἄψῃ αὐτὸν ἐν πυρί, καὶ τίκτει.