Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Βράθυος, βοτάνη ὁμοία κυπαρίσσου.

Βρύσις, ὄρνεον ὅ ἐστιν κορώνη.

Βήρυλλος, λίθος λευκός.

Βύσσα, ὅ ἐστιν κάραβος.

Ἡ θεόγνωστος δενδρικὴ καλουμένη ὁμοία κυπαρίσσῳ· καλεῖται δὲ βράθυ, αὕτη θυμιᾶται τοῖς θεοῖς ἀντὶ λιβάνου.

Βρύσις, κοινὸν ζῶόν ἐστιν κορώνῃ ζῶν (f. 13 r.) ἐτῶν ἕως φ’.

Βήρυλλος, λευκὸς λίθος πολύγνωστος καὶ βαρύτιμος.

Βύσσα ἐστὶν κάραβος θαλάσσιος· ἐκλήθη δὲ βύσσα διὰ τὴν ὁμοιότητα τῶν βυσσάλων.

Πρὸς οὖν δυσπνοκοὺς καὶ ὀρθοπνοϊκοὺς καὶ ἀσθματικοὺς βράθυος 〈ο α’, βουτύρου 〈ο δ′, μέλιτος γο β′. Ἔκλεγμα ποιήσας νήστει δίδου.

Τοῦ δὲ καράβου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ἰῶνται τὸ πάθος.

Τῆς δὲ κορώνης τοῦ πτηνοῦ ἡ φύσις ἐστὶ τοιαύτῃ· ἐὰν γὰρ ἡ θήλεια τελευτήσῃ, ὁ ἄρρην ἑτέρᾳ οὐχ ἅπτεται. Ὁμοίως δὲ καὶ ἡ θήλεια τὸ αὐτὸ ποιεῖ Ὁ δὲ ἀνὴρ ἐὰν φορήσῃ τοῦ ἄρρενος τὴν καρδίαν, ἡ δὲ γυνὴ τῆς θηλείας, εὐνοήσουσιν ἑαυτοῖς τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον· τοῦτο ἀνυπέρβλητον (f. 13 v.) θαῦμα.

Λαβὼν οὖν βηρύλλιον λίθον, γλύψον κορώνην καὶ ὑπὸ τοὺς πόδας αὐτῆς κάραβον· καὶ κατακλείσας βράθυ βραχὺ καὶ ὀλίγον τῆς καρδίας τοῦ πτηνοῦ καὶ τὴν λεγομένην ἀφροδίτην τοῦ καράβου, καὶ φόρει ὡς βούλει.

Ποιεῖ γὰρ πρὸς δυσπνοϊκούς, ἡπατικοὺς καὶ νεφριτικούς· ἔστιν γὰρ Διὸς θεοῦ ὁ λίθος. Τὸν δὲ φοροῦντα ποιήσει ἐπίχαριν, ἐπιτευκτικὸν εἰς ὃ ἄν ἐπιβάληται, ποιεῖ δὲ καὶ εὔνοιαν εἰς τοὺς γαμοῦντας, καὶ ὁμόνοιαν εἰς τὰ ἀνδρόγυνα ὡς λίαν κάλλιστον.