Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἐάν τις ἅψηται ἄρρην τοῦ ἱμάντος, οὐκ ὀρθιάσει· ἐὰν δὲ ἀγνώστως φορήσῃ, μαλθακιασθήσεται.

Ἐὰν δέ 〈τις〉 ἐκ τοῦ λίθου τοῦ ἰχθύος γεύσηται, κίναιδος τέλεος γενή σεται, μὴ ἀποκαθιστάμενος εἰς τὸ κατὰ φύσιν.

Ἐὰν δὲ γυνὴ φορήσῃ τὸν ἱμάντα τοῦτον, οὐδεὶς αὐτῇ συνελεύσεται ἐν συνουσίᾳ· οὐ γὰρ ὀρθιάσει ὁ ἀνήρ. Ἡ δὲ συμμετρία τοῦ ἱμάντος (f. 33 r.) πλάτος μὲν 〈ἔστω〉 δακτύλων β′, μῆκος δὲ παλαιστῶν ε′.

Ἔστι δὲ οὖν ἕτερον σκεῦος, ὁ φοροῦσιν αἱ βασίλισσαι, τῆς Ἀφροδίτης, καὶ ὅσα δύνανται οἱ ἄλλοι, ὁμοίως· καὶ τοῦτο εἰς ἱμάντα ἀπὸ νεύρου συντίθενται τῷ τρόπῳ τούτῳ, ἵνα 〈μὴ〉 φαίνωνται οἱ λίθοι τὴν γλυφὴν ἔχοντες, ὡς ὑπόκειται.

Ὁ μὲν πρῶτος ἔστω κατὰ τὸ μέσον τοῦ ἱμάντος λυχνίτης ἡ κεραυνίτης ἔχων

γλυφὴν τὸν Ἄρεα ἔνοπλον, ἔνθα δὲ καὶ ἔνθα συγκατερραμένους ἀδάμαντας δύο ἔχοντας Ἀφροδίτης ἀκάνθην ἤγουν ῥοδωνίαν ἐκ τῶν ἐκ τοῦ ποδός· εἶτα πάλιν ἐξ ἑκατέρου μέρους ὑποπύρρους λίθους ἀσπίλους β′ ἔχοντας Ἀφροδίτην (f. 33 v.) ἀναδεσμευομένην τὴν τρίχα καὶ Ἔρωτα παρεστῶτα· πάλιν δὲ ἄλλους β′ λίθους ἐξ ἑκατέρου μέρους ὁμοίως σαρδίαν γλυφὴν ἔχοντας ἀμφότερα ὁμοῦ ἥλιον ἐπὶ τετραπόλου καὶ σελήνην ἐπὶ δύο ταύρων ἕνα ἕκαστον λίθον· ἄλλους δὲ δύο λίθους ἐξ ἀμφοτέρων τῶν μερῶν 〈 γλυφὴν ἔχοντας Ἑρμῆν κηρύκιον ἔχοντα τὴν δεξιὰν ῥάβδον· ἄλλους δὲ δύο ἀναγκίτας οὐννίονας κειμένους ἐξ ἀμφοτέρων τῶν μερῶν 〉 κράγχιταν ἔχοντας Νέμεσιν ἐπὶ τροχὸν πόδα ἔχουσαν καὶ ῥάβδον κατέχουσαν· ἄλλους δὲ δύο μαργαρίτας ἀσπίλους ἔχοντας ἐκ τῶν δύο μερῶν ἀγλύφους συγκειμένους τῷ κεστῷ, ἵνα πλεῖστοι γένωνται οἱ λίθοι ιγ′, γλυφέντας δὲ εἰς λήνια χρυσᾶ, καὶ ἵνα οὕτως εἰς τὸν ἱμάντα ῥαφέντες μὴ φαίνωνται (f. 34 r.) ὑπὸ τοῦ ὄχλου.

Ἐστὶ δὲ 〈ὁ〉 ἱμὰς διπλοῦς γινόμενος, ἀκόλουθος δέ ἐστιν ἕτερος λίθος περὶ τὸν τράχηλον φορούμενος, ὅς ἐστι σεληνίτης, ἐν ᾧ φαίνεται ἣ τε... οὖσα αὐξανομένη ἡ σελήνη καὶ μειουμένη. Ἔχει δὲ γλυφὴν σελήνην, ὑπὸ δὲ τὸν λίθον σελήνου ἀγόνου ῥίζαν ἐν ληνίῳ χρυσῷ. Οὗτος δὲ φορεῖται περὶ τὸν τράχηλον.

Τοῦτο τὸ μυστήριον φορούμενον ἔνθεον ποιεῖ τὸν φοροῦντα, καὶ ὑπὸ πάντων προσκυνεῖσθαι καὶ σέβεσθαι ἄξιον· πολλοὶ δὲ τῶν βασιλέων ἔνδοθεν αὐτὸ φοροῦσιν ἣ ἐντὸς τοῦ διαδήματος ὡς κεστόν, ἵνα μὴ ὑπὸ τινος ὁραθῇ.

Τὸν δὲ σεληνίτην ἐν δακτύλῳ φορούμενον τὰ αὐτά φασιν ποιεῖν.

(f. 34 v.) Ἀλλ’ ἵνα μὴ καταργήσωμεν τὸ βιβλίον, ἀρκείσθω ὁ λόγος, ἐπεὶ μεγίστας ἔχει δυνάμεις. Διὸ μετὰ πολλῆς φιλοπονίας καὶ πόνου ψυχῆς ταῦτα ἑρμηνεύσας σοι ἔγραψα. Γίνωσκε δὲ τοῦτο ὅ τι οὐδεὶς ἕτερος ἔχει· διὸ μηδενὶ μεταδὸς τοῦτο τὸ ἔνθεον.