Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Τὴν δὲ γλῶσσαν τοῦ ὀρνέου ἐὰν φορῇ τις ἐπὶ χρυσῷ πετάλῳ, ἔσται χάριν ἔχων καὶ φιλητὸς ὑπὸ πάντων ἀνθρώπων.

Τὸ δὲ ὀρθοπύγιον αὐτοῦ λάθρα διδόμενον ἀνθρώπῳ ἢ ἑτέρῳ ἀρρενικῷ ζώῳ, ὁ τοιοῦτος μαλθακισθήσεται καὶ τῶν θηλειῶν ἔργα ἀποτελέσει.

Τὸν δὲ δεξιὸν ὀφθαλμὸν ἐάν τις φορήσῃ ὑπὸ λίθον σάμφειρον ἄσπιλον, ἐφ’ ᾧ ἐστιν γεγλυμμένη Ἀφροδίτη, ὁ τοῦτο φορῶν ἐπιχαρῆς ἔσται καί πᾶσιν ἀνθρώποις ἐξάκουστος καὶ ἐπὶ πάσης (f. 31 v.) δίκης νίκην ἔξει. Τὸ δὲ αὐτὸ ποῖει καὶ 〈ὀ〉 εὐώνυμος ὀφθαλμὸς ὑπὸ θηλείας φορούμενος.

Αἷμα δὲ αὐτοῦ μιγνύμενον μεθ’ οἱουδήποτε κολλουρίου καὶ ἐγχριόμενον ὑποχύνει ὀφθαλμούς.

Ἡ δὲ καρδία αὐτοῦ ληγούσης τῆς σελήνης περιαπτομένη τριταίους καὶ τεταρταίους ἰᾶται.

Ὁ δὲ ἐγκέφαλος τοῦ ὀρνέου λάθρα ἐν βρώματι ἢ ἐν πόματι διδόμενος κεφαλαλγίαν παύει ἀνίατον.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἡπατικοὺς ἐν ἀλσὶ καὶ ὕδατι ἐζεσμένον ἀπαλλάσσει.

Τῆς οὖν μεγάλης θεᾶς τῆς Ἀφροδίτης ὁ πρῶτος κεστὸς ὁ δεινότατος καὶ μεταλλάσσων τὰς φύσεις τῶν ἀνθρώπων καὶ πάντων 〈 τῶν 〉 ζώων, ὁμοίως καὶ τὰς γνώμας (f. 32 r.) ἀρρενικῶν, μάλιστα δὲ ἀνθρώπων, ὥστε μαλθακιάζειν καὶ ἀπογυναικοῦσθαι τὸν ἁψάμενον ἢ φορήσαντα.

Ἔτι δὲ εἰς τὸν ὀψιανὸν λίθον γλύψον ἄνθρωπον ἀπόκοπον ἔχοντα περὶ τοὺς πόδας τὰ αἰδοῖα κείμενα, τὰς δὲ χεῖρας κάτω ἐσταλμένας, αὐτὸν δὲ κάτω βλέποντα τοῖς αἰδοίοις· ὀπίσω δὲ πρὸς νῶτον Ἀφροδίτην νῶτον [πρὸς νῶτον] ἔχουσαν, αὐτὴν δὲ ἑαυτῆς στρέφουσα τὴν ὄψιν καὶ βλέπουσαν αὐτῷ· ἀποκατάκλεισον δὲ τοῦ κιναιδίου ἰχθύος τὸν λίθον. Ἐὰν δὲ μὴ ἔχῃς ἕνα τῶν ἐν τῇ κεφαλῇ, ὑπόθες ῥιζίον τῆς βοτάνης, καὶ τοῦ ὀρνέου ἀκρόπτερον τὸ εὐώνυμον· κατάκλειε δὲ εἰς λήνιον χρυσοῦν πλατύτερον· (f. 32 v.) θήσεις δὲ αὐτὸ ἐντὸς ἱμάντος νευρίου ἀπὸ τῆς κοιλίας ἱέρακος, ἵνα ἢ τρυφερόν, συρράψας κατὰ τὸ μέσον τοῦ ἱμάντος, ἵνα μὴ φαίνηται. Οὗτός ἐστιν ὁ περὶ τὴν κεφαλὴν τῆς Ἀφροδίτης ζωγραφούμενος ἢ πλασσόμενος ἱμὰς ὡς διάδημα, ὃ καλεῖται κεστός.