Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

καὶ οὐκ ἐδύνατο πᾶς ἄγγελος παρελθεῖν εἰς τὸν οἶκον τοῦτον καὶ ἰδεῖν τὸ πρόσωπον αὐτοῦ διὰ τὸ ἔντιμον καὶ ἔνδοξον. καὶ οὐκ ἐδύνατο πᾶσα σάρξ ἰδεῖν αὐτοῦ

τὸ πῦρ φλεγόμενον κύκλῳ. καὶ πῦρ μέγα παρειστήκει αὐτῷ, καὶ οὐδεὶς ἐγγίξει αὐτῷ < κύκλῳ, μυρίαι μυριάδες ἔστηκαν ἐνώπιον ἀὺτοῦ, καὶ πᾶς λόγος αὐτοῦ ἔργον.

καὶ οἱ ἄγιοι τῶν ἀγγέλων οἱ ἐγίξοντες αὐτῷ οὐκ ἀποχωροῦσιν νυκτὸς οὔτε ἀφίστανται αὐτοῦ.

κἀγῶ ἤμην ἕως τούτου ἐπὶ πρόσωπόν μου βεβλημένος καὶ τρέμων. καὶ ὁ κύριος τῷ στόματι αὐτοῦ ἐκάλεσέν με καὶ εἶπέν μοι· πρόςελθε ὦδε, Ἐνώχ, καὶ τὸν λόγον μου ἄκουσον.

καὶ προσελθών μοι εἶς τῶν ἁγίων ἤγειρέν με καὶ ἔστησέν με καὶ προσήγαυέν με μέχρι τῆς θύρας, ἐγὼ δὲ τὸ πρόσωπόν μου κάτω ἔκυφον.