Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

Ὁ δὲ Ἐνὼχ τῷ Ἀζαὴλ εἶπεν· πορεύου, οὐκ ἒσται σοι εἰρήνηι δρῖμα μέγα ἐξῆλθεν κατὰ σοῦ δῆσαί σε

καὶ ἀνοχὴ καὶ ἐρώτησίς σοι οὐκ ἒσται περὶ ὧν ἒδειξας ἀδικημάτων καὶ περὶ πάντων τῶν ἒργων τῶν ἀσεβειῶν καὶ τῆς ἀδικίας καὶ τῆς ἁμαρτίας, ὂσα ὑπέδειξας τοῖς ἀνθρώποις.

τότε πορευθεὶς εἲρηκα πᾶσιν αὑτοῖς, καὶ αὐτοὶ πάντες ἐφοβήθησαν, καὶ ἒλαβεν αὐτοὺς τρόμος καὶ φόβος.

καὶ ἠρώτησαν ὃπως γράψω αὐτοῖς ὑπομνήματα ἐρωτήσεως, ἴνα γένωται αὐτοῖς ἂφεσις <καὶ μακρότης<, καὶ ἴνα ἐγὼ ἀναγνῶ αὐτοῖς τὸ ὑπόμνημα τῆς ἐρωτήσεως ἐνώπιον κυρίου τοῦ οὐρανοῦ.

ὃτι αὐτοὶ οὐκέτι δύνανται λαλῆσαι οὐδὲ ἐπᾶραι αὐτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἀπὸ αἰσχύνης περὶ ὧν ἡμαρτήκεισαν καὶ κατεκρίθησαν.

τότε ἒγραψα τὸ ὑπόμνημα τῆς ἐρωτήσεως αὐτῶν καὶ τὰς δεήσεις περὶ τῶν πνευμάτων αὐτῶν καὶ περὶ ὧν δέονται, ὅπως αὐτῶν γένωνται ἄφεσις καὶ μακρότης.

καὶ πορευθεὶς ἐκάθισα ἐπὶ τῶν ὑδάτων Δὰν ἐν γῇ Δάν. ἥτις ἐστὶν ἐκ δεξιῶν Ἑρμωνειεὶμ δύσεως. ἀνεγίνωσκον τὸ ὑπόμνημα τῶν δεήσεων αὐτῶν, ἒως ἐκοιμήθην.

καὶ ἰδοὺ ὄνειροι ἐπ᾿ ἐμὲ ἠλθον καὶ ὁράσεις ἐπ᾿ ἐμὲ ἐπέπιπτον καὶ εἶδον ὁράσεις ὀρηὴς, καὶ ἠλθεν φωνὴ λέγουσα· εἶπον τοῖς οἱοῖς τοῦ οὐρανοῦ τοῦ ἐλέγξαι αὐτούς.

καὶ ἒξυπνος γενόμενος ἠλθον πρὸς αὐτούς, καὶ πάντες συνηγμένοι ἐκάθηντο πενθοῦντες ἐν Ἐβέλσατα, ἥτις ἐστὶν ἀνὰ μέσον τοῦ Λιβάνου καὶ Σενεσήλ, περικεκαλυμένοι τὴν ὄψιν

* * * * * * * * * ἐνώπιον αὐτῶν καὶ ἀνήγγειλα αὐτοῖς πάσας τὰς ὁράσεις, ἃς εἶδον κατὰ τοὺς ὕπνους, καὶ ἠρξάμην λαλεῖν τοὺς λόrους τῆς δικαιοσύνης ἐλέγχων τοὺς ἐγρηγόρους τοῦ οὐρανοῦ.