Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

II. Καλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔστιν· μᾶλλον δὲ τοὺς λοιμοτέρους ἐν πραΰτητι ὑπότασσε. οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται· τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε.

2. φρόνιμος γίνου ὡς ὁ ὄφις ἐν πᾶσιν καὶ ἀκέραιος εἰσαεὶ ὡς ἡ περιστερά. διὰ τοῦτο ἐκ ψυχῆς καὶ σώματος εἶ, σαρκικὸς καὶ πνευματικός, ἵνα τὰ φαινόμενά σοι εἰς πρόσωπον ἐπανορθώσῃς· τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ἵνα μηδέν σοι λείπῃ, καὶ παντὸς χαρίσματος περισσεύῃς.

3. ὁ καιρὸς ἀπαιτεῖ σε εὔχεσθαι. ὥσπερ

γὰρ κυβερνήτῃ ἄνεμος συμβάλλεται καὶ ὡς νηῒ χειμαζομένῃ λιμένες εὔθετοι εἰς σωτηρίαν, οὕτω καὶ σοὶ τὸ ἐπιτυχεῖν θεοῦ. νῆφε ὡς θεοῦ ἀθλητής, οὗ τὸ θέλημα ἀφθαρσία καὶ ζωὴ αἰώνιος, περὶ ἧς καὶ σὺ πέπεισαι. κατὰ πάντα σου ἀντίψυχος ἐγὼ καὶ τὰ δεσμά μου, ἃ ἠγάπησας.