Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

I. Ἀποδεχόμενος τὴν ἐν θεῷ σου γνώμην ἡδρασμένην ὡς ἐπὶ πέτραν ἀκίνητον, ὑπερδοξάζω καταξιωθεὶς τοῦ προσώπου σου τοῦ ἀμώμου, οὗ ὀναίμην ἐν θεῷ.

2. παρακαλῶ σε ἐν χάριτι, ᾖ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκδίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ. τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον. πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος. πάντων ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς.

3. προσευχαῖς σχόλαζε ἀδιαλείπτοις, αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατὰ ἄνδρα κατὰ ὁμοήθειαν λάλει θεοῦ. πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής, ὡς καὶ ὁ κύριος πάντων· αὐτὸς γάρ, φησί, τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἡμῶν ἐβάστασεν. ὅπου πλείων κόπος, πολὺ κέρδος.