Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ι. Θεασάμενος ὑμῶν τὸν ἐπίσκοπον ἔγνων, ὅτι οὐκ ἀφ’ ἑαυτοῦ οὐδὲ δι’ ἀνθρώπων ἠξιώθη τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν ἐγχειρισθῆναι οὐδὲ κατὰ κενοδοξίαν, ἀλλ’ ἐν ἀγάπῃ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρός, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν· οὗ καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλέον δύναται τῶν πλέον λαλούντων.

2. συνήρμοσται γὰρ ταῖς ἐντολαῖς κυρίου καὶ τοῖς δικαιώμασιν, ὡς χορδαὶ τῇ κιθάρᾳ, καὶ ἔστιν ἄμεμπτος οὐχ ἧττον Ζαχαρίου τοῦ ἱερέως. διὸ μακαρίζει μου ἡ ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τελείαν οὖσαν, τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.