Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ, ἐν ἀγάπῃ ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλομένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἀδιακρίτως

καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος·

2. μάλιστα ἐὰν ἐν ἑνὶ ὦσι σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν θελήματι θεοῦ πατρὸς διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, ὃς κατὰ τὸ ἴδιον βούλημα ἐστήριξεν αὐτοῦ βεβαίως τὴν ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ, οἰκοδομῇ πνευματικῇ, ἀχειροποιήτῳ, ᾗ συγκλύσαντες οἱ ἄνεμοι καὶ οἱ ποταμοὶ οὐκ ἴσχυσαν αὐτὴν ἀνατρέψαι, ἀλλὰ μηδὲ ἰσχύσειάν ποτε τὰ πνευματικὰ τῆς πονηρίας, ἀλλ’ ἐξασθενήσειαν δυνάμει Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.