Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VIII. Ἐγὼ δὲ ταῦτα ὑμῖν ἐπιστέλλω, οὐχ ὅτι ἔγνων τοιούτους τινὰς ἐν ὑμῖν (ἀλλὰ μηδὲ συγχωρήσειέν ποτε ὁ θεὸς τοιοῦτον εἰς ἀκοὰς ἐλθεῖν τὰς ἐμάς, ὁ μὴ φεισάμενος τοῦ υἱοῦ αὐτοῦ διὰ τὴν ἁγίαν ἐκκλησίαν), ἀλλὰ προορῶν τὰς ἐνέδρας τοῦ πονηροῦ ταῖς παραγγελίαις προασφαλίζομαι ὑμᾶς ὡς τέκνα μου ἀγαπητὰ καὶ πιστὰ ἐν Χριστῷ, προποτίζων ὑμᾶς τὰ φυλακτικὰ τῆς λοιμικῆς τῶν ἀνυποτάκτων νόσου, ἧς ὑμεῖς ἀποφεύγετε τὴν νόσον εὐδοκίᾳ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

2. ὑμεῖς οὖν ἀναλαβόντες πραότητα γίνεσθε μιμηταὶ παθημάτων Χριστοῦ καὶ ἀγάπης αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον, ἵνα τῷ αἵματι αὑτοῦ καθαρίσῃ ἡμᾶς παλαιᾶς δυσσεβείας καὶ ζωὴν ἡμῖν παράσχηται, μέλλοντας ὅσον οὐδέπω ἀπόλλυσθαι ὑπὸ τῆς ἐν ἡμῖν κακίας.

3. μηδεὶς οὖν ὑμῶν τι κατὰ τοῦ πλησίον ἐχέτω· ἄφετε γάρ, φησὶν ὁ κύριος ἡμῶν, καὶ ἀφεθήσεται ὑμῖν. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ ὀλίγων τινῶν ἀφρόνων εἴνεκεν ὁ λόγος καὶ ἡ διδασκαλία βλασφημῆται. οὐαὶ γάρ, φησὶν ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ, δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.