Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

3. αἰδεῖσθε δὲ καὶ τὸν ἐπίσκοπον ὑμῶν ὡς Χριστόν, καθὰ ὑμῖν οἱ μακάριοι διετάξαντο ἀπόστολοι. ὁ ἐντὸς τοῦ θυσιαστηρίου ὢν καθαρός ἐστιν· διὸ καὶ ὑπακούει τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις· ὁ δὲ ἐκτὸς ὤν, οὗτός ἐστιν ὁ χωρὶς τοῦ ἐπισκόπου καὶ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τι πράσσων· ὁ τοιοῦτος μεμίανται τῇ συνειδήσει καὶ ἔστιν ἀπίστου χείρων.

4. τί γάρ ἐστιν ἐπίσκοπος ἀλλ’ ἢ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐπέκεινα πάντων κρατῶν, ὡς οἷόν τε ἄνθρωπον κρατεῖν μιμητὴν γινόμενον κατὰ

δύναμιν Χριστοῦ τοῦ θεοῦ; τί δὲ πρεσβυτέριον ἀλλ’ ἢ σύστημα ἱερόν, σύμβουλοι καὶ συνεδρευταὶ τοῦ ἐπισκόπου; τί δὲ διάκονοι ἀλλ’ ἢ μιμηταὶ Χριστοῦ, διακονοῦντες τῷ ἐπισκόπῳ ὡς Χριστὸς τῷ πατρὶ καὶ λειτουργοῦντες αὐτῷ λειτουργίαν καθαρὰν καὶ ἄμωμον, ὡς Στέφανος ὁ ἅγιος Ἰακώβῳ τῷ μακαρίῳ καὶ Τιμόθεος καὶ Λῑνος Παύλῳ καὶ Ἀνέγκλητος καὶ Κλήμης Πέτρῳ;

5. ὁ τοίνυν τούτων παρακούων ἄθεος πάμπαν εἴη ἂν καὶ δυσσεβής, ἀθετῶν Χριστὸν καὶ τὴν αὐτοῦ διάταξιν σμικρύνων.