Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. ἀλλά σε ἀντιβολῶ, μή σοί τις περιττὴ εἶναι δόξω καὶ φανητιῶσα· οὐ γὰρ διδάσκουσά σε, ἀλλ’ ὑπομιμνήκουσα τὸν ἐμὸν ἐν θεῷ πατέρα τούτους παρεθέμην τοὺς λόγους· γινώσκω γὰρ τὰ ἑαυτῆς μέτρα καὶ οὐ συμπαρεκτείνω ἑαυτὴν τοῖς τηλικούτοις ὑμῖν.

3. ἀσπάζομαί σου τὸν ἅγιον κλῆρον καὶ τὸν φιλόχριστόν σου λαὸν τὸν ὑπὸ τὴν σὴν κηδεμονίαν ποιμαινόμενον. πάντες οἱ παρ’ ἡμῖν πιστοὶ προσαγορεύουσίν σε. ὑγιαίνειν με κατὰ θεὸν προσεύχου, μακάριε ποιμήν.

[*](Note that this work follows the print edition convention, which places traditional epistle 13, Epistula Mariae ad Ignatium, before the other 12 epistles, so that nominal epistle 13 precedes nominal epistle 1 and does not appear after nominal epistle 12.) Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ χάριτι θεοῦ πατρὸς ὑψίστου καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος πιστοτάτῃ, ἀξιοθέῳ, χριστοφόρῳ θυγατρὶ Μαρίᾳ πλεῖστα ἐν θεῷ χαίρειν.