Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

I. Κρεῖττον μὲν γράμματος ὄψις, ὅσῳπερ μέρος οὖσα τοῦ χοροῦ τῶν αἰσθήσεων οὐ μόνον οἷς μεταδιδοῖ τὰ φιλικὰ τιμᾷ τὸν λαμβάνοντα, ἀλλὰ καὶ οἷς ἀντιδέχεται τὸν ἐπὶ τοῖς κρείττοσι πόθον πλουτεῖ.

2. πλὴν δεύτερος, φασί, λιμὴν καὶ ὁ τῶν γραμμάτων τρόπος, ὃν ὥσπερ ἀγαθὸν ὅρμον δεδέγμεθα παρὰ τῆς σῆς πίστεως πόρρωθεν, ὥσπερ δι’ αὐτῶν ἰδόντες τὸ ἔν σοι καλόν.

3. αἱ γὰρ τῶν ἀγαθῶν, ὦ πάνσοφε γύναι, ψυχαὶ ταῖς καθαρωτέραις ἐοίκασι πηγαῖς· ἐκεῖναί τε γὰρ τοὺς παριόντας, κἂν μὴ διψῶσιν, αὐτῷ τῷ εἴδει ἐφέλκονται αὐτοὺς ἀρύσασθαι τοῦ ποτοῦ, ἥ τε σὴ σύνεσις παρεγγυᾷ μετασχεῖν ἡμᾶς παρακελευομένη τῶν ἐν τῇ ψυχῇ σου βλυζόντων θείων ναμάτων.