Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

II. Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος.

2. εἴ τις ἀρνεῖται τὸν σταυρὸν καὶ τὸ πάθος ἐπαισχύνεται, ἔστω σοι ὡς αὐτὸς ὁ ἀντικείμενος· κἂν ψωμίσῃ τὰ ὑπάρχοντα πτωχοῖς, κἂν ὄρη μεθιστᾷ, κἂν παραδῷ τὸ σῶμα εἰς καῦσιν, ἔστω σοι βδελυκτός.

3. εἴ τις φαυλίζει τὸν νόμον ἢ τοὺς προφήτας, οὓς ὁ Χριστὸς παρὼν ἐπλήρωσεν, ἔστω σοι ὡς ὁ ἀντίχριστος. εἴ τις ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον, Ἰουδαῖός ἐστιν χριστοκτόνος.