Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

I. Παρακαλῶ σε ἐν θεῷ προσθεῖναι τῷ δρόμῳ σου καὶ ἐκδικεῖν σου τὸ ἀξίωμα. τῆς συμφωνίας τῆς πρὸς τοὺς ἁγίους φρόντιζε· τοὺς ἀσθενεστέρους βάσταζε, ἵνα πληρώσῃς τὸν νόμον Χριστοῦ. νηστείαις καὶ δεήσεσι σχόλαζε, ἀλλὰ μὴ ἀμέτρως, ἵνα μὴ σαυτὸν καταβάλῃς.

2. οἴνου καὶ κρεῶν μὴ πάντη ἀπέχου· οὐ γάρ ἐστι βδελυκτά· Τὰ γὰρ ἀγαθὰ τῆς γῆς, φησί, φάγεσθε,

καί· Ἔδεσθε κρέα ὡς λάχανα, καί· Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου καὶ ἔλαιον ἱλαρύνει καὶ ἄρτος στηρίζει· ἀλλὰ μεμετρημένως καὶ εὐτάκτως, ὡς θεοῦ χορηγοῦντος. τίς γὰρ φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ; ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ.

3. τῇ ἀναγνώσει πρόσεχε, ἵνα μὴ μόνον αὐτὸς εἰδῇς τοὺς νόμους, ἀλλὰ καὶ ἄλλοις αὐτοὺς ἐξηγῇ. νῆφε ὡς θεοῦ ἀθλητής. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ἀντίψυχόν σου ἐγὼ ὁ δέσμιος.