Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶ καὶ τέκνοις καὶ τὰς παρθένους τὰς λεγομένας χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πατρός. [*](patro/s LA, pneu/matos G(g) spirit. The difference in MSS sould be betsoen prs and xvi.) ἀσπάζεται ὑμᾶς Φίλων σὺν ἐμοὶ ὤν.

ἀσπάζομαι τὸν οἶκον Ταουΐας, [*](*taoui+/ai GL. *gaoui+/as Ag.) ἣν εὔχομαι ἑδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ̓ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ.