Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Τρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούρρου, [*](*bo/rrou *b; the spelling of this varies considerably both here and in Eph. ii, 1, and Philad. xi, 2. It is possiblo that *bo/rros, shich has some support in L is really right.) ὅν ἀπεστείλατε μετ̓ ἐμοῦ ἅμα Ἐφεσίοις, τοῖς ἀδελφοῖς ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἀμείψεται αὐτὸν ἡ χάρις κατὰ πάντα.

ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον καὶ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς συνδούλους μου διακόνους καὶ τοὺς κατ̓ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ

266
αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει σαρκικῇ τε καὶ πνευματικῇ, ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἕλεος, εἰρήνη, ὑπομονὴ διὰ παντός.