In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

〈μέσης〉 τῆς ιθ΄ μοίρας τοῦ Καρκίνου. διαληπτέον δέ, ὅτι περὶ τοῦ Ἀρκτοφύλακος ὁ Ἄρατος συμφώνως λέγει τοῖς φαινομένοις, εἰ καὶ ὅλως ἠγνόηται τὸ τέσσαρσι ζῳδίοις αὐτὸν ἀντικαταδύνειν· τοῦ γὰρ Κριοῦ ἀνατεταλκότος καὶ τῷ Ταύρῳ καὶ τοῖς Διδύμοις 〈λέγει αὐτὸν ἀντικαταδύνειν〉· τοῦ δὲ Καρκίνου ἀρχο- μένου ἀνατέλλειν, ὅς ἐστι λοιπὸς τῶν τεσσάρων ζῳδίων, οἷς ἀντικαταδύνει καὶ κατʼ αὐτὸν ὁ Ἀρκτοφύλαξ, εὐλόγως αὐτός φησι, μηκέτι πολὺ αὐτοῦ καὶ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος ἀπολαμβάνεσθαι, καθάπερ καὶ ἐγίνετο τῶν Διδύμων ἀνατελλόντων, ἀλλὰ τὸ μὲν πλεῖον ὑπὸ γῆν 〈εἶναι〉, τὸ δὲ ἔλασσον ὑπὲρ γῆν φαίνεσθαι· τὸ μὲν γὰρ „ἠμάτιον“ σημαίνει τὸ ὑπὲρ γῆν τοῦ κόσμου, τὸ δὲ „ἔννυχον τὸ ὑπὸ γῆν.

φανερὸν δὲ τοῦτο διὰ πλειόνων αὐτὸς ποιεῖ, καθάπερ εὐθέως ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως·

  • αὐτὰρ ὅ γʼ ἐξόπιθεν τετραμμένος, ἀλλʼ ὁ μὲν οὔπω
  • γαστέρι νειαίρῃ, τὰ δʼ ὑπέρτερα νυκτὶ φορεῖται.
  • τὰ μέντοι γε ἐπιφερόμενα οὐδὲν ἔτι πρὸς αὐτὴν τὴν δύσιν αὐτοῦ τείνοντα λέγει, ἀλλʼ ὡς συμβεβηκὸς αὐτῷ·

  • ὁ δʼ ἐπὴν φάεος κορέσηται,
  • βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,
  • 〈ἦμος ὅτʼ ἠελίοιο κατερχομένοιο δύηται.
  • κεῖναί οἱ καὶ νύκτες ἐπʼ ὁψὲ δύοντι λέγονται.〉
  • [*](4. γὰρ om. B edd. || 5. καὶ τῷ Τ. καὶ τοῖς Δ.*] καὶ τοῦ ταύρου καὶ τῶν διδύμων vulg. || 8. ἀντικαταδύνειν A. || 10. ὑπὸ ante τοῦ ὁρ. om. B edd. || 11. καθάπερ καὶ*] καὶ καθάπερ A. | καὶ om. B edd. || 13. ἱμάτιον A, ἡμάτιον B, Ημάτιον ed pr. | 14. δʼ ἔννυχον P1P2. || 17. ἐξόπισθεν AP3. | ἀλλαμὲν LP3, ἄλλα μὲν M edd. || 18. νειέρη A, νει αἴρῃ P3M. | νυκτοφορεῖ- ται B edd. || 20. λέγειν A. || 21. ἐπʼ ὴν Vat. M, ἐπʼ ἢν P1L,)
    146
    ὅταν γὰρ ταῖς Χηλαῖς ἄρχηται συγκαταδύνειν τοῦ ἡλίου ἐν αὐταῖς ὄντος, ἐν ᾧ καταδύνει καιρῷ αἱ νύκτες

    ἐπʼ Αρκτούρῳ λέγονται. ὁ δὲ ὅλην τε τὴν ἡμέραν ὑπὲρ γῆς φέρεται διὰ τὸ τῇ Παρθένῳ αὐτὸν συνανα- τέλλειν καὶ δύνει πλείονα χρόνον ἢ τὸ ἥμισυ τῆς νυκτός, ἐπεὶ τοῖς τέσσαρσι ζῳδίοις συγκαταδύνει. ὅτι δὲ τῇ Παρθένῳ κατʼ αὐτὸν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις·

  • οὐδʼ ἂν ἐπερχόμεναι Χηλαί, καὶ λεπτὰ φάουσαι,
  • ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα, Βοώτης,
  • ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.
  • Οὐ μόνον δὲ ὁ Ἄρατος καὶ ὁ Εὔδοξος, ἀλλὰ καὶ οἱ λοιποὶ μαθηματικοὶ πάντες σχεδόν, ὅσοι περὶ τοῦ βοώτου λόγον πεποίηνται, ὁμοίως τούτοις ἀπο- πεπλάνηνται νομίζοντες, τέσσαρσι ζῳρδίοις αὐτὸν συγ-

    καταδύνειν. Ἄτταλος δὲ καὶ περὶ τοῦ τὴν ἀρχὴν τῆς δύσεως αὐτὸν ποιεῖσθαι μὴ τῷ Σκορπίῳ συγκαταφερό- μενον, ὡς ἡμεῖς ἐδείκνυμεν, ἀλλὰ ταῖς Χηλαῖς, ἱκανῶς διαβεβαιοῦται, λέγων τὸν τρόπον τοῦτον· „ἔνιοι γάρ, „οὔτε τοῖς φαινομένοις παρακολουθοῦντές οὔτε τὰ „ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι, δια-

    ,,φόρους ἀποφάσεις πεποίηνται περὶ αὐτοῦ. καὶ τινὲς „μέν φασιν αὐτὸν τῇ Παρθένῳ πρῶτον ἄρχεσθαι συγ- „καταδύνειν, εἶτα [ἐν] τοῖς ἐφεξῆς τρισὶ ζῳδίοις, ἔνιοι „δὲ ἄρχεσθαι μὲν ἀπὸ τοῦ Σκορπίου, λήγειν δὲ ἐπὶ „τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχο- [*](3. ὁ δὲ*] ὅτε vulg. || 5. δύνειν εἰ πλείονα B ed. pr. || 6. ἐπεὶ corr. Pet., ἐπὶ vulg. || 9. οὐδʼ ἂρ A. || 11. ἀρθρόος A (P2 ρ exp.). | βεβλημένος P1P2. || 14. Βοώτου*] βοώτεω Vat. B edd., βοώ- τοω P1P2. || 18. ἐνδείκνυμεν B ed. pr. || 22. καί τινες φασὶ)

    148

    „μένοις ὑφʼ ἡμῶν καὶ μετατιθεμένοις. καθόλου δὲ „καὶ τοῦ φαινομένου τοῦτο συνιστάντος καὶ τοῦ ,,ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς „γίνεται 〈τοῦ〉 Λέοντος πρὸς τῇ ἀνατολῇ ὄντος, „ἄρχεται δὲ δύεσθαι, ὅταν ὁ Ταῦρος μέλλῃ ἀνατέλλειν, „τὸ δὲ κατὰ διάμετρον αὐτῷ κείμενον ζῴδιον, ὁ Σκορ- „πίος, πρὸς τῇ δύσει ὑπάρχῃ, αἱ δὲ Χηλαὶ ἀρτίως „κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται „ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντι- „δοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι „τῶν φαινομένων συμβέβηκε.“

    Καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον ἀναποδείκτῳ φάσει χρώμενος ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπʼ αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν, ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν,

    καὶ οὐ τῷ Σκορπίῳ. πλὴν ἐπεὶ οὕτως παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, διʼ ὧν πειθόμεθα τῷ Σκορπίῳ πρώτως αὐτὸν συγκαταδύνειν· τὸν μὲν γὰρ ἐπὶ πλεῖον περὶ αὐτοῦ λόγον ἐν τῇ τῶν συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν.

    Νοείσθω δὲ νῦν ἐπὶ τοῦ ὁρίζοντος πρὸς τῇ δύσει κείμενος ὁ νοτιώτατος ἀστὴρ τῶν ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Ἀρκτοφύλακος. ἀλλὰ ἔστιν οὗτος ὁ ἀστὴρ βορειό- τερος τοῦ ἰσημερινοῦ κύκλου μοίραις κζ΄ καὶ τρίτῳ μέρει μοίρας, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος

    μοιρῶν τξ΄. διὰ δὴ τοῦτο ὁ γραφόμενος παράλληλος τῷ ἰσημερινῷ κύκλος διὰ τοῦ προειρημένου ἀστέρος [*](1. μεταθεμένοις B. || 2. συνιστῶντος B edd. || 3. ὅλως A. || 4. πρὸς τῇ ἀνατολῇ*] πρὸς ἀνατολὰς vulg. || 6. αὐτοῦ B edd. || 7. ὑπάρχῃ*] ὑπάρχει A, ὑπάρχον B ed. pr., ὑπάρχων Ur.;)

    150
    τὴν ὑπὲρ γῆς περιφέρειαν ἔχει τοιούτων τμημάτων ιε΄ λείπουσαν κ΄ μέρει ὡς ἔγγτστα, οἵων ἐστὶν ὅλος ὁ κύκλος τμημάτων κδ΄. τὸ ἥμισυ ἄρα τῆς εἰρημένης περιφερείας, τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἕως δύσεως, τῶν αὐτῶν τμημάτων ἐστὶν ζ΄ καὶ ὡς ἔγγιστα ἡμίσους.

    ἀλλʼ ὁ εἰρημένος ἀστὴρ κεῖται ὡς κατὰ παράλληλον κύκλον περὶ 〈τὴν〉 α΄ μοῖραν τῶν Χηλῶν. δύνοντος ἄρα αὐτοῦ δεῖ μεσουρανεῖν ὡς κατὰ παράλληλον κύκλον 〈μέσην〉 τὴν κδ΄ μοῖραν τοῦ Αἰγόκερω· ταύτης δὲ ἐπὶ τοῦ παραλλήλου μεσουρανούσης δεῖ ἐν τῷ ζῳδιακῷ μεσουρανεῖν τὴν β΄ καὶ κ΄ μοῖραν τοῦ Αἰγόκερω. ἀλλʼ ἐν τῷ ζῳδιακῷ τῆς β΄ καὶ κ΄ τοῦ Αἰγόκερω μοίρας μεσουρανούσης, ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι δεῖ ἀνα-

    τέλλειν τὴν Ϛ΄ μάλιστα μοῖραν τοῦ Ταύρου. ἕκαστον γὰρ τῶν εἰρημένων ἀποδείκνυται διὰ τῶν γραμμῶν ἐν ταῖς καθόλου περὶ τῶν τοιούτων ἡμῖν συντεταγμέ- ναις πραγματείαις. ὁ ἄρα ἀριστερὸς ποὺς τοῦ Βοώτου

    ἀντικαταδύνει τῇ ϛ΄ μοίρᾳ τοῦ Ταύρου. ὅτι δὲ καὶ πρῶτος ὁ ἀριστερὸς ποὺς τοῦ Βοώτου δύνει, χωρὶς τοῦτʼ ἀποδέδεικται ἐν τῷ περὶ αὐτοῦ λόγῳ, φανερὸν δʼ ἂν εἴη καὶ ἐξ αὐτῆς τῆς θέσεως τοῦ Βοώτου· ὀρθὸς γὰρ βεβηκὼς ὁ Βοώτης ἐγκλίνει τῇ θέσει οὕτως, ὥστε τὸν ἀριστερὸν πόδα, πολλῷ νοτιώτερον ὄντα τῆς κεφαλῆς, προηγεῖσθαι τοῦ διὰ τῶν πόλων καὶ τῆς κεφαλῆς αὐτοῦ γραφομένου κύκλου πλεῖον ἥμισυ καὶ τέταρτον μέρος ζῳδίου.

    Περὶ δὲ τοῦ Ὠρίωνος συμφωνεῖ ὁ Εὔδοξος 〈τοῖς φαινομένοις〉, ὑπολαμβάνων αὐτὸν τοῖς Διδύμοις ὅλον συνανατέλλειν.

    [*](2. δεκαπέντε A. | οἵών ἐστιν in marg. add. LMV. | ὅλος ὁ κύκλος] ὁ διὰ τῶν πόλων κ. B edd. || 3. τὸ Ϟ B. || 5. ἔστι ζ΄ A. |)
    152

    Τοῦ δὲ Λέοντος ἀρχομένου ἀνατέλλειν ὁ μὲν Ἄρατός φησι τά τε 〈ἄλλα〉 σὺν τῷ Καρκίνῳ δεδυκέναι καὶ τὸν Ἀετόν, τοῦ δὲ Ἐνγόνασιν ἔτι τὸν ἀριστερὸν πόδα καὶ 〈τὸ〉 γόνυ ἀπολείπεσθαι, τὰ δὲ λοιπὰ δεδυκέναι. ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ Ὕδρου, καὶ τὸν Λαγωόν, καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ

    Κυνός. τῷ δὲ Αράτῳ ὁμοίως καὶ ὁ Εὔδοξος ἀπο- φαίνεται. τὰ οὖν εἰρημένα ἄστρα δῆλον ὅτι τῷ Καρκίνῳ κατʼ αὐτοὺς ἃ μὲν συνανατέλλει, ἃ δὲ ἀντι- καταδύνει. καὶ ἐπὶ τῶν ἄλλων ζῳδίων τὸ αὐτὸ διαλαμ- βανέσθω.

    Ἐν μὲν οὖν τοῖς λοιποῖς συμφωνοῦσι τοῖς φαινο- μένοις. τοῦ δʼ Ἐνγόνασιν οὐ μόνον τὸ ἀριστερὸν γόνυ καὶ ὁ ποὺς ἔτι ὑπὲρ γῆς ἐστιν, ἀλλὰ καὶ τὸ δεξιὸν γόνυ· δύνει γὰρ τοῦτο ἀνατελλούσης [τῆς τοῦ]

    Λέοντος μοίρας ιϚ΄. ὁ δὲ Λαγωὸς οὐ μόνον τῷ Καρ- κίνῳ συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τοῖς Διδύμοις· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς ζ΄ καὶ κ΄ μοίρας τῶν Διδύμων ἀναφερομένης, λήγει δὲ ἀνατέλλων συνανατελλούσης αὐτῷ Καρκίνου μοίρας