In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

„Αἰγόκερω ἐκφανέστερον δʼ ἔτι διὰ τούτων ἀπο- δίδωσι· περὶ γὰρ τῶν κολούρων λεγομένων κύκλων, οἳ γράφονται διά τε τῶν πόλων καὶ διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, φησὶν οὕτως· „ἕτεροι δʼ „εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς „ὀρθάς, διὰ τῶν πόλων τοῦ κόσμου. ἔστι δʼ ἐν „τούτοις ἄστρα τάδε· πρῶτος ὁ πόλος ὁ ἀεὶ φανερὸς „τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ πλάτος „καὶ τοῦ Καρκίνου τὸ μέσον.“ καὶ μετʼ ὀλίγον φησίν· „ἥ τε οὐρὰ τοῦ Νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ

„Αἰγόκερω.“ ἐν δὲ τοῖς ἑξῆς φησιν ἐν τῷ ἑτέρῳ τῶν διὰ τῶν πόλων κύκλων κεῖσθαι σὺν τοῖς ἄλλοις, οἷς [*](1. καὶ τὰ καύμ.] κατακαύμ. A. || 2. μετὰ τριάκ. om B. || 7. μαθ. τῶν σχεδὸν πλείστων B. | πάντων om A. || 10. οὐ κατὰ B. ||)

134
ἐξαριθμεῖται, καὶ τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος.

Προδιαληπτέον καὶ τοῦτο, ὅτι τὰς ἀρχὰς ἑκάστου τῶν δώδεκα ζῳδίων ὑποτιθέμενος ὁ Ἄρατος ἐπὶ τῆς ἀνατολῆς διασαφεῖ, ὅσα τῷ προειρημένῳ αὐτῷ ζῳδίῳ συνανατέταλκεν ἢ ἀντικαταδέδυκςε τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ ἄστρων· ὃ καὶ συντείνει μάλιστα πρὸς τὸ ἐκ τῶν ἄλλων ἄστρων συλλογίζεσθαι τὸ μέλλον ἀνα-

τέλλειν δωδεκατημόριον τοῦ ζῳδιακοῦ. δῆλον δὲ ποιεῖ τοῦτο καὶ ἐπὶ τῆς τῶν Ἰχθύων ἀνατολῆς λέγων οὕτως· εἰπὼν γὰρ περὶ τοῦ Ὕδρου, ὅτι τὰ μὲν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας τοῦ Ὑδροχόου ἀναφερομένου 〈οὐκέτι〉 μετέωρά ἐστιν, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα οἱ Ἰχθύες κατάγουσιν, ἐπιφέρει·

  • οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι
  • Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ
  • ὀπίσσω,
  • τείνεται, Ὠκεανοῖο νέον ὁπότε προγένωνται
  • Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς
  • αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει
  • Κριὸς ἀνερχόμενος.
  • διὰ γὰρ τοῦ „νέον ὁπότε προγένωνται Ἰχθύες“ δηλοῖ οὐκ ἄλλο τι ἢ „ὅταν ἄρχωνται οἱ Ἰχθύες ἀνατέλλειν“.

    ἔτι δὲ αὐτὸ τοῦτο φανερὸν ποιεῖ καὶ ἐπὶ τῆς Ἀργοῦς. τῆς γὰρ Παρθένου ἀνατελλούσης φησὶ τὴν πρύμναν αὐτῆς ἀνατέλλειν [ὅλην]· τὰ δὲ λοιπὰ αὐτῆς ἕως τοῦ [*](1. καὶ κατὰ μέσα B. || 9. τοῦτο ποιεῖ B edd. || 12. ἕως om. LP3V, ἕως τῆς om. M ed. pr. || 14. κατάγουσιν*] ἀνά- γουσιν vulg. || 15. οὕτω] ουτοι (sic) LP3, οὑτοι MV. | γούνατα)

    136
    ἱστοῦ ἀνατέλλειν, ὅταν ὅλη ἡ Παρθένος ἀνατείλῃ· προειπὼν γάρ·
  • οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
  • Παρθένος ἀντέλλουσα,
  • μετʼ ὀλίγον φησί·
  • φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους
  • ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς.
  • ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν,
  • Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
  • Καὶ ὁ Εὔδοξος δέ, ᾧ κατηκολούθηκεν ὁ Ἄρατος, τὸν αὐτὸν τρόπον ὑποτίθεται ἐν ταῖς Συνανατολαῖς τὰς ἀρχὰς τῶν ζῳδίων ἐπὶ τῆς ἀνατολῆς. ὥστε καὶ ἐκ τούτου φανερὸν γίνεσθαι τὸ προκείμενον.

    Τούτων δὲ προυποδεδειγμένων νῦν ἐπισκεψώμεθα τὰς ὑπʼ αὐτῶν ἀποδιδομένας συνανατολάς τε καὶ ἀντικαταδύσεις.

    Ὑποθέμενος τοίνυν ὁ Ἄρατος ἐπὶ τῆς ἀνατολῆς τὴν ἀρχὴν τοῦ Καρκίνου, φησὶ τοῦ μὲν Στεφάνου δεδυ- κέναι τὸ ἥμισυ, τοῦ δὲ Νοτίου Ἰχθύος τὸ ἕως τῆς ῥάχεως, τοῦ δὲ Ἐνγόνασι τὰ ὑπὲρ τὴν γαστέρα, τὸν δὲ Ὀφιοῦχον ἕως τῶν ὤμων, τὸν δὲ Ὄφιν, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἕως τοῦ αὐχένος, τοῦ δὲ Ἀρκτοφύλακος [*](1. ἡ παρθ. ἀνατέλλῃ A, ἀνατείλῃ ἡ παρθ. B. || 3. ουμενθην (sic) LP3. | ὑπονείατα LP3. || 4. ἀνατέλλουσα Vat. || 7. ἐξό- πισθεν AP3. | πρύμνης P1P2, πρύμνα LP3V, πρίμνα M. | πολυ- τείρεος Vat. B. || 9. ἧμος A, ἡμος LV, ἥμος P3Μ ed. pr. | ἀντι-)

    138

    πλέον μέρος ἢ τὸ ἥμισυ. ἀνατέλλειν δέ φησι τοῦ Ὠρίωνος τὴν ζώνην καὶ τοὺς ὤμους. τὰ εἰρημένα τοίνυν ἄστρα τοῖς Διδύμοις κατʼ αὐτὸν ἂ μὲν συνανα- τέλλει, ἂ δὲ ἀντικαταδύνει.

    Ὁ δὲ Εὔδοξος ἐξαριθμούμενος, ὅσα ἐστὶν ὑπὲρ γῆς τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν, φησὶ τὸν Ἐνγόνασιν ὅλον εἶναι φανερόν, τοῦ δὲ Στεφάνου τὸ ἥμισυ, καὶ τὴν τοῦ Ἀρκτοφύλακος κεφαλήν, καὶ τὴν τοῦ Ὀφιούχου κεφαλήν, καὶ τὴν οὐρὰν τοῦ ἐχομένου Ὄφεως, τῶν δὲ πρὸς νότον 〈τὸν〉 Ὠρίωνα ὅλον, καὶ τοῦ Νοτίου Ἰχθύος τὸ πρὸς τὴν κεφαλήν.

    Ὁ μὲν οὖν Στέφανος κατὰ τὸν Ἄρατον ἔγγιστα συμφωνεῖ· ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἄρχεται μὲν δύνειν ἀνατελλούσης 〈τῆς〉 γ΄ καὶ κ΄ μοίρας τῶν Διδύμων, ὅλος δὲ δύνει ἀνατελλούσης 〈μέσης〉 τῆς δ΄ μοίρας τοῦ Καρκίνου. κατὰ μέντοι γε τὸν Εὔδοξον δῆλον ὅτι διαφωνεῖ, ἐπείπερ ἡ ἀρχὴ τοῦ Καρκίνου κατʼ αὐτὸν κατὰ μέσον ἐστὶ τὸ τῶν Διδύμων δωδεκατη-

    μόριον. ἕνα δὲ μὴ διὰ παντὸς ἐπισημαινώμεθα τοῦτο, διαληπτέον καθόλου, διότι μὴ ὁμοίως ἀναγράφουσιν ἀμφοτέροις οὐ δυνατὸν ἑκατέρῳ αὐτῶν συμφωνεῖν τὸ φαινόμενον. δεῖ δὲ κἀκεῖνο διειληφέναι, διότι πάντα μὲν πλὴν ὀλίγων τινῶν ὁμοίως ἀμφότεροι ἀναγράφουσι τὰ περὶ τὰς ἀνατολάς· ὁ γὰρ Ἄρατος τοῖς ὑπὸ τοῦ Εὐδόξου λεγομένοις ἠκολούθηκε· συμφωνοῦσι μέντοι γε αἱ ὑπʼ αὐτῶν ἀναγεγραμμέναι συνανατολαὶ τῇ κατὰ τὸν Ἄρατον μᾶλλον τοῦ ζῳδιακοῦ διαιρέσει ἤπερ 〈τῇ〉 κατὰ τὸν Εὔδοξον. ἔσται δὲ τοῦτο φανερὸν ἐκ τῶν κατὰ μέρος περὶ αὐτῶν ῥηθησομένων.

    [*](1. πλεῖον A. || 2. καὶ] κατὰ B edd. || 4. δʼ ἀντικ. P1P2. | 5. ἀριθμούμενος P1P2. || 8. Ὀφιούχου] ὀφίου A (2P χ΄ suprascr.)
    140

    Τοῦ δὲ Νοτίου Ἰχθύος τὸ πλεῖστον μέρος δεῖ ὑπὲρ γῆν εἶναι, καὶ οὐχὶ τὸ πρὸς τῇ κεφαλῇ μόνον, ὥς φασιν· ἄρχεται μὲν γὰρ δύνειν ἀνατελλούσης 〈τῆς〉 δ΄ καὶ κ΄ μοίρας 〈τῶν〉 Διδύμων, ἔσχατον δὲ δύνει ἀνατελλούσης

    〈μέσης〉 τῆς ιη΄ μοίρας τοῦ Καρκίνου. τοῦ δὲ Ἐνγόνασιν ἡ κεφαλὴ μόνον δέδυκε καὶ ὁ δεξιὸς ὦμος σὺν τῇ χειρί· ὁ δʼ ἀριστερὸς ὦμος καὶ τὸ λοιπὸν σῶμα ἔτι ἐστὶν ὑπὲρ γῆν· τοῦ μὲν γὰρ δεξιοῦ ὤμου δύνοντος ἀνατέλλει ἡ ζ΄ καὶ κ΄ μοῖρα τῶν Διδύμων, τοῦ δὲ ἀριστεροῦ ὤμου δύνοντος ἀνατέλλει ἡ η΄ μοῖρα τοῦ Καρκίνου. τοῦ δὲ ἀριστεροῦ ὤμου ἔτι ὕστερον δύνουσιν οἱ ἐν ταῖς πλευραῖς. οὐκ ἄρα τὸ ἀπὸ τῆς γαστρὸς μέρος αὐτοῦ ἕως τῆς κεφαλῆς δέδυκεν, ὡς Ἄρατός

    φησι. τὰ δὲ περὶ τὸν Ὀφιοῦχον συμφώνως ἀποδιδόασι τῷ φαινομένῳ ὅ τε Ἄρατος καὶ ὁ Εὔδοξος· οἱ μὲν γὰρ ὦμοι τοῖς Διδύμοις ἀντικαταδύνουσιν, ὁ δὲ ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῆς β΄ μοίρας τοῦ Καρκίνου.

    τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἡ οὐρὰ μόνον ὑπὲρ γῆς ἐστιν, ὡς ὁ Εὔδοξός φησι, καὶ οὐχ ἡ κεφαλὴ 〈μόνον δέδυκεν〉, ὡς ὁ Ἄρατος. ἡ μὲν γὰρ κεφαλὴ αὐτοῦ δύνει ἀνατελλόντων μέσων μάλιστα τῶν Διδύ- μων, ὁ δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ δύνει ἀνατελλούσης τῆς θ΄ μοίρας τοῦ Καρκίνου.

    Περὶ δὲ τοῦ Ἀρκτοφύλακος ὁλοσχερῶς δοκοῦσί μοι ἀγνοεῖν· φασὶ γὰρ αὐτὸν τέσσαρσι ζῳδίοις ἀντικαταδύ-

    νειν, Κριῷ τε καὶ Ταύρῳ καὶ Διδύμοις καὶ Καρκίνῳ. ὁ μὲν γὰρ Ἄρατος τοῦ Ταύρου πρὸς τῇ ἀνατολῇ ὄντος φησί·

  • δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ ἐπὶ μοίρῃ
  • τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν·
  • [*](1. ὑπὲρ γῆς B. || 3. γὰρ om. B. | δ΄ καὶ κ΄ μοίρας*] τετάρτης μοίρας A, δ΄ μ⁰ B edd. || 5. δʼ ἐνγόν. A edd. || 8. ἔστιν A ed. pr. ||)
    142
    ὥστε τῷ Κριῷ ἀνατέλλοντι ἄρχεσθαι αὐτὸν ἀντικατα- δύνειν. ἀκολούθως δὲ ταύτῃ τῇ ὑποθέσει καὶ τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν λέγει ταυτί·
  • οὐδʼ ἂν ἔτʼ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,
  • μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη·
  • τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
  • Ὠκεανὸς δέχεται.
  • ὁ δὲ Εὔδοξος γράφει οὕτως· „ὅταν ὁ Κριὸς ἀνατέλλῃ, „τῶν μὲν πρὸς ἄρκτους τοῦ Ἀρκτοφύλακος οἱ πόδες „δύνουσι, τῶν δὲ πρὸς νότον τοῦ Θηρίου τὸ λοιπόν.“ ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν· „ὅταν δʼ ὁ Καρκίνος „ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, „τῶν δὲ πρὸς νότον ὁ Λαγωός, καὶ τοῦ Κυνὸς τὰ „ἐμπρόσθια, καὶ ὁ Προκύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή· „δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ Ἀρκτοφύλακος „κεφαλή δῆλον οὖν ὅτι καὶ κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ.

    Οὔτε δὲ τέσσαρσι ζῳδίοις ὁ Ἀρκτοφύλαξ ἀντικατα- δύνει, ὡς οὗτοί φασιν, ἀλλὰ δυσὶ μόνον καὶ ἔλασσον ἢ ἡμίσει· οὔτε Κριῷ ἄρχεται ἀντικαταδύνειν, ἀλλὰ τὴν μὲν ἀρχὴν ποιεῖται τῆς δύσεως ἀνατελλούσης 〈τῆς〉 Ϛ΄ μοίρας τοῦ Ταύρου, ὅλος δὲ δύνει, πλὴν τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ ἀγκῶνος, ἀνατελλούσης [*](4. εἰ ἢ πολὺς P1, εἰ ηπολυς LV, εἰ ὑπολὺς M. || 5. μεῖον B. | ἡμάτιος vulg. | ἐπιπλέον LP3M. || 6. μοίραι σάμυδις L (sed ά ex ἅ) P3, ἅμυδις AV edd.; ἤδη ad ἅμ. adnotat Pet. || 8. οὕτω A. | ἀνατέλλῃ*] δύνῃ vulg. || 14. οὐθὲν] ὅθεν A. || 15. λαγὼς A. |)

    144