Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(3) καὶ πρὸ Κρατίνου παρ’ Ἐπιχάρμῳ, ὃς καὶ ὅλα δύο δράματα τούτῳ τῷ μέτρῳ γέγραφε, τούς τε Χορεύοντας καὶ τὸν Ἐπίνικον. Ἀριστόξενος δὲ ὁ Σελινούντιος Ἐπιχάρμου πρεσβύτερος ἐγένετο ποιητής (οὗ καὶ αὐτὸς Ἐπίχαρμος (88) μνημονεύει ἐν Λόγῳ καὶ Λογίνᾳ.
οἱ τοὺς ἰάμβους καὶ τὸν † ἄριστον τρόπον, ὃν πρᾶτος εἰσηγήσαθ’ Ὡριστόξενος) καὶ τούτου τοίνυν τοῦ Ἀριστοξένου μνημονεύεταί τινατούτῳ τῷ μέτρῳ γεγραμμένα (CGF p. 87)
τίς ἀλαζονίαν πλείσταν παρέχει τῶν ἀνθρώπων; τοὶ μάντεις·
(4) τὸ μέντοι τὸν σπονδεῖον ἔχον, ἀλλὰ μὴ τὸν ἀνάπαιστον παραλήγοντα εἰσὶν οἳ Λακωνικὸν καλοῦσι, προφερόμενοι παράδειγμα τὸ
ἄγετ’ ὦ Σπάρτας ἔνοπλοι κοῦροι ποτὶ τὰν Ἄρεως κίνασιν·ὅτι μέντοι καὶ ἐν τῷ Ἀριστοφανείῳ καλουμένῳ ἀδιαφόρως εὑρίσκεται ὁ παραλήγων ἀνάπαιστος ἢ σπονδεῖος, δηλώσει Κρατῖνος· εἰς γὰρ τοὺς Ὀδυσσέας εἰσβάλλων (138) τούτῳ τῷ μέτρῳ ἐχρήσατο
τίνες αὖ πόντον κατέχουσ’ αὖραι; νέφος οὐράνιον τόδ’ ὁρῶμαι,ἐποίησε δέ τινα στίχον καὶ σπονδείῳ τῷ παραλήγοντι κεχρημένον (139)
ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ.Περὶ μὲν οὖν τοῦ τετραμέτρου ταῦτα.
(5) Τῷ δὲ τριμέτρῳ Σιμίας ὁ Ῥόδιος ὅλον ποιημάτιον ἔγραψεν
Ἱστία ἁγνά, ἀπ’ ἐϋξείνων μέσα τοίχων.
(6) Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι
πότε δ’ Ἄρτεμις οὐκ ἐχόρευσεν(paroem. Gr. ed. Leutsch II p. 229) ―
καὶ κόρκορος ἐν λαχάνοισιν(paroem. Gr. I p. 100. 257) ―, ἀλλὰ παροιμίαι εἰσὶ καὶ ἐπικαὶ καὶ ἰαμβικαὶ καὶ οὐ τούτου τοῦ μέτρου μόνου· ὥστ’ οὐκ εἰκότως αὐτὸ μόνον παροιμιακὸν καλοῦσι. Κρατῖνος δὲ ἐν Ὀδυσσεῦσι (144) συνεχεῖ αὐτῷ ἐχρήσατο·
σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι, πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ.
(7) Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ (79)
Ἐρασμονίδη Χαρίλαεἑφθημιμερές ἐστιν ἀναπαιστικόν· ἐχρήσατο δὲ τῷ πρώτῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ (Archil. 82)
Δήμητρί τε χεῖρας ἀνέξων,ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆσθαι δοκεῖ (79, 2)
ἐρέω πολὺ φίλταθ’ ἑταίρωνκαὶ (80)
φιλέειν στυγνόν περ ἐόντα·ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα.