Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(6) Τὸ μὲν οὖν Αἰολικὸν ἔπος τὸ καταληκτικὸν τοιοῦτόν ἐστι (Alc. 46)
κέλομαί τινα τὸν χαρίεντα Μένωνα καλέσσαι εἰ χρὴ συμποσίας ἐπ’ ὄνασιν ἐμοὶ γεγενῆσθαι.πεντάμετρα δὲ καταληκτικὰ εἰς δισύλλαβον (Sapph. 104)
τίῳ σ’, ὦ φίλε γαμβρέ, καλῶς ἐϊκάσδω; ὄρπακι βραδινῷ σε μάλιστ’ ἐϊκάσδω.τὸ δὲ τετράμετρον (Sapph. 98)
θυρωρῷ πόδες ἑπτορόγυιοι τὰ δὲ σάμβαλα πεντεβόηα πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν.
(7) Τῶν δὲ ἀκαταλήκτων τὸ μὲν πεντάμετρον καλεῖται Σαπφικὸν τεσσαρεσκαιδεκασύλλαβον, ᾧ τὸ δεύτερον ὅλον Σαπφοῦς γέγραπται (Sapph. 33)
ἠράμαν μὲν ἐγὼ σέθεν, Ἄτθι, πάλαι πόκα.τὸ δὲ τετράμετρον ἀκατάληκτόν ἐστι τοιοῦτον· τοιοῦτον·
ἔρος δαῦτέ μ’ ὁ λυσιμελὴς δόνει γλυκύπικρον ἀμάχανον ὄρπετον(Sapph. 40). —
Ἄτθι, σοὶ δ’ ἔμεθεν μὲν ἀπήχθετο φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότη(Sapph.41).
(8) Ἔστι δέ τινα καὶ λογαοιδικὰ καλούμενα δακτυλικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει, τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἔστι δὲ αὐτῶν ἐπισημότατα τό τε πρὸς δύο δακτύλοις ἔχον τροχαϊκὴν συζυγίαν, καλούμενον δὲ Ἀλκαϊκὸν δεκασύλλαβον (Alc. 69)
καί τις ἐπ’ ἐσχατιαῖσιν οἴκεις,καὶ τὸ πρὸς τρισί, καλούμενον Πραξίλλειον (Prax. 5)
ὦ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα παρθένε τὰν κεφάλαν, τὰ δ’ ἔνερθε νύμφα.
(1) Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον, ἀνάπαιστον, σπανίως δὲ καὶ προκελευματικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. Εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἓξ κατὰ συζυγίαν διαιρουμένου· ὑπερκατάληκτος εἰς δισύλλαβον, ὑπερκατάληκτος εἰς συλλαβήν, ἀκατάληκτος, καταληκτικὴ εἰς δισύλλαβον, καταληκτικὴ εἰς συλλαβήν, βραχυκατάληκτος.
(2) Ἐπισημότατον δὲ ἐν αὐτῷ ἐστι τὸ τετράμετρον
καταληκτικὸν εἰς συλλαβήν, τὸ καλούμενον Ἀριστοφάνειον (Nub. 962)ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη νενόμιστο·κέκληται δὲ Ἀριστοφάνειον οὐκ Ἀριστοφάνους αὐτὸ εὑρόντος πρώτου, ἐπεὶ καὶ παρὰ Κρατίνῳ ἐστί (220)
χαίρετε δαίμονες οἱ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης,ἀλλὰ διὰ τὸ τὸν Ἀριστοφάνην πολλῷ αὐτῷ κεχρῆσθαι·