Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(8) Ἐν μὲν δὴ τοῦτο τῶν παρ’ Ἀρχιλόχῳ ἀσυναρτήτων·
ἄλλο δὲ τὸ ἐκ δακτυλικῆς τετραποδίας καὶ τοῦ αὐτοῦ ἰθυφαλλικοῦ (Archil. 100)οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη·γίνεται δὲ ὁ τελευταῖος τῆς τετραποδίας διὰ τὴν ἐπὶ ἀδιάφορον καὶ κρητικός (Archil. 115)
καὶ βήσσας ὀρέων δυσπαιπάλους οἷος ἦν ἐπ’ ἤβης.τοῦτο παρὰ τοῖς νεωτέροις πολὺ τὸ μέτρον ἐστίν, ὥσπερ καὶ παρὰ Καλλιμάχῳ (191)
τόν με παλαιστρίταν ὀμόσας θεὸν ἑπτάκις φιλήσειν,παρὰ δὲ Κρατίνῳ ἐν τοῖς Σεριφίοις (211) οὐκέτι ἀκατάληκτόν ἐστι τὸ δακτυλικὸν τὸ ἡγούμενον τοῦ ἰ θυφαλλικοῦ, ἀλλὰ καταληκτικὸν εἰς δισύλλαβον,
χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον.
(9) Τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου (85)
ἀλλά μ’ ὁ λυσιμελής, ὠταῖρε, δάμναται πόθος.
(1Ο) Ἔνδοξόν ἐστι ἐπισύνθετον καὶ τὸ διπενθημιμερὲς τὸ ἐγκωμιολογικὸν καλούμενον, ὅπερ ἐστὶν ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ τοῦ ἴσου, ᾧ κέχρηται μὲν καὶ Ἀλκαῖος ἐν ἄσματι (94), οὗ ἡ ἀρχή
Ἣ ῥ’ ἔτι Διννομένῃ τῶ Τυρρακῄω τἄρμενα λαμπρὰ κέοντ’ ἐν Μυρσινῄω,κέχρηται δὲ καὶ Ἀνακρέων ἐν πλείοσιν ἄσμασιν (70)
Ὀρσόλοπος μὲν Ἄρης φιλέει μεναιχμάν.
(11) Τὸ δὲ ἀντεστραμμένον τούτῳ ἰαμβέλεγος καλεῖται· τούτῳ δὲ ἐν συνεχείᾳ οὐκ ἴσμεν τινὰ κεχρημένον, διεσπαρμένως δέ·
πρῶτον μὲν εὔβουλον Θέμιν οὐρανίαν.(Pind. 30, 1) ―
κείνων λυθέντες σαῖς ὑπὸ χερσὶν ἄναξ(Pind. 35).
(12) Γίνεται δὲ καὶ τριπενθημιμερὲς ἐκ τούτων τὸ καλούμενον Πλατωνικόν, ἐν ᾧ τὰ νὲν ἑκατέρωθεν δύο δακτυλικά εἰσι πενθημιμερῆ, τὸ δὲ μέσον ἰαμβικόν· κέχρηται δὲ αὐτῷ Πλάτων ἐν Χαντρίαις (90)
χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.